诗篇 68
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Greek Old Testament), second edition
1愿 神兴起,使他的仇敌四散, 叫那恨他的人从他面前逃跑。
1Εἰς τὸ τέλος· ὑπὲρ τῶν ἀλλοιωθησομένων· τῷ Δαυΐδ.
2他们被驱逐,如烟被 风 吹散; 恶人见 神之面而消灭,如蜡被火熔化。
2ΣΩΣΟΝ με, ὁ Θεός, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου.
3惟有义人必然欢喜, 在 神面前高兴快乐。
3ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις· ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης καὶ καταιγὶς κατεπόντισέ με.
4你们当向 神唱诗,歌颂他的名; 为那坐车行过旷野的修平大路。 他的名是耶和华, 要在他面前欢乐!
4ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου, ἐξέλιπον οἱ ὀφθαλμοί μου ἀπὸ τοῦ ἐλπίζειν με ἐπὶ τὸν Θεόν μου.
5神在他的圣所作孤儿的父, 作寡妇的伸冤者。
5ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν, ἐκραταιώθησαν οἱ ἐχθροί μου οἱ ἐκδιώκοντές με ἀδίκως· ἃ οὐχ ἥρπαζον, τότε ἀπετίννυον.
6神叫孤独的有家, 使被囚的出来享福; 惟有悖逆的住在干燥之地。
6ὁ Θεός, σὺ ἔγνως τὴν ἀφροσύνην μου καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν.
7神啊,你曾在你百姓前头出来, 在旷野行走。 (细拉)
7μὴ αἰσχυνθείησαν ἐπ᾿ ἐμὲ οἱ ὑπομένοντές σε, Κύριε, Κύριε τῶν δυνάμεων, μὴ ἐντραπείησαν ἐπ᾿ ἐμὲ οἱ ζητοῦντές σε, ὁ Θεὸς τοῦ Ἰσραήλ,
8那时,地见 神的面而震动,天也落雨; 西奈山 见 以色列 神的面也震动。
8ὅτι ἕνεκά σου ὑπήνεγκα ὀνειδισμόν, ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου.
9神啊,你降下大雨; 你产业 以色列 疲乏的时候,你使他坚固。
9ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου,
10你的会众住在其中; 神啊,你的恩惠是为困苦人预备的。
10ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με, καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ᾿ ἐμέ.
11主发命令, 传好信息的妇女成了大群。
11καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοί·
12统兵的君王逃跑了,逃跑了; 在家等候的妇女分受所夺的。
12καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν.
13你们安卧在羊圈的时候, 好像鸽子的翅膀镀白银,翎毛镀黄金一般。
13κατ᾿ ἐμοῦ ἠδολέσχουν οἱ καθήμενοι ἐν πύλαις, καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες οἶνον.
14全能者在境内赶散列王的时候, 势如飘雪在 撒们 。
14ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σέ, Κύριε· καιρὸς εὐδοκίας, ὁ Θεός, ἐν τῷ πλήθει τοῦ ἐλέους σου· ἐπάκουσόν μου, ἐν ἀληθείᾳ τῆς σωτηρίας σου.
15巴珊山 是 神的山; 巴珊山 是多峰多岭的山。
15σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ· ρυσθείην ἐκ τῶν μισούντων με καὶ ἐκ τῶν βαθέων τῶν ὑδάτων.
16你们多峰多岭的山哪, 为何斜看 神所愿居住的山? 耶和华必住这山,直到永远!
16μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός, μηδὲ συσχέτω ἐπ᾿ ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ.
17神的车辇累万盈千; 主在其中,好像在 西奈 圣山一样。
17εἰσάκουσόν μου, Κύριε, ὅτι χρηστὸν τὸ ἔλεός σου· κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐπίβλεψον ἐπ᾿ ἐμέ.
18你已经升上高天,掳掠仇敌; 你在人间,就是在悖逆的人间,受了供献, 叫耶和华 神可以与他们同住。
18μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου.
19天天背负我们重担的主, 就是拯救我们的 神, 是应当称颂的! (细拉)
19πρόσχες τῇ ψυχῇ μου καὶ λύτρωσαι αὐτήν, ἕνεκα τῶν ἐχθρῶν μου ρῦσαί με.
20神是为我们施行诸般救恩的 神; 人能脱离死亡是在乎主耶和华。
20σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου καὶ τὴν αἰσχύνην μου καὶ τὴν ἐντροπήν μου· ἐναντίον σου πάντες οἱ θλίβοντές με.
21但 神要打破他仇敌的头, 就是那常犯罪之人的发顶。
21ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν, καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντας, καὶ οὐχ εὗρον.
22主说:我要使众民从 巴珊 而归, 使他们从深海而回,
22καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.
23使你打碎仇敌,你的脚踹在血中, 使你狗的舌头从其中得分。
23γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον.
24神啊,你是我的 神,我的王; 人已经看见你行走,进入圣所。
24σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον.
25歌唱的行在前,作乐的随在后, 都在击鼓的童女中间。
25ἔκχεον ἐπ᾿ αὐτοὺς τὴν ὀργήν σου, καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς.
26从 以色列 源头而来的, 当在各会中称颂主 神!
26γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη, καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν·
27在那里,有统管他们的小 便雅悯 , 有 犹大 的首领和他们的群众, 有 西布伦 的首领, 有 拿弗他利 的首领。
27ὅτι ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν.
28以色列 的能力是 神所赐的; 神啊,求你坚固你为我们所成全的事!
28πρόσθες ἀνομίαν ἐπὶ τῇ ἀνομίᾳ αὐτῶν, καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου·
29因你 耶路撒冷 的殿, 列王必带贡物献给你。
29ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων καὶ μετὰ δικαίων μὴ γραφήτωσαν.
30求你叱喝芦苇中的野兽和群公牛, 并列邦中的牛犊。 把银块踹在脚下; 神已经赶散好争战的列邦。
30πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ· ἡ σωτηρία σου, ὁ Θεός, ἀντιλάβοιτό μου.
31埃及 的公侯要出来朝见 神; 古实 人要急忙举手 祷告 。
31αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ᾿ ᾠδῆς, μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει,
32世上的列国啊,你们要向 神歌唱; 愿你们歌颂主!
32καὶ ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς.
33歌颂那自古驾行在诸天以上的 主 ! 他发出声音,是极大的声音。
33ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν· ἐκζητήσατε τὸν Θεόν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν,
34你们要将能力归给 神。 他的威荣在 以色列 之上; 他的能力是在穹苍。
34ὅτι εἰσήκουσε τῶν πενήτων ὁ Κύριος καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσεν.
35神啊,你从圣所显为可畏; 以色列 的 神是那将力量权能赐给他百姓的。 神是应当称颂的!
35αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ, θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτῇ.
no verse 36 in this text
36ὅτι ὁ Θεὸς σώσει τὴν Σιών, καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ἰουδαίας, καὶ κατοικήσουσιν ἐκεῖ καὶ κληρονομήσουσιν αὐτήν·
no verse 37 in this text
37καὶ τὸ σπέρμα τῶν δούλων αὐτοῦ καθέξουσιν αὐτήν, καὶ οἱ ἀγαπῶντες τὸ ὄνομά σου κατασκηνώσουσιν ἐν αὐτῇ.
Tip: use the ← and → keys to turn chapters.