申命记
Chapter 6
Chinese Union Version, p…
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Greek Old Testament), second edition
1「这是耶和华—你们 神所吩咐教训你们的诫命、律例、典章,使你们在所要过去得为业的地上遵行,
1ΚΑΙ αὗται αἱ ἐντολαὶ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐνετείλατο Κύριος ὁ Θεὸς ἡμῶν διδάξαι ὑμᾶς ποιεῖν οὕτως ἐν τῇ γῇ, εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομῆσαι αὐτήν,
2好叫你和你子子孙孙一生敬畏耶和华—你的 神,谨守他的一切律例诫命,就是我所吩咐你的,使你的日子得以长久。
2ἵνα φοβῆσθε Κύριον τὸν Θεὸν ὑμῶν, φυλάσσεσθαι πάντα τὰ δικαιώματα αὐτοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, σὺ καὶ οἱ υἱοί σου καὶ οἱ υἱοὶ τῶν υἱῶν σου πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, ἵνα μακροημερεύσητε.
3以色列 啊,你要听,要谨守遵行,使你可以在那流奶与蜜之地得以享福,人数极其增多,正如耶和华—你列祖的 神所应许你的。
3καὶ ἄκουσον, Ἰσραήλ, καὶ φύλαξον ποιεῖν, ὅπως εὖ σοι ᾖ καὶ ἵνα πληθυνθῆτε σφόδρα, καθάπερ ἐλάλησε Κύριος ὁ Θεὸς τῶν πατέρων σου δοῦναί σοι γῆν ρέουσαν γάλα καὶ μέλι. καὶ ταῦτα τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐνετείλατο Κύριος τοῖς υἱοῖς Ἰσραὴλ ἐν τῇ ἐρήμῳ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου.
4「 以色列 啊,你要听!耶和华—我们 神是独一的主。
4Ἄκουε, Ἰσραήλ· Κύριος ὁ Θεὸς ἡμῶν Κύριος εἷς ἐστι·
5你要尽心、尽性、尽力爱耶和华—你的 神。
5καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς δυνάμεώς σου.
6我今日所吩咐你的话都要记在心上,
6καὶ ἔσται τὰ ρήματα ταῦτα, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐν τῇ καρδίᾳ σου καὶ ἐν ψυχῇ σου·
7也要殷勤教训你的儿女。无论你坐在家里,行在路上,躺下,起来,都要谈论。
7καὶ προβιβάσεις αὐτὰ τοὺς υἱούς σου, καὶ λαλήσεις ἐν αὐτοῖς καθήμενος ἐν οἴκῳ καὶ πορευόμενος ἐν ὁδῷ καὶ κοιταζόμενος καὶ διανιστάμενος·
8也要系在手上为记号,戴在额上为经文;
8καὶ ἀφάψεις αὐτὰ εἰς σημεῖον ἐπὶ τῆς χειρός σου, καὶ ἔσται ἀσάλευτον πρὸ ὀφθαλμῶν σου·
9又要写在你房屋的门框上,并你的城门上。」
9καὶ γράψετε αὐτὰ ἐπὶ τὰς φλιὰς τῶν οἰκιῶν ὑμῶν καὶ τῶν πυλῶν ὑμῶν.
10「耶和华—你的 神领你进他向你列祖 亚伯拉罕 、 以撒 、 雅各 起誓应许给你的地。那里有城邑,又大又美,非你所建造的;
10Καὶ ἔσται ὅταν εἰσαγάγῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν, ἣν ὤμοσε τοῖς πατράσι σου, τῷ Ἁβραὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ δοῦναί σοι, πόλεις μεγάλας καὶ καλάς, ἃς οὐκ ᾠκοδόμησας,
11有房屋,装满各样美物,非你所装满的;有凿成的水井,非你所凿成的;还有葡萄园、橄榄园,非你所栽种的;你吃了而且饱足。
11οἰκίας πλήρεις πάντων ἀγαθῶν ἃς οὐκ ἐνέπλησας, λάκκους λελατομημένους, οὓς οὐκ ἐξελατόμησας, ἀμπελῶνας καὶ ἐλαιῶνας, οὓς οὐ κατεφύτευσας, καὶ φαγὼν καὶ ἐμπλησθεὶς
12那时你要谨慎,免得你忘记将你从 埃及 地、为奴之家领出来的耶和华。
12πρόσεχε σεαυτῷ, μὴ ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας.
13你要敬畏耶和华—你的 神,事奉他,指着他的名起誓。
13Κύριον τὸν Θεόν σου φοβηθήσῃ καὶ αὐτῷ μόνῳ λατρεύσεις καὶ πρὸς αὐτὸν κολληθήσῃ καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ.
14不可随从别神,就是你们四围国民的神;
14οὐ πορεύεσθε ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ ὑμῶν,
15因为在你们中间的耶和华—你 神是忌邪的 神,惟恐耶和华—你 神的怒气向你发作,就把你从地上除灭。
15ὅτι ὁ Θεὸς ζηλωτὴς Κύριος ὁ Θεός σου ἐν σοί, μὴ ὀργισθεὶς θυμῷ Κύριος ὁ Θεός σού σοι ἐξολοθρεύσῃ σε ἀπὸ προσώπου τῆς γῆς.
16「你们不可试探耶和华—你们的 神,像你们在 玛撒 那样试探他。
16οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου, ὃν τρόπον ἐξεπειράσατε ἐν τῷ Πειρασμῷ.
17要留意遵守耶和华—你们 神所吩咐的诫命、法度、律例。
17φυλάσσων φυλάξῃ τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ σου, τὰ μαρτύρια καὶ τὰ δικαιώματα, ὅσα ἐνετείλατό σοι·
18耶和华眼中看为正、看为善的,你都要遵行,使你可以享福,并可以进去得耶和华向你列祖起誓应许的那美地,
18καὶ ποιήσεις τὸ ἀρεστὸν καὶ τὸ καλὸν ἔναντι Κυρίου τοῦ Θεοῦ σου, ἵνα εὖ σοι γένηται καὶ εἰσέλθῃς καὶ κληρονομήσῃς τὴν γῆν τὴν ἀγαθήν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν,
19照耶和华所说的,从你面前撵出你的一切仇敌。
19ἐκδιῶξαι πάντας τοὺς ἐχθρούς σου πρὸ προσώπου σου, καθὰ ἐλάλησε Κύριος.
20「日后,你的儿子问你说:『耶和华—我们 神吩咐你们的这些法度、律例、典章是什么意思呢?』
20Καὶ ἔσται ὅταν ἐρωτήσῃ σε ὁ υἱός σου αὔριον λέγων· τί ἐστι τὰ μαρτύρια καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐνετείλατο Κύριος ὁ Θεὸς ἡμῶν ἡμῖν;
21你就告诉你的儿子说:『我们在 埃及 作过法老的奴仆;耶和华用大能的手将我们从 埃及 领出来,
21καὶ ἐρεῖς τῷ υἱῷ σου· οἰκέται ἦμεν τῷ Φαραὼ ἐν γῇ Αἰγύπτῳ, καὶ ἐξήγαγεν ἡμᾶς Κύριος ἐκεῖθεν ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ.
22在我们眼前,将重大可怕的神迹奇事施行在 埃及 地和法老并他全家的身上,
22καὶ ἔδωκε Κύριος σημεῖα καὶ τέρατα μεγάλα καὶ πονηρὰ ἐν Αἰγύπτῳ ἐν Φαραὼ καὶ ἐν τῷ οἴκῳ αὐτοῦ ἐνώπιον ἡμῶν·
23将我们从那里领出来,要领我们进入他向我们列祖起誓应许之地,把这地赐给我们。
23καὶ ἡμᾶς ἐξήγαγεν ἐκεῖθεν δοῦναι ἡμῖν τὴν γῆν ταύτην, ἣν ὤμοσε δοῦναι τοῖς πατράσιν ἡμῶν.
24耶和华又吩咐我们遵行这一切律例,要敬畏耶和华—我们的 神,使我们常得好处,蒙他保全我们的生命,像今日一样。
24καὶ ἐνετείλατο ἡμῖν Κύριος ποιεῖν πάντα τὰ δικαιώματα ταῦτα φοβεῖσθαι Κύριον τὸν Θεὸν ἡμῶν, ἵνα εὖ ᾖ ἡμῖν πάσας τὰς ἡμέρας, ἵνα ζῶμεν ὥσπερ καὶ σήμερον.
25我们若照耶和华—我们 神所吩咐的一切诫命谨守遵行,这就是我们的义了。』」
25καὶ ἐλεημοσύνη ἔσται ἡμῖν, ἐὰν φυλασσώμεθα ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας ἐναντίον Κυρίου τοῦ Θεοῦ ἡμῶν, καθὰ ἐνετείλατο ἡμῖν.

Tip: use the ← and → keys to turn chapters.