申命记 3
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Greek Old Testament), second edition
1「以后,我们转回,向 巴珊 去。 巴珊 王 噩 和他的众民都出来,在 以得来 与我们交战。
1ΚΑΙ ἐπιστραφέντες ἀνέβημεν ὁδὸν τὴν εἰς Βασάν, καὶ ἐξῆλθεν Ὢγ βασιλεὺς τῆς Βασὰν εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτοῦ, εἰς πόλεμον εἰς Ἑδραΐμ.
2耶和华对我说:『不要怕他!因我已将他和他的众民,并他的地,都交在你手中;你要待他像从前待住 希实本 的 亚摩利 王 西宏 一样。』
2καὶ εἶπε Κύριος πρός με· μὴ φοβηθῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ. καὶ ποιήσεις αὐτῷ ὥσπερ ἐποίησας Σηὼν βασιλεῖ τῶν Ἀμορραίων, ὃς κατῴκει ἐν Ἐσεβών.
3于是耶和华—我们的 神也将 巴珊 王 噩 和他的众民都交在我们手中;我们杀了他们,没有留下一个。
3καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ Θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν, καὶ τὸν Ὢγ βασιλέα τῆς Βασὰν καὶ πάντα τὸν λαὸν αὐτοῦ, καὶ ἐπατάξαμεν αὐτὸν ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ σπέρμα.
4那时,我们夺了他所有的城,共有六十座,没有一座城不被我们所夺。这为 亚珥歌伯 的全境,就是 巴珊 地 噩 王的国。
4καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ· οὐκ ἦν πόλις, ἣν οὐκ ἐλάβομεν παρ᾿ αὐτῶν, ἑξήκοντα πόλεις, πάντα τὰ περίχωρα Ἀργὸβ βασιλέως Ὢγ ἐν Βασάν,
5这些城都有坚固的高墙,有门有闩。此外还有许多无城墙的乡村。
5πᾶσαι πόλεις ὀχυραί, τείχη ὑψηλά, πύλαι καὶ μοχλοί, πλὴν τῶν πόλεων τῶν Φερεζαίων τῶν πολλῶν σφόδρα.
6我们将这些都毁灭了,像从前待 希实本 王 西宏 一样,把有人烟的各城,连女人带孩子,尽都毁灭;
6ἐξωλοθρεύσαμεν αὐτούς, ὥσπερ ἐποιήσαμεν τὸν Σηὼν βασιλέα Ἐσεβών, καὶ ἐξωλοθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς καὶ τὰς γυναῖκας καὶ τὰ παιδία·
7惟有一切牲畜和城中的财物都取为自己的掠物。
7καὶ πάντα τὰ κτήνη, καὶ τὰ σκῦλα τῶν πόλεων ἐπρονομεύσαμεν ἑαυτοῖς.
8那时,我们从 约旦河 东两个 亚摩利 王的手将 亚嫩谷 直到 黑门山 之地夺过来(
8Καὶ ἐλάβομεν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν γῆν ἐκ χειρῶν δύο βασιλέων τῶν Ἀμορραίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου ἀπὸ τοῦ χειμάρρου Ἀρνῶν καὶ ἕως Ἀερμών (9 οἱ Φοίνικες ἐπονομάζουσι τὸ Ἀερμὼν Σανιώρ, καὶ ὁ Ἀμορραῖος ἐπωνόμασεν αὐτὸ Σανίρ),
9这 黑门山 , 西顿 人称为 西连 , 亚摩利 人称为 示尼珥 ),
no verse 9 in this text
10就是夺了平原的各城、 基列 全地、 巴珊 全地,直到 撒迦 和 以得来 ,都是 巴珊 王 噩 国内的城邑。(
10πᾶσαι πόλεις Μισὼρ καὶ πᾶσα Γαλαὰδ καὶ πᾶσα Βασὰν ἕως Ἑλχᾶ καὶ Ἑδραΐμ, πόλεις βασιλείας τοῦ Ὢγ ἐν τῇ Βασάν.
11利乏音 人所剩下的只有 巴珊 王 噩 。他的床是铁的,长九肘,宽四肘,都是以人肘为度。现今岂不是在 亚扪 人的 拉巴 吗?)」
11ὅτι πλὴν Ὢγ βασιλεὺς Βασὰν κατελείφθη ἀπὸ τῶν Ραφαΐν· ἰδοὺ ἡ κλίνη αὐτοῦ κλίνη σιδηρᾶ, ἰδοὺ αὕτη ἐν τῇ ἄκρᾳ τῶν υἱῶν Ἀμμάν, ἐννέα πήχεων τὸ μῆκος αὐτῆς καὶ τεσσάρων πήχεων τὸ εὖρος αὐτῆς ἐν πήχει ἀνδρός.
12「那时,我们得了这地。从 亚嫩谷 边的 亚罗珥 起,我将 基列山 地的一半,并其中的城邑,都给了 吕便 人和 迦得 人。
12καὶ τὴν γῆν ἐκείνην ἐκληρονομήσαμεν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Ἀροήρ, ἥ ἐστι παρὰ τὸ χεῖλος χειμάρρου Ἀρνῶν, καὶ τὸ ἥμισυ τοῦ ὄρους Γαλαὰδ καὶ τὰς πόλεις αὐτοῦ ἔδωκα τῷ Ρουβὴν καὶ τῷ Γάδ.
13其余的 基列 地和 巴珊 全地,就是 噩 王的国,我给了 玛拿西 半支派。 亚珥歌伯 全地乃是 巴珊 全地;这叫做 利乏音 人之地。
13καὶ τὸ κατάλοιπον τοῦ Γαλαὰδ καὶ πᾶσαν τὴν Βασὰν βασιλείαν Ὢγ ἔδωκα τῷ ἡμίσει φυλῆς Μανασσῆ καὶ πᾶσαν περίχωρον Ἀργόβ, πᾶσαν Βασὰν ἐκείνην· γῆ Ραφαΐν λογισθήσεται.
14玛拿西 的子孙 睚珥 占了 亚珥歌伯 全境,直到 基述 人和 玛迦 人的交界,就按自己的名称这 巴珊 地为 哈倭特·睚珥 ,直到今日。
14καὶ Ἰαΐρ Ραφαΐν λογισθήσεται. καὶ Ἰαΐρ υἱὸς Μανασσῆ ἔλαβε πᾶσαν τὴν περίχωρον Ἀργὸβ ἕως τῶν ὁρίων Γαργασὶ καὶ Μαχαθί· ἐπωνόμασεν αὐτὰς ἐπὶ τῷ ὀνόματι αὐτοῦ τὴν Βασὰν Αὐὼθ Ἰαΐρ ἕως τῆς ἡμέρας ταύτης.
15我又将 基列 给了 玛吉 。
15καὶ τῷ Μαχὶρ ἔδωκα τὴν Γαλαάδ.
16从 基列 到 亚嫩谷 ,以谷中为界,直到 亚扪 人交界的 雅博河 ,我给了 吕便 人和 迦得 人,
16καὶ τῷ Ρουβὴν καὶ τῷ Γὰδ δέδωκα ἀπὸ τῆς Γαλαὰδ ἕως χειμάρρου Ἀρνῶν (μέσον τοῦ χειμάρρου ὅριον) καὶ ἕως τοῦ Ἰαβόκ· ὁ χειμάρρους ὅριον τοῖς υἱοῖς Ἀμμάν.
17又将 亚拉巴 和靠近 约旦河 之地,从 基尼烈 直到 亚拉巴海 ,就是 盐海 ,并 毗斯迦山 根东边之地, 都给了他们 。
17καὶ ἡ Ἄραβα καὶ ὁ Ἰορδάνης ὅριον Μαχαναρέθ, καὶ ἕως θαλάσσης Ἄραβα, θαλάσσης ἁλυκῆς ὑπὸ Ἀσηδὼθ τὴν Φασγὰ ἀνατολῶν
18「那时,我吩咐你们说:『耶和华—你们的 神已将这地赐给你们为业;你们所有的勇士都要带着兵器,在你们的弟兄 以色列 人前面过去。
18καὶ ἐνετειλάμην ὑμῖν ἐν τῷ καιρῷ ἐκείνῳ λέγων· Κύριος ὁ Θεὸς ὑμῶν ἔδωκεν ὑμῖν τὴν γῆν ταύτην ἐν κλήρῳ· ἐνοπλισάμενοι προπορεύεσθε πρὸ προσώπου τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ἰσραήλ, πᾶς δυνατός·
19但你们的妻子、孩子、牲畜(我知道你们有许多的牲畜)可以住在我所赐给你们的各城里。
19πλὴν αἱ γυναῖκες ὑμῶν καὶ τὰ τέκνα ὑμῶν καὶ τὰ κτήνη ὑμῶν, οἶδα ὅτι πολλὰ κτήνη ὑμῖν, κατοικείτωσαν ἐν ταῖς πόλεσιν ὑμῶν, αἷς ἔδωκα ὑμῖν,
20等到你们弟兄在 约旦河 那边,也得耶和华—你们 神所赐给他们的地,又使他们得享平安,与你们一样,你们才可以回到我所赐给你们为业之地。』
20ἕως ἂν καταπαύσῃ Κύριος ὁ Θεὸς ὑμῶν τοὺς ἀδελφοὺς ὑμῶν, ὥσπερ καὶ ὑμᾶς, καὶ κατακληρονομήσωσι καὶ οὗτοι τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν αὐτοῖς ἐν τῷ πέραν τοῦ Ἰορδάνου, καὶ ἐπαναστραφήσεσθε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ, ἣν ἔδωκα ὑμῖν.
21那时我吩咐 约书亚 说:『你亲眼看见了耶和华—你 神向这二王所行的;耶和华也必向你所要去的各国照样行。
21Καὶ τῷ Ἰησοῖ ἐνετειλάμην ἐν τῷ καιρῷ ἐκείνῳ λέγων· οἱ ὀφθαλμοὶ ὑμῶν ἑωράκασι πάντα, ὅσα ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν τοῖς δυσὶ βασιλεῦσι τούτοις· οὕτως ποιήσει Κύριος ὁ Θεὸς ἡμῶν πάσας τὰς βασιλείας, ἐφ᾿ ἃς σὺ διαβαίνεις ἐκεῖ·
22你不要怕他们,因那为你争战的是耶和华—你的 神。』」
22οὐ φοβηθήσεσθε ἀπ᾿ αὐτῶν, ὅτι Κύριος ὁ Θεὸς ἡμῶν αὐτὸς πολεμήσει περὶ ὑμῶν.
23「那时,我恳求耶和华说:
23καὶ ἐδεήθην Κυρίου ἐν τῷ καιρῷ ἐκείνῳ λέγων·
24『主耶和华啊,你已将你的大力大能显给仆人看。在天上,在地下,有什么神能像你行事、像你有大能的作为呢?
24Κύριε Θεέ, σὺ ἤρξω δεῖξαι τῷ σῷ θεράποντι τὴν ἰσχύν σου καὶ τὴν δύναμίν σου καὶ τὴν χεῖρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλόν· τίς γάρ ἐστι Θεὸς ἐν τῷ οὐρανῷ ἢ ἐπὶ τῆς γῆς, ὅστις ποιήσει καθὰ ἐποίησας σὺ καὶ κατὰ τὴν ἰσχύν σου;
25求你容我过去,看 约旦河 那边的美地,就是那佳美的山地和 黎巴嫩 。』
25διαβὰς οὖν ὄψομαι τὴν γῆν τὴν ἀγαθὴν ταύτην τὴν οὖσαν πέραν τοῦ Ἰορδάνου, τὸ ὄρος τοῦτο τὸ ἀγαθὸν καὶ τὸν Ἀντιλίβανον.
26但耶和华因你们的缘故向我发怒,不应允我,对我说:『罢了!你不要向我再提这事。
26καὶ ὑπερεῖδε Κύριος ἐμὲ ἕνεκεν ὑμῶν καὶ οὐκ εἰσήκουσέ μου, καὶ εἶπε Κύριος πρός με· ἱκανούσθω σοι, μὴ προσθῇς ἔτι λαλῆσαι τὸν λόγον τοῦτον·
27你且上 毗斯迦山 顶去,向东、西、南、北举目观望,因为你必不能过这 约旦河 。
27ἀνάβηθι ἐπὶ τὴν κορυφὴν τοῦ Λελαξευμένου καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου κατὰ θάλασσαν καὶ βορρᾶν καὶ λίβα καὶ ἀνατολὰς καὶ ἰδὲ τοῖς ὀφθαλμοῖς σου, ὅτι οὐ διαβήσῃ τὸν Ἰορδάνην τοῦτον.
28你却要嘱咐 约书亚 ,勉励他,使他胆壮;因为他必在这百姓前面过去,使他们承受你所要观看之地。』
28καὶ ἔντειλαι Ἰησοῖ καὶ κατίσχυσον αὐτὸν καὶ παρακάλεσον αὐτόν, ὅτι οὗτος διαβήσεται πρὸ προσώπου τοῦ λαοῦ τούτου, καὶ οὗτος κατακληρονομήσει αὐτοῖς πᾶσαν τὴν γῆν, ἣν ἑώρακας.
29于是我们住在 伯·毗珥 对面的谷中。」
29καὶ ἐνεκαθήμεθα ἐν νάπῃ σύνεγγυς οἴκου Φογώρ.
Tip: use the ← and → keys to turn chapters.