出埃及记
Chapter 9
Chinese Union Version, p…
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Brenton Greek text, with Apocrypha)
1耶和华吩咐 摩西 说:「你进去见法老,对他说:『耶和华— 希伯来 人的 神这样说:容我的百姓去,好事奉我。
1Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν, εἴσελθε πρὸς Φαραὼ, καὶ ἐρεῖς αὐτῷ, τάδε λέγει Κύριος ὁ Θεὸς τῶν Ἑβραίων, ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσωσι.
2你若不肯容他们去,仍旧强留他们,
2Εἰ μὲν οὖν μὴ βούλει ἐξαποστεῖλαι τὸν λαόν μου, ἀλλὰ ἔτι ἐγκρατεῖς αὐτοῦ,
3耶和华的手加在你田间的牲畜上,就是在马、驴、骆驼、牛群、羊群上,必有重重的瘟疫。
3Ἰδοὺ, χεὶρ Κυρίου ἐπέσται ἐν τοῖς κτήνεσί σου τοῖς ἐν τοῖς πεδίοις, ἔν τε τοῖς ἵπποις, καὶ ἐν τοῖς ὑποζυγίοις, καὶ ταῖς καμήλοις, καὶ βουσὶ, καὶ προβάτοις, θάνατος μέγας σφόδρα.
4耶和华要分别 以色列 的牲畜和 埃及 的牲畜,凡属 以色列 人的,一样都不死。』」
4Καὶ παραδοξάσω ἐγὼ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνὰ μέσον τῶν κτηνῶν τῶν Αἰγυπτίων, καὶ ἀνὰ μέσον τῶν κτηνῶν τῶν υἱῶν Ἰσραήλ· οὐ τελευτήσει ἀπὸ πάντων τῶν τοῦ Ἰσραὴλ υἱῶν ῥητόν.
5耶和华就定了时候,说:「明天耶和华必在此地行这事。」
5Καὶ ἔδωκεν ὁ Θεὸς ὅρον, λέγων, ἐν τῇ αὔριον ποιήσει Κύριος τὸ ῥῆμα τοῦτο ἐπὶ τῆς γῆς.
6第二天,耶和华就行这事。 埃及 的牲畜 几乎 都死了,只是 以色列 人的牲畜,一个都没有死。
6Καὶ ἐποίησε Κύριος τὸ ῥῆμα τοῦτο τῇ ἐπαύριον· καὶ ἐτελεύτησε πάντα τὰ κτήνη τῶν Αἰγυπτίων· ἀπὸ δὲ τῶν κτηνῶν τῶν υἱῶν Ἰσραὴλ οὐκ ἐτελεύτησεν οὐδέν.
7法老打发人去 看 ,谁知 以色列 人的牲畜连一个都没有死。法老的心却是固执,不容百姓去。
7Ἰδὼν δὲ Φαραὼ ὅτι οὐκ ἐτελεύτησεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν υἱῶν Ἰσραὴλ οὐδὲν, ἐβαρύνθη ἡ καρδία Φαραὼ, καὶ οὐκ ἐξαπέστειλε τὸν λαόν.
8耶和华吩咐 摩西 、 亚伦 说:「你们取几捧炉灰, 摩西 要在法老面前向天扬起来。
8Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν, λέγων, λάβετε ὑμεῖς πληρεῖς τὰς χεῖρας αἰθάλης καμιναίας, καὶ πασάτω Μωυσῆς εἰς τὸν οὐρανὸν ἐναντίον Φαραὼ, καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ.
9这灰要在 埃及 全地变作尘土,在人身上和牲畜身上成了起泡的疮。」
9Καὶ γενηθήτω κονιορτὸς ἐπὶ πᾶσαν τὴν γῆν Αἰγύπτου· καὶ ἔσται ἐπὶ τοὺς ἀνθρώπους, καὶ ἐπὶ τὰ τετράποδα, ἕλκη, φλυκτίδες ἀναζέουσαι ἔν τε τοῖς ἀνθρώποις, καὶ ἐν τοῖς τετράποσιν, ἐν πάσῃ γῇ Αἰγύπτου.
10摩西 、 亚伦 取了炉灰,站在法老面前。 摩西 向天扬起来,就在人身上和牲畜身上成了起泡的疮。
10Καὶ ἔλαβεν τὴν αἰθάλην τῆς καμιναίας ἐναντίον Φαραὼ, καὶ ἔπασεν αὐτὴν Μωυσῆς εἰς τὸν οὐρανόν· καὶ ἐγένετο ἕλκη, φλυκτίδες ἀναζέουσαι, ἔν τε τοῖς ἀνθρώποις, καὶ ἐν τοῖς τετράποσι.
11行法术的在 摩西 面前站立不住,因为在他们身上和一切 埃及 人身上都有这疮。
11Καὶ οὐκ ἠδύναντο οἱ φαρμακοὶ στῆναι ἐναντίον Μωυσῆ διὰ τὰ ἕλκη· ἐγένετο γὰρ τὰ ἕλκη ἐν τοῖς φαρμακοῖς, καὶ ἐν πάσῃ γῇ Αἰγύπτου.
12耶和华使法老的心刚硬,不听他们,正如耶和华对 摩西 所说的。
12Ἐσκλήρυνε δὲ Κύριος τὴν καρδίαν Φαραὼ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθὰ συνέταξε Κύριος.
13耶和华对 摩西 说:「你清早起来,站在法老面前,对他说:『耶和华— 希伯来 人的 神这样说:容我的百姓去,好事奉我。
13Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν, ὄρθρισον τὸ πρωῒ, καὶ στῆθι ἐναντίον Φαραὼ, καὶ ἐρεῖς πρὸς αὐτὸν, τάδε λέγει Κύριος ὁ Θεὸς τῶν Ἑβραίων, ἐξαπόστειλον τὸν λαόν μου, ἵνα λατρεύσωσί μοι.
14因为这一次我要叫一切的灾殃临到你和你臣仆并你百姓的身上,叫你知道在普天下没有像我的。
14Ἐν τῷ γὰρ νῦν καιρῷ ἐγὼ ἐξαποστέλλω πάντα τὰ συναντήματά μου εἰς τὴν καρδίαν σου, καὶ τῶν θεραπόντων σου, καὶ τοῦ λαοῦ σου, ἵνα εἴδῇς ὅτι οὐκ ἔστιν, ὡς ἐγὼ, ἄλλος ἐν πάσῃ τῇ γῇ.
15我若伸手用瘟疫攻击你和你的百姓,你早就从地上除灭了。
15Νῦν γὰρ ἀποστείλας τὴν χεῖρα πατάξω σε, καὶ τὸν λαόν σου θανατώσω, καὶ ἐκτριβήσῃ ἀπὸ τῆς γῆς.
16其实,我叫你存立,是特要向你显我的大能,并要使我的名传遍天下。
16Καὶ ἕνεκεν τούτου διετηρήθης, ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν ἰσχύν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.
17你还向我的百姓自高,不容他们去吗?
17Ἔτι οὖν σὺ ἐνποιῇ τοῦ λαοῦ μου, τοῦ μὴ ἐξαποστεῖλαι αὐτούς;
18到明天约在这时候,我必叫重大的冰雹降下,自从 埃及 开国以来,没有这样的冰雹。
18Ἰδοὺ ἐγὼ ὕω ταύτην τὴν ὥραν αὔριον χάλαζαν πολλὴν σφόδρα, ἥτις τοιαύτη οὐ γέγονεν ἐν Αἰγύπτῳ, ἀφʼ ἧς ἡμέρας ἔκτισται, ἕως τῆς ἡμέρας ταύτης.
19现在你要打发人把你的牲畜和你田间一切所有的催进来;凡在田间不收回家的,无论是人是牲畜,冰雹必降在他们身上,他们就必死。』」
19Νῦν οὖν κατάσπευσον συναγαγεῖν τὰ κτήνη σου, καὶ ὅσα σοι ἐστὶν ἐν τῷ πεδίῳ· πάντες γὰρ οἱ ἄνθρωποι, καὶ τὰ κτήνη, ὅσα σοί ἐστιν ἐν τῷ πεδίῳ· πὰντες γὰρ οἱ ἄνθρωποι, καὶ τὰ κτήνη, ὅσα ἐὰν εὑρεθῇ ἐν τοῖς πεδίοις, καὶ μὴ εἰσέλθῃ εἰς οἰκίαν, πεσῇ δὲ ἐπʼ αὐτὰ ἡ χάλαζα, τελευτήσει.
20法老的臣仆中,惧怕耶和华这话的,便叫他的奴仆和牲畜跑进家来。
20Ὁ φοβούμενος τὸ ῥῆμα Κυρίου τῶν θεραπόντων Φαραὼ, συνήγαγε τὰ κτήνη αὐτοῦ εἰς τοὺς οἴκους.
21但那不把耶和华这话放在心上的,就将他的奴仆和牲畜留在田里。
21Ὃς δὲ μὴ πρόσεσχεν τῇ διανοίᾳ εἰς τὸ ῥῆμα Κυρίου, ἀφῆκε τὰ κτήνη ἐν τοῖς πεδίοις.
22耶和华对 摩西 说:「你向天伸杖,使 埃及 遍地的人身上和牲畜身上,并田间各样菜蔬上,都有冰雹。」
22Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν, ἔκτεινον τὴν χεῖρά σου εἰς τὸν οὐρανὸν, καὶ ἔσται χάλαζα ἐπὶ πᾶσαν γῆν Αἰγύπτου, ἐπί τε τοὺς ἀνθρώπους, καὶ τὰ κτήνη, καὶ ἐπὶ πᾶσαν βοτάνην τὴν ἐπὶ τῆς γῆς.
23摩西 向天伸杖,耶和华就打雷下雹,有火闪到地上;耶和华下雹在 埃及 地上。
23Ἐξέτεινε δὲ Μωυσῆς τὴν χεῖρα εἰς τὸν οὐρανὸν, καὶ Κύριος ἔδωκε φωνὰς καὶ χάλαζαν· καὶ διέτρεχε τὸ πῦρ ἐπὶ τῆς γῆς· καὶ ἔβρεξε Κύριος χάλαζαν ἐπὶ πᾶσαν γῆν Αἰγύπτου.
24那时,雹与火搀杂,甚是厉害,自从 埃及 成国以来,遍地没有这样的。
24Ἦν δὲ ἡ χάλαζα καὶ τὸ πῦρ φλογίζον ἐν τῇ χαλάζῃ· ἡ δὲ χάλαζα πολλὴ σφόδρα, ἥτις τοιαύτη οὐ γέγονεν ἐν Αἰγύπτῳ, ἀφʼ ἧς ἡμέρας γεγένηται ἐπʼ αὐτῆς ἔθνος.
25在 埃及 遍地,雹击打了田间所有的人和牲畜,并一切的菜蔬,又打坏田间一切的树木。
25Ἐπάταξε δὲ ἡ χάλαζα ἐν πάσῃ γῇ Αἰγύπτου, ἀπὸ ἀνθρώπου ἕως κτήνους· καὶ πᾶσαν βοτάνην τὴν ἐν τῷ πεδίῳ ἐπάταξεν ἡ χάλαζα· καὶ πάντα τὰ ξύλα τὰ ἐν τοῖς πεδίοις συνέτριψεν ἡ χάλαζα.
26惟独 以色列 人所住的 歌珊 地没有冰雹。
26Πλὴν ἐν γῇ Γεσὲμ, οὗ ἦσαν οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ἐγένετο ἡ χάλαζα.
27法老打发人召 摩西 、 亚伦 来,对他们说:「这一次我犯了罪了。耶和华是公义的;我和我的百姓是邪恶的。
27Ἀποστείλας δὲ Φαραὼ ἐκάλεσε Μωυσῆν καὶ Ἀαρὼν, καὶ εἶπεν αὐτοῖς, ἡμάρτηκα τὸ νῦν· ὁ Κύριος δίκαιος, ἐγὼ δὲ καὶ ὁ λαός μου ἀσεβεῖς.
28这雷轰和冰雹已经够了。请你们求耶和华,我就容你们去,不再留住你们。」
28Εὔξασθε οὖν περὶ ἐμοῦ πρὸς Κύριον, καὶ παυσάσθω τοῦ γενηθῆναι φωνὰς Θεοῦ, καὶ χάλαζαν, καὶ πῦρ· καὶ ἐξαποστελῶ ὑμᾶς, καὶ οὐκέτι προστεθήσεσθε μένειν.
29摩西 对他说:「我一出城,就要向耶和华举手 祷告 ;雷必止住,也不再有冰雹,叫你知道全地都是属耶和华的。
29Εἶπε δὲ αὐτῷ Μωυσῆς, ὡς ἂν ἐξέλθω τὴν πόλιν, ἐκπετάσω τὰς χεῖράς μου πρὸς τὸν Κύριον, καὶ αἱ φωναὶ παύσονται, καὶ ἡ χὰλαζα καὶ ὁ ὑετὸς οὐκ ἔσται ἔτι, ἵνα γνῷς ὅτι τοῦ Κυρίου ἡ γῆ.
30至于你和你的臣仆,我知道你们还是不惧怕耶和华 神。」(
30Καὶ σὺ καὶ οἱ θεράποντές σου, ἐπίσταμαι ὅτι οὐδέπω πεφόβησθε τὸν Κύριον.
31那时,麻和大麦被 雹 击打;因为大麦已经吐穗,麻也开了花。
31Τὸ δὲ λίνον καὶ ἡ κριθὴ ἐπλήγη· ἡ γὰρ κριθὴ παρεστηκυῖα, τὸ δὲ λίνον σπερματίζον.
32只是小麦和粗麦没有被击打,因为还没有长成。)
32Ὁ δὲ πυρὸς καὶ ἡ ὀλύρα οὐκ ἐπληγησαν, ὄψιμα γὰρ ἦν.
33摩西 离了法老出城,向耶和华举手 祷告 ;雷和雹就止住,雨也不再浇在地上了。
33Ἐξῆλθε δὲ Μωυσῆς ἀπὸ Φαραὼ ἐκτὸς τῆς πόλεως, καὶ ἐξέτεινε τὰς χεῖρας πρὸς Κύριον· καὶ αἱ φωναὶ ἐπαύσαντο, καὶ ἡ χάλαζα καὶ ὁ ὑετὸς οὐκ ἔσταξεν ἔτι ἐπὶ τὴν γῆν.
34法老见雨和雹与雷止住,就越发犯罪;他和他的臣仆都硬着心。
34Ἰδὼν δὲ Φαραὼ ὅτι πέπαυται ὁ ὑετὸς καὶ ἡ χάλαζα καὶ αἱ φωναὶ, προσέθετο τοῦ ἁμαρτάνειν· καὶ ἐβάρυνεν αὐτοῦ τὴν καρδίαν, καὶ τῶν θεραπόντων αὐτοῦ.
35法老的心刚硬,不容 以色列 人去,正如耶和华借着 摩西 所说的。
35Καὶ ἐσκληρύνθη ἡ καρδία Φαραὼ, καὶ οὐκ ἐξαπέστειλε τοὺς υἱοὺς Ἰσραὴλ, καθάπερ ἐλάλησε Κύριος τῷ Μωυσῇ.

Tip: use the ← and → keys to turn chapters.