歷代志下 8
Chinese Union Version, punctuated (Traditional)
Septuagint (Brenton Greek text, with Apocrypha)
1所羅門 建造耶和華殿和王宮,二十年才完畢了。
1Καὶ ἐγένετο μετὰ εἴκοσι ἔτη ἐν οἷς ᾠκοδόμησε Σαλωμὼν τὸν οἶκον Κυρίου, καὶ τὸν οἶκον αὑτοῦ,
2以後 所羅門 重新修築 希蘭 送給他的那些城邑,使 以色列 人住在那裏。
2καὶ τὰς πόλεις ἃς ἔδωκε Χιρὰμ τῷ Σαλωμὼν, ᾠκοδόμησεν αὐτὰς Σαλωμὼν, καὶ κατῴκισεν ἐκεῖ τοὺς υἱοὺς Ἰσραήλ.
3所羅門 往 哈馬瑣巴 去,攻取了那地方。
3Καὶ ἦλθε Σαλωμὼν εἰς Βαισωβὰ, καὶ κατίσχυσεν αὐτήν.
4所羅門 建造曠野裏的 達莫 ,又建造 哈馬 所有的積貨城,
4Καὶ ᾠκοδόμησε τὴν Θοεδμὸρ ἐν τῇ ἐρήμῳ, καὶ πάσας τὰς πόλεις τὰς ὀχυρὰς ἃς ᾠκοδόμησεν ἐν Ἠμάθ.
5又建造上 伯‧和崙 、下 伯‧和崙 作為保障,都有牆,有門,有閂;
5Καὶ ᾠκοδόμησε τὴν Βαιθωρὼν τὴν ἄνω καὶ τὴν Βαιθωρὼν τὴν κάτω, πόλεις ὀχυράς· τείχη, πύλαι, καὶ μοχλοί·
6又建造 巴拉 和所有的積貨城,並屯車輛馬兵的城,與 耶路撒冷 、 黎巴嫩 ,以及自己治理的全國中所願意建造的。
6Καὶ τὴν Βαλαὰθ, καὶ πάσας τὰς πόλεις τὰς ὀχυρὰς αἳ ἦσαν τῷ Σαλωμὼν, καὶ πάσας τὰς πόλεις τῶν ἁρμάτων, καὶ τὰς πόλεις τῶν ἱππέων· καὶ ὅσα ἐπεθύμησε Σαλωμὼν κατὰ τὴν ἐπιθυμίαν τοῦ οἰκοδομῆσαι ἐν Ἱερουσαλὴμ, καὶ ἐν τῷ Λιβάνῳ, καὶ ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ.
7至於國中所剩下不屬 以色列 人的 赫 人、 亞摩利 人、 比利洗 人、 希未 人、 耶布斯 人,
7Πᾶς ὁ λαὸς ὁ καταλειφθεὶς ἀπὸ τοῦ Χετταίου, καὶ τοῦ Ἀμοῥῥαίου, καὶ τοῦ Φερεζαίου, καὶ τοῦ Εὐαίου, καὶ τοῦ Ἰεβουσαίου, οἳ οὐκ εἰσὶν ἐκ τοῦ Ἰσραὴλ,
8就是 以色列 人未曾滅絕的, 所羅門 挑取他們的後裔作服苦的 奴僕 ,直到今日。
8ἀλλʼ ἦσαν ἐκ τῶν υἱῶν αὐτῶν τῶν καταλειφθέντων μετʼ αὐτοὺς ἐν τῇ γῇ, οὓς οὐκ ἐξωλόθρευσαν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἀνήγαγεν αὐτοὺς Σαλωμὼν εἰς φόρον ἕως τῆς ἡμέρας ταύτης.
9惟有 以色列 人, 所羅門 不使他們當奴僕做工,乃是作他的戰士、軍長的統領、車兵長、馬兵長。
9Καὶ ἐκ τῶν υἱῶν Ἰσραὴλ οὐκ ἔδωκε Σαλωμὼν εἰς παῖδας τῇ βασιλείᾳ αὐτοῦ· ὅτι ἰδοὺ ἄνδρες πολεμισταὶ καὶ ἄρχοντες, καὶ οἱ δυνατοὶ καὶ ἄρχοντες ἁρμάτων καὶ ἱππέων.
10所羅門 王有二百五十督工的,監管工人。
10Καὶ οὗτοι ἄρχοντες τῶν προστατῶν βασιλέως Σαλωμὼν, πεντήκοντα καὶ διακόσιοι ἐργοδιωκτοῦντες ἐν τῷ λαῷ.
11所羅門 將法老的女兒帶出 大衛城 ,上到為她建造的宮裏;因 所羅門 說:「耶和華 約 櫃所到之處都為聖地,所以我的妻不可住在 以色列 王 大衛 的宮裏。」
11Καὶ τὴν θυγατέρα Φαραὼ ἀνήγαγε Σαλωμὼν ἐκ πόλεως Δαυὶδ εἰς τὸν οἶκον ὃν ᾠκοδόμησεν αὐτῇ, ὅτι εἶπεν, οὐ κατοικήσει ἡ γυνή μου ἐν πόλει Δαυὶδ τοῦ βασιλέως Ἰσραὴλ, ὅτι ἅγιός ἐστιν οὗ εἰσῆλθεν ἐκεῖ κιβωτὸς Κυρίου.
12所羅門 在耶和華的壇上,就是在廊子前他所築的壇上,與耶和華獻燔祭;
12Τότε ἀνήνεγκε Σαλωμὼν ὁλοκαυτώματα τῷ Κυρίῳ ἐπὶ τὸ θυσιαστήριον, ὃ ᾠκοδόμησε Κυρίῳ ἀπέναντι τοῦ ναοῦ
13又遵着 摩西 的吩咐在安息日、月朔,並一年三節,就是除酵節、七七節、住棚節,獻每日所當獻的祭。
13κατὰ τὸν λόγον ἡμέρας ἐν ἡμέρᾳ, τοῦ ἀναφέρειν κατὰ τὰς ἐντολὰς Μωυσῆ ἐν τοῖς σαββάτοις, καὶ ἐν τοῖς μησὶ, καὶ ἐν ταῖς ἑορταῖς, τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ, ἐν τῇ ἑορτῇ τῶν ἀζύμων, καὶ ἐν τῇ ἐορτῇ τῶν ἐβδομάδων, καὶ ἐν τῇ ἑορτῇ τῶν σκηνῶν.
14所羅門 照着他父 大衛 所定的例,派定祭司的班次,使他們各供己事,又使 利未 人各盡其職,讚美 耶和華 ,在祭司面前做每日所當做的;又派守門的按着班次看守各門,因為神人 大衛 是這樣吩咐的。
14Καὶ ἔστησε κατὰ τὴν κρίσιν Δαυὶδ τοῦ πατοὸς αὐτοῦ τὰς διαιρέσεις τῶν ἱερέων, καὶ κατὰ τὰς λειτουργίας αὐτῶν· καὶ οἱ Λευῖται ἐπὶ τὰς φυλακὰς αὐτῶν, τοῦ αἰνεῖν καὶ λειτουργεῖν κατέναντι τῶν ἱερέων κατὰ τὸν λόγον ἡμέρας ἐν τῇ ἡμερᾳ· καὶ οἱ πυλωροὶ κατὰ τὰς διαιρέσεις αὐτῶν εἰς πύλην καὶ πύλην, ὅτι οὕτως ἐντολαὶ Δαυὶδ ἀνθρώπου τοῦ Θεοῦ·
15王所吩咐眾祭司和 利未 人的,無論是管府庫或辦別的事,他們都不違背。
15Οὐ παρῆλθον τὰς ἐντολὰς τοῦ βασιλέως περὶ τῶν ἱερέων καὶ τῶν Λευιτῶν εἰς πάντα λόγον, καὶ εἰς τοὺς θησαυρούς.
16所羅門 建造耶和華的殿,從立根基直到成功的日子,工料俱備。這樣,耶和華的殿全然完畢。
16Καὶ ἡτοιμάσθη πᾶσα ἡ ἐργασία ἀφʼ ἧς ἡμέρας ἐθεμελιώθη ἕως οὗ ἐτελείωσε Σαλωμὼν τὸν οἶκον Κυρίου.
17那時, 所羅門 往 以東 地靠海的 以旬‧迦別 和 以祿 去。
17Τότε ᾤχετο Σαλωμὼν εἰς Γασιὼν Γαβὲρ, καὶ εἰς τὴν Αἰλὰθ τὴν παραθαλασσίαν ἐν γῇ Ἰδουμαίᾳ.
18希蘭 差遣他的臣僕,將船隻和熟悉泛海的僕人送到 所羅門 那裏。他們同着 所羅門 的僕人到了 俄斐 ,得了四百五十他連得金子,運到 所羅門 王那裏。
18Καὶ ἀπέστειλε Χιρὰμ ἐν χειρὶ παίδων αὐτοῦ πλοῖα καὶ παῖδας εἰδότας θάλασσαν, καὶ ᾤχοντο μετὰ τῶν παίδων Σαλωμὼν εἰς Σωφιρὰ, καὶ ἔλαβον ἐκεῖθεν τὰ τετρακόσια καὶ πεντήκοντα τάλαντα χρυσίου, καὶ ἦλθον πρὸς τὸν βασιλέα Σαλωμών.
Tip: use the ← and → keys to turn chapters.