士师记
Chapter 5
Chinese Union Version, p…
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Greek Old Testament), second edition
1那时, 底波拉 和 亚比挪庵 的儿子 巴拉 作歌,说:
1ΚΑΙ ἦσαν Δεββώρα καὶ Βαρὰκ υἱὸς Ἀβινεὲμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγοντες·
2因为 以色列 中有军长率领, 百姓也甘心牺牲自己, 你们应当颂赞耶和华!
2Ἀπεκαλύφθη ἀποκάλυμμα ἐν Ἰσραήλ· ἐν τῷ ἑκουσιασθῆναι λαόν, εὐλογεῖτε Κύριον.
3君王啊,要听! 王子啊,要侧耳而听! 我要向耶和华歌唱; 我要歌颂耶和华— 以色列 的 神。
3ἀκούσατε, βασιλεῖς, καὶ ἐνωτίσασθε, σατράπαι· ἐγώ εἰμι τῷ Κυρίῳ, ἐγώ εἰμι, ἄσομαι, ψαλῶ τῷ Κυρίῳ τῷ Θεῷ Ἰσραήλ.
4耶和华啊,你从 西珥 出来, 由 以东 地行走。 那时地震天漏, 云也落 雨 。
4Κύριε, ἐν τῇ ἐξόδῳ σου ἐν Σηείρ, ἐν τῷ ἀπαίρειν σε ἐξ ἀγροῦ Ἐδώμ, γῆ ἐσείσθη καὶ ὁ οὐρανὸς ἔσταξε δρόσους, καὶ αἱ νεφέλαι ἔσταξαν ὕδωρ·
5山见耶和华的面就震动, 西奈山 见耶和华— 以色列 神的面也是如此。
5ὄρη ἐσαλεύθησαν ἀπὸ προσώπου Κυρίου Ἐλωΐ, τοῦτο Σινὰ ἀπὸ προσώπου Κυρίου Θεοῦ Ἰσραήλ.
6在 亚拿 之子 珊迦 的时候, 又在 雅亿 的日子, 大道无人行走, 都是绕道而行。
6ἐν ἡμέραις Σαμεγὰρ υἱοῦ Ἀνάθ, ἐν ἡμέραις Ἰαὴλ ἐξέλιπον ὁδοὺς καὶ ἐπορεύθησαν ἀτραπούς, ἐπορεύθησαν ὁδοὺς διεστραμμένας·
7以色列 中的官长停职, 直到我 底波拉 兴起, 等我兴起作 以色列 的母。
7ἐξέλιπον δυνατοὶ ἐν Ἰσραήλ, ἐξέλιπον, ἕως οὗ ἀνέστη Δεββώρα, ἕως οὗ ἀνέστη μήτηρ ἐν Ἰσραήλ.
8以色列 人选择新神, 争战的事就临到城门。 那时, 以色列 四万人中 岂能见盾牌枪矛呢?
8ἐξελέξαντο θεοὺς καινούς· τότε ἐπολέμησαν πόλεις ἀρχόντων· θυρεὸς ἐὰν ὀφθῇ καὶ λόγχη ἐν τεσσαράκοντα χιλιάσιν ἐν Ἰσραήλ.
9我心倾向 以色列 的首领, 他们在民中甘心牺牲自己。 你们应当颂赞耶和华!
9ἡ καρδία μου εἰς τὰ διατεταγμένα τῷ Ἰσραήλ· οἱ ἐκουσιαζόμενοι ἐν λαῷ εὐλογεῖτε Κύριον.
10骑白驴的、坐绣花毯子的、行路的, 你们都当传扬!
10ἐπιβεβηκότες ἐπὶ ὄνου θηλείας μεσημβρίας, καθήμενοι ἐπὶ κριτηρίου καὶ πορευόμενοι ἐπὶ ὁδοὺς συνέδρων ἐφ᾿ ὁδῷ,
11在远离弓箭响声打水之处, 人必述说耶和华公义的作为, 就是他治理 以色列 公义的作为。 那时耶和华的民下到城门。
11διηγεῖσθε ἀπὸ φωνῆς ἀνακρουομένων ἀνὰ μέσον ὑδρευομένων· ἐκεῖ δώσουσι δικαιοσύνας Κυρίῳ, δικαιοσύνας αὔξησον ἐν Ἰσραήλ. τότε κατέβη εἰς τὰς πόλεις λαὸς Κυρίου.
12底波拉 啊,兴起!兴起! 你当兴起,兴起,唱歌。 亚比挪庵 的儿子 巴拉 啊,你当奋兴, 掳掠你的敌人。
12ἐξεγείρου, ἐξεγείρου, Δεββώρα. ἐξεγείρου, ἐξεγείρου, λάλησον ᾠδήν· ἀνάστα Βαράκ, καὶ αἰχμαλώτισον αἰχμαλωσίαν σου, υἱὸς Ἀβινεέμ.
13那时有余剩的贵胄和百姓一同下来; 耶和华降临,为我攻击勇士。
13τότε κατέβη κατάλειμμα τοῖς ἰσχυροῖς, λαὸς Κυρίου κατέβη αὐτῷ ἐν τοῖς κραταιοῖς.
14有根本在 亚玛力 人的地 , 从 以法莲 下来 的; 便雅悯 在民中跟随你。 有掌权的从 玛吉 下来; 有持杖检点民数的从 西布伦 下来;
14ἐξ ἐμοῦ Ἐφραὶμ ἐξερρίζωσεν αὐτοὺς ἐν τῷ Ἀμαλήκ· ὀπίσω σου Βενιαμὶν ἐν τοῖς λαοῖς σου. ἐν ἐμοὶ Μαχὶρ κατέβησαν ἐξερευνῶντες καὶ ἀπὸ Ζαβουλὼν ἕλκοντες ἐν ράβδῳ διηγήσεως γραμματέως.
15以萨迦 的首领与 底波拉 同来; 以萨迦 怎样, 巴拉 也怎样。 众人都跟随 巴拉 冲下平原; 在 吕便 的溪水旁有心中定大志的。
15καὶ ἀρχηγοὶ ἐν Ἰσσάχαρ μετὰ Δεββώρας καὶ Βαράκ, οὕτω Βαρὰκ ἐν κοιλάσιν ἀπέστειλεν ἐν ποσὶν αὐτοῦ. εἰς τὰς μερίδας Ρουβὴν μεγάλοι ἐξικνούμενοι καρδίαν.
16你为何坐在羊圈内 听群中吹笛的声音呢? 在 吕便 的溪水旁有心中设大谋的。
16εἰς τί ἐκάθισαν ἀνὰ μέσον τῆς διγομίας τοῦ ἀκοῦσαι συρισμοῦ ἀγγέλων; εἰς διαιρέσεις Ρουβὴν μεγάλοι ἐξετασμοὶ καρδίας.
17基列 人安居在 约旦河 外。 但 人为何等在船上? 亚设 人在海口静坐, 在港口安居。
17Γαλαὰδ ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐσκήνωσε· καὶ Δὰν εἰς τί παροικεῖ πλοίοις; Ἀσὴρ ἐκάθισε παραλίαν θαλασσῶν καὶ ἐπὶ διεξόδοις αὐτοῦ σκηνώσει.
18西布伦 人是拚命敢死的; 拿弗他利 人在田野的高处也是如此。
18Ζαβουλὼν λαὸς ὠνείδισε ψυχὴν αὐτοῦ εἰς θάνατον καὶ Νεφθαλὶ ἐπὶ ὕψη ἀγροῦ.
19君王都来争战。 那时 迦南 诸王在 米吉多 水旁的 他纳 争战, 却未得掳掠银钱。
19ἦλθον αὐτῶν βασιλεῖς, παρετάξαντο, τότε ἐπολέμησαν βασιλεῖς Χαναὰν ἐν Θαναὰχ ἐπὶ ὕδατι Μαγεδδώ· δῶρον ἀργυρίου οὐκ ἔλαβον.
20星宿从天上争战, 从其轨道攻击 西西拉 。
20ἐξ οὐρανοῦ παρετάξαντο οἱ ἀστέρες, ἐκ τρίβων αὐτῶν παρετάξαντο μετὰ Σισάρα.
21基顺 古河把敌人冲没; 我的灵啊,应当努力前行。
21χειμάρρους Κισῶν ἐξέσυρεν αὐτούς, χειμάρρους ἀρχαίων, χειμάρρους Κισῶν· καταπατήσει αὐτὸν ψυχή μου δυνατή.
22那时壮马驰驱, 踢跳,奔腾。
22ὅτε ἐνεποδίσθησαν πτέρναι ἵππου, σπουδῇ ἔσπευσαν ἰσχυροὶ αὐτοῦ.
23耶和华的使者说: 应当咒诅 米罗斯 , 大大咒诅其中的居民; 因为他们不来帮助耶和华, 不来帮助耶和华攻击勇士。
23καταρᾶσθε Μηρώζ, εἶπεν ἄγγελος Κυρίου, καταρᾶσθε, ἐπικατάρατος πᾶς ὁ κατοικῶν αὐτήν, ὅτι οὐκ ἤλθοσαν εἰς βοήθειαν Κυρίου, εἰς βοήθειαν ἐν δυνατοῖς.
24愿 基尼 人 希百 的妻 雅亿 比众妇人多得福气, 比住帐棚的妇人更蒙福祉。
24εὐλογηθείη ἐν γυναιξὶν Ἰαὴλ γυνὴ Χαβὲρ τοῦ Κιναίου, ἀπὸ γυναικῶν ἐν σκηναῖς εὐλογηθείη.
25西西拉 求水, 雅亿 给他奶子, 用宝贵的盘子给他奶油。
25ὕδωρ ᾔτησε, γάλα ἔδωκεν, ἐν λεκάνῃ ὑπερεχόντων προσήνεγκε βούτυρον.
26雅亿 左手拿着帐棚的橛子, 右手拿着匠人的锤子, 击打 西西拉 , 打伤他的头, 把他的鬓角打破穿通。
26χεῖρα αὐτῆς ἀριστερὰν εἰς πάσσαλον ἐξέτεινε καὶ δεξιὰν αὐτῆς εἰς σφῦραν κοπιώντων καὶ ἐσφυροκόπησε Σισάρα, διήλωσε κεφαλὴν αὐτοῦ καὶ ἐπάταξε, διήλωσε κρόταφον αὐτοῦ.
27西西拉 在她脚前曲身仆倒, 在她脚前曲身倒卧; 在那里曲身,就在那里死亡。
27ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς κατεκυλίσθη, ἔπεσε καὶ ἐκοιμήθη· ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς κατακλιθεὶς ἔπεσε· καθὼς κατεκλίθη, ἐκεῖ ἔπεσεν ἐξοδευθείς.
28西西拉 的母亲从窗户里往外观看, 从窗棂中呼叫说: 他的战车为何耽延不来呢? 他的车轮为何行得慢呢?
28διὰ τῆς θυρίδος παρέκυψε μήτηρ Σισάρα ἐκτὸς τοῦ τοξικοῦ, διότι ἠσχύνθη ἅρμα αὐτοῦ, διότι ἐχρόνισαν πόδες ἁρμάτων αὐτοῦ.
29聪明的宫女安慰她, 她也自言自语地说:
29αἱ σοφαὶ ἄρχουσαι αὐτῆς ἀπεκρίθησαν πρὸς αὐτήν, καὶ αὐτὴ ἀπέστρεψε λόγους αὐτῆς ἑαυτῇ.
30他们莫非得财而分? 每人得了一两个女子? 西西拉 得了彩衣为掳物, 得绣花的彩衣为掠物。 这彩衣两面绣花, 乃是披在被掳之人颈项上的。
30οὐχ εὑρήσουσιν αὐτὸν διαμερίζοντα σκῦλα; οἰκτίρμων οἰκτειρήσει εἰς κεφαλὴν ἀνδρός· σκῦλα βαμμάτων τῷ Σισάρᾳ, σκῦλα βαμμάτων ποικιλίας, βάμματα ποικιλτῶν αὐτά, τῷ τραχήλῳ αὐτοῦ σκῦλα.
31耶和华啊, 愿你的仇敌都这样灭亡! 愿爱你的人如日头出现,光辉烈烈! 这样,国中太平四十年。
31οὕτως ἀπόλοιντο πάντες οἱ ἐχθροί σου, Κύριε· καὶ οἱ ἀγαπῶντες αὐτὸν ὡς ἔξοδος ἡλίου ἐν δυνάμει αὐτοῦ. Καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη.

Tip: use the ← and → keys to turn chapters.