哥林多前書 10
Chinese Union Version, punctuated (Traditional)
Greek New Testament: Textus Receptus
1弟兄們,我不願意你們不曉得,我們的祖宗從前都在雲下,都從海中經過,
1Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον,
2都在雲裏、海裏受洗歸了 摩西 ;
2καὶ πάντες εἰς τὸν Μωσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ,
3並且都吃了一樣的靈食,
3καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον,
4也都喝了一樣的靈水。所喝的,是出於隨着他們的靈磐石;那磐石就是基督。
4καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός.
5但他們中間多半是上帝不喜歡的人,所以在曠野倒斃。
5Ἀλλ᾿ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ Θεός· κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ.
6這些事都是我們的鑑戒,叫我們不要貪戀惡事,像他們那樣貪戀的;
6Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν.
7也不要拜偶像,像他們有人拜的。如 經上 所記:「百姓坐下吃喝,起來玩耍。」
7Μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν· ὡς γέγραπται, Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν.
8我們也不要行姦淫,像他們有人行的,一天就倒斃了二萬三千人;
8Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες.
9也不要試探主,像他們有人試探的,就被蛇所滅。
9Μηδὲ ἐκπειράζωμεν τὸν Χριστόν, καθὼς καί τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο.
10你們也不要發怨言,像他們有發怨言的,就被滅命的所滅。
10Μηδὲ γογγύζετε, καθὼς καί τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ.
11他們遭遇這些事都要作為鑑戒,並且寫 在經上 ,正是警戒我們這末世的人。
11Ταῦτα δὲ πάντα τύποι συνέβαινον ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν.
12所以,自己以為站得穩的,須要謹慎,免得跌倒。
12Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ.
13你們所遇見的試探,無非是人所能受的。上帝是信實的,必不叫你們受試探過於所能受的;在受試探的時候,總要給你們開一條出路,叫你們能忍受得住。
13Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ Θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν.
14我所親愛的 弟兄 啊,你們要逃避拜偶像的事。
14Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρείας.
15我好像對明白人說的,你們要審察我的話。
15Ὡς φρονίμοις λέγω, κρίνατε ὑμεῖς ὅ φημι.
16我們所祝福的杯,豈不是同領基督的血嗎?我們所擘開的餅,豈不是同領基督的身體嗎?
16Τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστί; Τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστίν;
17我們雖多,仍是一個餅,一個身體,因為我們都是分受這一個餅。
17Ὅτι εἷς ἄρτος, ἓν σῶμα, οἱ πολλοί ἐσμεν· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν.
18你們看屬肉體的 以色列 人,那吃祭物的豈不是在祭壇上有分嗎?
18Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· οὐχὶ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσί;
19我是怎麼說呢?豈是說祭偶像之物算得甚麼呢?或說偶像算得甚麼呢?
19Τί οὖν φημι; Ὅτι εἴδωλόν τί ἐστιν; Ἢ ὅτι εἰδωλόθυτόν τί ἐστιν;
20我乃是說,外邦人所獻的祭是祭鬼,不是祭上帝。我不願意你們與鬼相交。
20Ἀλλ᾿ ὅτι ἃ θύει τὰ ἔθνη, δαιμονίοις θύει, καὶ οὐ Θεῷ· οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι.
21你們不能喝主的杯又喝鬼的杯,不能吃主的筵席又吃鬼的筵席。
21Οὐ δύνασθε ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων.
22我們可惹主的憤恨嗎?我們比他還有能力嗎?
22Ἢ παραζηλοῦμεν τὸν Κύριον; Μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμέν;
23凡事都可行,但不都有益處。凡事都可行,但不都造就人。
23Πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐ πάντα συμφέρει. Πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐ πάντα οἰκοδομεῖ.
24無論何人,不要求自己的益處,乃要求別人的益處。
24Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος.
25凡市上所賣的,你們只管吃,不要為良心的緣故問甚麼話,
25Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν·
26因為地和其中所充滿的都屬乎主。
26Τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.
27倘有一個不信的人請你們 赴席 ,你們若願意去,凡擺在你們面前的,只管吃,不要為良心的緣故問甚麼話。
27Εἰ δέ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων, καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν.
28若有人對你們說:「這是獻過祭的物」,就要為那告訴你們的人,並為良心的緣故不吃。
28Ἐὰν δέ τις ὑμῖν εἴπῃ, Τοῦτο εἰδωλόθυτόν ἐστι, μὴ ἐσθίετε δι᾿ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν· Τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.
29我說的良心不是你的,乃是他的。我這自由為甚麼被別人的良心論斷呢?
29Συνείδησιν δὲ λέγω, οὐχὶ τὴν ἑαυτοῦ, ἀλλὰ τὴν τοῦ ἑτέρου· ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως;
30我若謝恩而吃,為甚麼因我謝恩的物被人毀謗呢?
30Εἰ δὲ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ;
31所以,你們或吃或喝,無論做甚麼,都要為榮耀上帝而行。
31Εἴτε οὖν ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.
32不拘是 猶太 人,是 希臘 人,是上帝的教會,你們都不要使他跌倒;
32Ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ·
33就好像我凡事都叫眾人喜歡,不求自己的益處,只求眾人的益處,叫他們得救。
33καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι.
Tip: use the ← and → keys to turn chapters.