诗篇 108
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Greek Old Testament), second edition
1神啊,我心坚定; 我口要唱诗歌颂!
1Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ. Ο Θεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς,
2琴瑟啊,你们当醒起! 我自己要极早醒起!
2ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ᾿ ἐμὲ ἠνοίχθη, ἐλάλησαν κατ᾿ ἐμοῦ γλώσσῃ δολίᾳ
3耶和华啊,我要在万民中称谢你, 在列邦中歌颂你!
3καὶ λόγοις μίσους ἐκύκλωσάν με καὶ ἐπολέμησάν με δωρεάν.
4因为,你的慈爱大过诸天; 你的诚实达到穹苍。
4ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσηυχόμην·
5神啊,愿你崇高过于诸天! 愿你的荣耀高过全地!
5καὶ ἔθεντο κατ᾿ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου.
6求你应允我们,用右手拯救我们, 好叫你所亲爱的人得救。
6κατάστησον ἐπ᾿ αὐτὸν ἁμαρτωλόν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ·
7神已经指着他的圣洁说: 我要欢乐;我要分开 示剑 , 丈量 疏割谷 。
7ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος, καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν.
8基列 是我的; 玛拿西 是我的; 以法莲 是护卫我头的; 犹大 是我的杖;
8γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος.
9摩押 是我的沐浴盆; 我要向 以东 抛鞋; 我必因胜 非利士 呼喊。
9γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ καὶ ἡ γυνὴ αὐτοῦ χήρα·
10谁能领我进坚固城? 谁能引我到 以东 地?
10σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ καὶ ἐπαιτησάτωσαν, ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν.
11神啊,你不是丢弃了我们吗? 神啊,你不和我们的军兵同去吗?
11ἐξερευνησάτω δανειστὴς πάντα, ὅσα ὑπάρχει αὐτῷ, καὶ διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτοῦ·
12求你帮助我们攻击敌人, 因为人的帮助是枉然的。
12μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήπτωρ, μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ·
13我们倚靠 神才得施展大能, 因为践踏我们敌人的就是他。
13γενηθήτω τὰ τέκνα αὐτοῦ εἰς ἐξολόθρευσιν, ἐν γενεᾷ μιᾷ ἐξαλειφθείη τὸ ὄνομα αὐτοῦ.
no verse 14 in this text
14ἀναμνησθείη ἡ ἀνομία τῶν πατέρων αὐτοῦ ἔναντι Κυρίου, καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη·
no verse 15 in this text
15γενηθήτωσαν ἐναντίον Κυρίου διαπαντός, καὶ ἐξολοθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν,
no verse 16 in this text
16ἀνθ᾿ ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι.
no verse 17 in this text
17καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ· καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ᾿ αὐτοῦ.
no verse 18 in this text
18καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον, καὶ εἰσῆλθεν ὡσεὶ ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ.
no verse 19 in this text
19γενηθήτω αὐτῷ ὡς ἱμάτιον, ὃ περιβάλλεται, καὶ ὡσεὶ ζώνη, ἣν διαπαντὸς περιζώννυται.
no verse 20 in this text
20τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ Κυρίου καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου.
no verse 21 in this text
21καὶ σύ, Κύριε Κύριε, ποίησον μετ᾿ ἐμοῦ ἕνεκεν τοῦ ὀνόματός σου, ὅτι χρηστὸν τὸ ἔλεός σου. ρῦσαί με,
no verse 22 in this text
22ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ, καὶ ἡ καρδία μου τετάρακται ἐντός μου.
no verse 23 in this text
23ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθην, ἐξετινάχθην ὡσεὶ ἀκρίδες.
no verse 24 in this text
24τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι᾿ ἔλαιον.
no verse 25 in this text
25κἀγὼ ἐγενήθην ὄνειδος αὐτοῖς· εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν.
no verse 26 in this text
26βοήθησόν μοι, Κύριε ὁ Θεός μου, καὶ σῶσόν με κατὰ τὸ ἔλεός σου.
no verse 27 in this text
27καὶ γνώτωσαν ὅτι ἡ χείρ σου αὕτη καὶ σύ, Κύριε, ἐποίησας αὐτήν.
no verse 28 in this text
28καταράσονται αὐτοί, καὶ σὺ εὐλογήσεις· οἱ ἐπανιστάμενοί μοι αἰσχυνθήτωσαν, ὁ δὲ δοῦλός σου εὐφρανθήσεται.
no verse 29 in this text
29ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπὴν καὶ περιβαλέσθωσαν ὡς διπλοΐδα αἰσχύνην αὐτῶν.
no verse 30 in this text
30ἐξομολογήσομαι τῷ Κυρίῳ σφόδρα ἐν τῷ στόματί μου καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν,
no verse 31 in this text
31ὅτι παρέστη ἐκ δεξιῶν πένητος τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου.
Tip: use the ← and → keys to turn chapters.