申命记 28
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Greek Old Testament), second edition
1「你若留意听从耶和华—你 神的话,谨守遵行他的一切诫命,就是我今日所吩咐你的,他必使你超乎天下万民之上。
1ΚΑΙ ἔσται ὡς ἂν διαβῆτε τὸν Ἰορδάνην εἰς τὴν γῆν ἣν Κύριος ὁ Θεὸς ὑμῶν δίδωσιν ὑμῖν, ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας, ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ δώσει σε Κύριος ὁ Θεός σου ὑπεράνω πάντων τῶν ἐθνῶν τῆς γῆς,
2你若听从耶和华—你 神的话,这以下的福必追随你,临到你身上:
2καὶ ἥξουσιν ἐπὶ σὲ πᾶσαι αἱ εὐλογίαι αὗται καὶ εὑρήσουσί σε, ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου.
3你在城里必蒙福,在田间也必蒙福。
3εὐλογημένος σὺ ἐν πόλει καὶ εὐλογημένος σὺ ἐν ἀγρῷ·
4你身所生的,地所产的,牲畜所下的,以及牛犊、羊羔,都必蒙福。
4εὐλογημένα τὰ ἔκγονα τῆς κοιλίας σου καὶ τὰ γενήματα τῆς γῆς σου καὶ τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου·
5你的筐子和你的抟面盆都必蒙福。
5εὐλογημέναι αἱ ἀποθῆκαί σου καὶ τὰ ἐγκαταλείμματά σου·
6你出也蒙福,入也蒙福。
6εὐλογημένος σὺ ἐν τῷ εἰσπορεύεσθαί σε, καὶ εὐλογημένος σὺ ἐν τῷ ἐκπορεύεσθαί σε.
7「仇敌起来攻击你,耶和华必使他们在你面前被你杀败;他们从一条路来攻击你,必从七条路逃跑。
7παραδῷ Κύριος ὁ Θεός σου τοὺς ἐχθρούς σου τοὺς ἀνθεστηκότας σοι συντετριμμένους πρὸ προσώπου σου· ὁδῷ μιᾷ ἐξελεύσονται πρὸς σὲ καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξονται ἀπὸ προσώπου σου.
8在你仓房里,并你手所办的一切事上,耶和华所命的福必临到你。耶和华—你 神也要在所给你的地上赐福与你。
8ἀποστείλαι Κύριος ἐπὶ σὲ τὴν εὐλογίαν ἐν τοῖς ταμιείοις σου καὶ ἐπὶ πάντα, οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου, ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι.
9你若谨守耶和华—你 神的诫命,遵行他的道,他必照着向你所起的誓立你作为自己的圣民。
9ἀναστήσαι σε Κύριος ἑαυτῷ λαὸν ἅγιον, ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου, ἐὰν ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου καὶ πορευθῇς ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ·
10天下万民见你归在耶和华的名下,就要惧怕你。
10καὶ ὄψονταί σε πάντα τὰ ἔθνη τῆς γῆς, ὅτι τὸ ὄνομα Κυρίου ἐπικέκληταί σοι, καὶ φοβηθήσονταί σε.
11你在耶和华向你列祖起誓应许赐你的地上,他必使你身所生的,牲畜所下的,地所产的,都绰绰有余。
11καὶ πληθυνεῖ σε Κύριος ὁ Θεός σου εἰς ἀγαθὰ ἐν τοῖς ἐκγόνοις τῆς κοιλίας σου, καὶ ἐπὶ τοῖς ἐκγόνοις τῶν κτηνῶν σου καὶ ἐπὶ τοῖς γενήμασι τῆς γῆς σου, ἐπὶ τῆς γῆς σου ἧς ὤμοσε Κύριος τοῖς πατράσι σου δοῦναί σοι.
12耶和华必为你开天上的府库,按时降雨在你的地上。在你手里所办的一切事上赐福与你。你必借给许多国民,却不致向他们借贷。
12ἀνοίξαι σοι Κύριος τὸν θησαυρὸν αὐτοῦ τὸν ἀγαθόν, τὸν οὐρανόν, δοῦναι τὸν ὑετόν τῇ γῇ σου ἐπὶ καιροῦ αὐτοῦ· εὐλογήσαι πάντα τὰ ἔργα τῶν χειρῶν σου, καὶ δανειεῖς ἔθνεσι πολλοῖς, σὺ δὲ οὐ δανειῇ, καὶ ἄρξεις σὺ ἐθνῶν πολλῶν, σοῦ δὲ οὐκ ἄρξουσι.
13你若听从耶和华—你 神的诫命,就是我今日所吩咐你的,谨守遵行,不偏左右,也不随从事奉别神,耶和华就必使你作首不作尾,但居上不居下。」
13καταστήσαι σε Κύριος ὁ Θεός σου εἰς κεφαλὴν καὶ μὴ εἰς οὐράν, καὶ ἔσῃ τότε ἐπάνω καὶ οὐκ ἔσῃ ὑποκάτω, ἐὰν ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον φυλάσσειν καὶ ποιεῖν·
no verse 14 in this text
14οὐ παραβήσῃ ἀπὸ πασῶν τῶν ἐντολῶν, ὧν ἐγὼ ἐντέλλομαί σοι σήμερον, δεξιὰ οὐδὲ ἀριστερὰ πορεύεσθαι ὀπίσω θεῶν ἑτέρων λατρεύειν αὐτοῖς.
15「你若不听从耶和华—你 神的话,不谨守遵行他的一切诫命律例,就是我今日所吩咐你的,这以下的咒诅都必追随你,临到你身上:
15Καὶ ἔσται ἐὰν μὴ εἰσακούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ ἐλεύσονται ἐπὶ σὲ πᾶσαι αἱ κατάραι αὗται καὶ καταλήψονταί σε.
16你在城里必受咒诅,在田间也必受咒诅。
16ἐπικατάρατος σὺ ἐν πόλει, καὶ ἐπικατάρατος σὺ ἐν ἀγρῷ·
17你的筐子和你的抟面盆都必受咒诅。
17ἐπικατάρατοι αἱ ἀποθῆκαί σου καὶ τὰ ἐγκαταλείμματά σου·
18你身所生的,地所产的,以及牛犊、羊羔,都必受咒诅。
18ἐπικατάρατα τὰ ἔκγονα τῆς κοιλίας σου καὶ τὰ γενήματα τῆς γῆς σου, τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου·
19你出也受咒诅,入也受咒诅。
19ἐπικατάρατος σὺ ἐν τῷ εἰσπορεύεσθαί σε καὶ ἐπικατάρατος σὺ ἐν τῷ ἐκπορεύεσθαί σε.
20耶和华因你行恶离弃他,必在你手里所办的一切事上,使咒诅、扰乱、责罚临到你,直到你被毁灭,速速地灭亡。
20ἀποστείλαι Κύριος ἐπὶ σὲ τὴν ἔνδειαν καὶ τὴν ἐκλιμίαν καὶ τὴν ἀνάλωσιν ἐπὶ πάντα, οὗ ἐὰν ἐπιβάλῃς τὴν χεῖρά σου, ἕως ἂν ἐξολοθρεύσῃ σε καὶ ἕως ἂν ἀπολέσῃ σε ἐν τάχει διὰ τὰ πονηρὰ ἐπιτηδεύματά σου, διότι ἐγκατέλιπές με.
21耶和华必使瘟疫贴在你身上,直到他将你从所进去得为业的地上灭绝。
21προσκολλήσαι Κύριος εἰς σὲ τὸν θάνατον, ἕως ἂν ἐξαναλώσῃ σε ἐπὶ τῆς γῆς, εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν.
22耶和华要用痨病、热病、火症、疟疾、刀剑、旱 风 、霉烂攻击你。这都要追赶你,直到你灭亡。
22πατάξαι σε Κύριος ἐν ἀπορίᾳ καὶ πυρετῷ καὶ ρίγει καὶ ἐρεθισμῷ καὶ ἀνεμοφθορίᾳ καὶ τῇ ὤχρᾳ, καὶ καταδιώξονταί σε, ἕως ἂν ἀπολέσωσί σε.
23你头上的天要变为铜,脚下的地要变为铁。
23καὶ ἔσται σοι ὁ οὐρανὸς ὁ ὑπὲρ κεφαλῆς σου χαλκοῦς, καὶ ἡ γῆ ἡ ὑποκάτω σου σιδηρᾶ.
24耶和华要使那降在你地上的雨变为尘沙,从天临在你身上,直到你灭亡。
24δῴη Κύριος ὁ Θεός σου τὸν ὑετὸν τῆς γῆς σου κονιορτόν, καὶ χοῦς ἐκ τοῦ οὐρανοῦ καταβήσεται ἐπὶ σέ, ἕως ἂν ἐκτρίψῃ σε καὶ ἕως ἂν ἀπολέσῃ σε ἐν τάχει.
25「耶和华必使你败在仇敌面前,你从一条路去攻击他们,必从七条路逃跑。你必在天下万国中抛来抛去。
25δῴη σε Κύριος ἐπισκοπὴν ἐναντίον τῶν ἐχθρῶν σου· ἐν ὁδῷ μιᾷ ἐξελεύσῃ πρὸς αὐτούς, καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξῃ ἀπὸ προσώπου αὐτῶν· καὶ ἔσῃ ἐν διασπορᾷ ἐν πάσαις βασιλείαις τῆς γῆς.
26你的尸首必给空中的飞鸟和地上的走兽作食物,并无人哄赶。
26καὶ ἔσονται οἱ νεκροὶ ὑμῶν κατάβρωμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ οὐκ ἔσται ὁ ἀποσοβῶν.
27耶和华必用 埃及 人的疮并痔疮、牛皮癣与疥攻击你,使你不能医治。
27πατάξαι σε Κύριος ἕλκει Αἰγυπτίῳ εἰς τὴν ἕδραν καὶ ψώρᾳ ἀγρίᾳ καὶ κνήφῃ, ὥστε μὴ δύνασθαί σε ἰαθῆναι.
28耶和华必用癫狂、眼瞎、心惊攻击你。
28πατάξαι σε Κύριος παραπληξίᾳ καὶ ἀορασίᾳ καὶ ἐκστάσει διανοίας,
29你必在午间摸索,好像瞎子在暗中摸索一样。你所行的必不亨通,时常遭遇欺压、抢夺,无人搭救。
29καὶ ἔσῃ ψηλαφῶν μεσημβρίας, ὡσεί τις ψηλαφήσαι τυφλὸς ἐν τῷ σκότει, καὶ οὐκ εὐοδώσει τὰς ὁδούς σου· καὶ ἔσῃ τότε ἀδικούμενος καὶ διαρπαζόμενος πάσας τὰς ἡμέρας, καὶ οὐκ ἔσται σοι ὁ βοηθῶν.
30你聘定了妻,别人必与她同房;你建造房屋,不得住在其内;你栽种葡萄园,也不得用其中的果子。
30γυναῖκα λήψῃ, καὶ ἀνὴρ ἕτερος ἕξει αὐτήν· οἰκίαν οἰκοδομήσεις, καὶ οὐκ οἰκήσεις ἐν αὐτῇ· ἀμπελῶνα φυτεύσεις, καὶ οὐ μὴ τρυγήσῃς αὐτόν·
31你的牛在你眼前宰了,你必不得吃它的肉;你的驴在你眼前被抢夺,不得归还;你的羊归了仇敌,无人搭救。
31ὁ μόσχος σου ἐσφαγμένος ἐναντίον σου, καὶ οὐ φάγῃ ἐξ αὐτοῦ· ὁ ὄνος σου ἡρπασμένος ἀπὸ σοῦ, καὶ οὐκ ἀποδοθήσεταί σοι· τὰ πρόβατά σου δεδομένα τοῖς ἐχθροῖς σου, καὶ οὐκ ἔσται σοι ὁ βοηθῶν·
32你的儿女必归与别国的民;你的眼目终日切望,甚至失明,你手中无力拯救。
32οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου δεδομέναι ἔθνει ἑτέρῳ καὶ οἱ ὀφθαλμοί σου βλέψονται σφακελίζοντες εἰς αὐτά, οὐκ ἰσχύσει ἡ χείρ σου·
33你的土产和你劳碌得来的,必被你所不认识的国民吃尽。你时常被欺负,受压制,
33τὰ ἐκφόρια τῆς γῆς σου καὶ πάντας τοὺς πόνους σου φάγεται ἔθνος, ὃ οὐκ ἐπίστασαι, καὶ ἔσῃ ἀδικούμενος καὶ τεθραυσμένος πάσας τὰς ἡμέρας·
34甚至你因眼中所看见的,必致疯狂。
34καὶ ἔσῃ παράκλητος διὰ τὰ ὁράματα τῶν ὀφθαλμῶν σου, ἃ βλέψῃ.
35耶和华必攻击你,使你膝上腿上,从脚掌到头顶,长毒疮无法医治。
35πατάξαι σε Κύριος ἐν ἕλκει πονηρῷ ἐπὶ τὰ γόνατα καὶ ἐπὶ τὰς κνήμας, ὥστε μὴ δύνασθαι ἰαθῆναί σε ἀπὸ ἴχνους τῶν ποδῶν σου ἕως τῆς κορυφῆς σου.
36「耶和华必将你和你所立的王领到你和你列祖素不认识的国去;在那里你必事奉木头石头的神。
36ἀπαγάγοι Κύριός σε καὶ τοὺς ἄρχοντάς σου, οὓς ἂν καταστήσῃς ἐπὶ σεαυτόν, ἐπ᾿ ἔθνος, ὃ οὐκ ἐπίστασαι σὺ καὶ οἱ πατέρες σου, καὶ λατρεύσεις ἐκεῖ θεοῖς ἑτέροις, ξύλοις καὶ λίθοις.
37你在耶和华领你到的各国中,要令人惊骇、笑谈、讥诮。
37καὶ ἔσῃ ἐκεῖ ἐν αἰνίγματι καὶ παραβολῇ καὶ διηγήματι ἐν πᾶσι τοῖς ἔθνεσιν, εἰς οὓς ἂν ἀπαγάγῃ σε Κύριος ἐκεῖ.
38你带到田间的种子虽多,收进来的却少,因为被蝗虫吃了。
38σπέρμα πολὺ ἐξοίσεις εἰς τὸ πεδίον καὶ ὀλίγα εἰσοίσεις, ὅτι κατέδεται αὐτὰ ἡ ἀκρίς.
39你栽种、修理葡萄园,却不得收 葡萄 ,也不得喝 葡萄 酒,因为被虫子吃了。
39ἀμπελῶνα φυτεύσεις καὶ κατεργᾷ, καὶ οἶνον οὐ πίεσαι, οὐδὲ εὐφρανθήσῃ ἐξ αὐτοῦ, ὅτι καταφάγεται αὐτὰ ὁ σκώληξ.
40你全境有橄榄树,却不得其油抹身,因为树上的橄榄不熟自落了。
40ἐλαῖαι ἔσονταί σοι ἐν πᾶσι τοῖς ὁρίοις σου, καὶ ἔλαιον οὐ χρίσῃ, ὅτι ἐκρυήσεται ἡ ἐλαία σου.
41你生儿养女,却不算是你的,因为必被掳去。
41υἱοὺς καὶ θυγατέρας γεννήσεις καὶ οὐκ ἔσονταί σοι, ἀπελεύσονται γὰρ ἐν αἰχμαλωσίᾳ.
42你所有的树木和你地里的出产必被蝗虫所吃。
42πάντα τὰ ξύλινά σου καὶ τὰ γενήματα τῆς γῆς σου ἐξαναλώσει ἡ ἐρισύβη.
43在你中间寄居的,必渐渐上升,比你高而又高;你必渐渐下降,低而又低。
43ὁ προσήλυτος, ὅς ἐστιν ἐν σοί, ἀναβήσεται ἐπὶ σὲ ἄνω ἄνω, σὺ δὲ καταβήσῃ κάτω κάτω·
44他必借给你,你却不能借给他;他必作首,你必作尾。
44οὗτος δανειεῖ σοι, σὺ δὲ τούτῳ οὐ δανειεῖς, σὺ δὲ τούτῳ οὐ δανειεῖς· οὗτος ἔσται κεφαλή, σὺ δὲ ἔσῃ οὐρά.
45这一切咒诅必追随你,赶上你,直到你灭亡;因为你不听从耶和华—你 神的话,不遵守他所吩咐的诫命律例。
45καὶ ἐλεύσονται ἐπί σὲ πᾶσαι αἱ κατάραι αὗται καὶ καταδιώξονταί σε καὶ καταλήψονταί σε, ἕως ἂν ἐξολοθρεύσῃ σε καὶ ἓως ἂν ἀπολέσῃ σε, ὅτι οὐκ εἰσήκουσας τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, φυλάξαι τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα, ὅσα ἐνετείλατό σοι.
46这些咒诅必在你和你后裔的身上成为异迹奇事,直到永远!
46καὶ ἔσται ἐν σοὶ σημεῖα καὶ τέρατα ἐν τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος,
47「因为你富有的时候,不欢心乐意地事奉耶和华—你的 神,
47ἀνθ᾿ ὧν οὐκ ἐλάτρευσας Κυρίῳ τῷ Θεῷ σου ἐν εὐφροσύνῃ καὶ ἀγαθῇ διανοίᾳ διὰ τὸ πλῆθος πάντων.
48所以你必在饥饿、干渴、赤露、缺乏之中事奉耶和华所打发来攻击你的仇敌。他必把铁轭加在你的颈项上,直到将你灭绝。
48καὶ λατρεύσεις τοῖς ἐχθροῖς σου, οὓς ἐξαποστελεῖ Κύριος ἐπὶ σέ, ἐν λιμῷ καὶ ἐν δίψει καὶ ἐν γυμνότητι καὶ ἐν ἐκλείψει πάντων· καὶ ἐπιθήσῃ κλοιὸν σιδηροῦν ἐπὶ τὸν τράχηλόν σου, ἕως ἂν ἐξολοθρεύσῃ σε.
49「耶和华要从远方、地极带一国的民,如鹰飞来攻击你。这民的言语,你不懂得。
49ἐπάξει ἐπὶ σὲ Κύριος ἔθνος μακρόθεν ἀπ᾿ ἐσχάτου τῆς γῆς ὡσεί ὅρμημα ἀετοῦ, ἔθνος, ὃ οὐκ ἀκούσῃ τῆς φωνῆς αὐτοῦ,
50这民的面貌凶恶,不顾恤年老的,也不恩待年少的。
50ἔθνος ἀναιδὲς προσώπῳ, ὅστις οὐ θαυμάσει πρόσωπον πρεσβύτου καὶ νέον οὐκ ἐλεήσει,
51他们必吃你牲畜所下的和你地土所产的,直到你灭亡。你的五谷、新酒,和油,以及牛犊、羊羔,都不给你留下,直到将你灭绝。
51καὶ κατέδεται τὰ ἔκγονα τῶν κτηνῶν σου καὶ τὰ γενήματα τῆς γῆς σου, ὥστε μὴ καταλιπεῖν σοι σῖτον, οἶνον, ἔλαιον, τὰ βουκόλια τῶν βοῶν σου, καὶ τὰ ποίμνια τῶν προβάτων σου, ἕως ἂν ἀπολέσῃ σε
52他们必将你困在你各城里,直到你所倚靠、高大坚固的城墙都被攻塌。他们必将你困在耶和华—你 神所赐你遍地的各城里。
52καὶ ἐκτρίψῃ σε ἐν ταῖς πόλεσί σου, ἕως ἂν καθαιρεθῶσι τὰ τείχη τὰ ὑψηλὰ καὶ τὰ ὀχυρά, ἐφ᾿ οἷς σὺ πέποιθας ἐπ᾿ αὐτοῖς, ἐν πάσῃ τῇ γῇ σου, καὶ θλίψει σε ἐν ταῖς πόλεσί σου, αἷς ἔδωκέ σοι.
53你在仇敌围困窘迫之中,必吃你本身所生的,就是耶和华—你 神所赐给你的儿女之肉。
53καὶ φαγῇ τὰ ἔκγονα τῆς κοιλίας σου, κρέα υἱῶν σου καὶ θυγατέρων σου, ὅσα ἔδωκέ σοι Κύριος ὁ Θεός σου, ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου, ᾗ θλίψει σε ὁ ἐχθρός σου.
54你们中间,柔弱娇嫩的人必恶眼看他弟兄和他怀中的妻,并他余剩的儿女;
54ὁ ἁπαλὸς ὁ ἐν σοὶ καὶ ὁ τρυφερὸς σφόδρα βασκανεῖ τῷ ὀφθαλμῷ τὸν ἀδελφὸν καὶ τὴν γυναῖκα τὴν ἐν τῷ κόλπῳ αὐτοῦ καὶ τὰ καταλελειμμένα τέκνα, ἃ ἂν καταλειφθῇ αὐτῷ,
55甚至在你受仇敌围困窘迫的城中,他要吃儿女的肉,不肯分一点给他的亲人,因为他一无所剩。
55ὥστε δοῦναι ἑνὶ αὐτῶν ἀπὸ τῶν σαρκῶν τῶν τέκνων αὐτοῦ, ὧν ἂν κατέσθῃ, διὰ τὸ μὴ καταλειφθῆναι αὐτῷ οὐδὲν ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου, ᾗ ἂν θλίψωσί σε οἱ ἐχθροί σου ἐν πάσαις ταῖς πόλεσί σου.
56你们中间,柔弱娇嫩的妇人,是因娇嫩柔弱不肯把脚踏地的,必恶眼看她怀中的丈夫和她的儿女。
56καὶ ἡ ἁπαλὴ ἐν ὑμῖν καὶ ἡ τρυφερά, ἧς οὐχὶ πεῖραν ἔλαβεν ὁ ποὺς αὐτῆς βαίνειν ἐπὶ τῆς γῆς διὰ τὴν τρυφερότητα καὶ διὰ τὴν ἁπαλότητα, βασκανεῖ τῷ ὀφθαλμῷ αὐτῆς τὸν ἄνδρα αὐτῆς τὸν ἐν κόλπῳ αὐτῆς καὶ τὸν υἱὸν καὶ τὴν θυγατέρα αὐτῆς
57她两腿中间出来的婴孩与她所要生的儿女,她因缺乏一切就要在你受仇敌围困窘迫的城中将他们暗暗地吃了。
57καὶ τὸ χόριον αὐτῆς τὸ ἐξελθὸν διὰ τῶν μηρῶν αὐτῆς καὶ τὸ τέκνον, ὃ ἐὰν τέκῃ· καταφάγεται γὰρ αὐτὰ διά τὴν ἔνδειαν πάντων κρυφῇ ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου, ᾗ θλίψει σε ὁ ἐχθρός σου ἐν ταῖς πόλεσί σου.
58「这书上所写律法的一切话是叫你敬畏耶和华—你 神可荣可畏的名。你若不谨守遵行,耶和华就必将奇灾,就是至大至长的灾,至重至久的病,加在你和你后裔的身上,
58ἐὰν μὴ εἰσακούσῃς ποιεῖν πάντα τὰ ρήματα τοῦ νόμου τούτου τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ φοβεῖσθαι τὸ ὄνομα τὸ ἔντιμον τὸ θαυμαστὸν τοῦτο, Κύριον τὸν Θεόν σου,
no verse 59 in this text
59καὶ παραδοξάσει Κύριος τὰς πληγάς σου καὶ τὰς πληγὰς τοῦ σπέρματός σου, πληγὰς μεγάλας καὶ θαυμαστάς, καὶ νόσους πονηρὰς καὶ πιστὰς
60也必使你所惧怕、 埃及 人的病都临到你,贴在你身上,
60καὶ ἐπιστρέψει πᾶσαν τὴν ὀδύνην Αἰγύπτου τὴν πονηράν, ἣν διευλαβοῦ ἀπὸ προσώπου αὐτῶν, καὶ κολληθήσονται ἐν σοί.
61又必将没有写在这律法书上的各样疾病、灾殃降在你身上,直到你灭亡。
61καὶ πᾶσαν μαλακίαν καὶ πᾶσαν πληγὴν τὴν μὴ γεγραμμένην καὶ πᾶσαν τὴν γεγραμμένην ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου ἐπάξει Κύριος ἐπὶ σέ, ἕως ἂν ἐξολοθρεύσῃ σε.
62你们先前虽然像天上的星那样多,却因不听从耶和华—你 神的话,所剩的人数就稀少了。
62καὶ καταλειφθήσεσθε ἐν ἀριθμῷ βραχεῖ, ἀνθ᾿ ὧν ὅτι ἦτε ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, ὅτι οὐκ εἰσήκουσας τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου.
63先前耶和华怎样喜悦善待你们,使你们众多,也要照样喜悦毁灭你们,使你们灭亡;并且你们从所要进去得的地上必被拔除。
63καὶ ἔσται ὃν τρόπον εὐφράνθη Κύριος ἐφ᾿ ὑμῖν εὖ ποιῆσαι ὑμᾶς καὶ πληθῦναι ὑμᾶς, οὕτως εὐφρανθήσεται Κύριος ἐφ᾿ ὑμῖν ἐξολοθρεῦσαι ὑμᾶς, καὶ ἐξαρθήσεσθε ἐν τάχει ἀπὸ τῆς γῆς, εἰς ἣν εἰσπορεύεσθε ἐκεῖ κληρονομῆσαι αὐτήν.
64耶和华必使你们分散在万民中,从地这边到地那边,你必在那里事奉你和你列祖素不认识、木头石头的神。
64καὶ διασπερεῖ σε Κύριος ὁ Θεός σου εἰς πάντα τὰ ἔθνη ἀπ᾿ ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς, καὶ δουλεύσεις ἐκεῖ θεοῖς ἑτέροις, ξύλοις καὶ λίθοις, οὕς οὐκ ἠπίστω σὺ καὶ οἱ πατέρες σου.
65在那些国中,你必不得安逸,也不得落脚之地;耶和华却使你在那里心中跳动,眼目失明,精神消耗。
65ἀλλὰ καὶ ἐν τοῖς ἔθνεσιν ἐκείνοις οὐκ ἀναπαύσει σε, οὐδ᾿ οὐ μὴ γένηται στάσις τῷ ἴχνει τοῦ ποδός σου, καὶ δώσει σοι Κύριος ἐκεῖ καρδίαν ἀθυμοῦσαν καὶ ἐκλείποντας ὀφθαλμοὺς καὶ τηκομένην ψυχήν.
66你的性命必悬悬无定;你昼夜恐惧,自料性命难保。
66καὶ ἔσται ἡ ζωή σου κρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν σου, καὶ φοβηθήσῃ ἡμέρας καὶ νυκτὸς καὶ οὐ πιστεύσεις τῇ ζωῇ σου·
67你因心里所恐惧的,眼中所看见的,早晨必说,巴不得到晚上才好;晚上必说,巴不得到早晨才好。
67τὸ πρωΐ ἐρεῖς· πῶς ἂν γένοιτο ἑσπέρα; καὶ τὸ ἑσπέρας ἐρεῖς· πῶς ἂν γένοιτο πρωΐ; ἀπὸ τοῦ φόβου τῆς καρδίας σου, ἃ φοβηθήση, καὶ ἀπὸ τῶν ὁραμάτων τῶν ὀφθαλμῶν σου, ὧν ὄψῃ.
68耶和华必使你坐船回 埃及 去,走我曾告诉你不得再见的路;在那里你必卖己身与仇敌作奴婢,却无人买。」
68καὶ ἀποστρέψει σε Κύριος εἰς Αἴγυπτον ἐν πλοίοις καὶ ἐν τῇ ὁδῷ, ᾗ εἶπα· οὐ προσθήσῃ ἔτι ἰδεῖν αὐτήν· καὶ πραθήσεσθε ἐκεῖ τοῖς ἐχθροῖς ὑμῶν εἰς παῖδας καὶ παιδίσκας, καὶ οὐκ ἔσται ὁ κτώμενος.
no verse 69 in this text
69Οὗτοι οἱ λόγοι τῆς διαθήκης, οὓς ἐνετείλατο Κύριος Μωυσῇ στῆσαι τοῖς υἱοῖς Ἰσραὴλ ἐν γῇ Μωάβ, πλὴν τῆς διαθήκης, ἧς διέθετο αὐτοῖς ἐν Χωρήβ.
Tip: use the ← and → keys to turn chapters.