ΚΑΤΑ ΜΑΡΚΟΝ 9
Greek New Testament, word by word (STEPBible TAGNT)Original language
Greek New Testament, word by word (STEPBible TAGNT)
Chinese Union Version, punctuated (Simplified)
1Καὶ ἔλεγεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες ὧδε τῶν ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.¶
1耶稣又对他们说:「我实在告诉你们,站在这里的,有人在没尝死味以前,必要看见 神的国大有能力临到。」
2Καὶ μετὰ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾽ ἰδίαν μόνους. καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν,
2过了六天,耶稣带着 彼得 、 雅各 、 约翰 暗暗地上了高山,就在他们面前变了形象,
3καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο στίλβοντα, λευκὰ λίαν οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται λευκᾶναι.
3衣服放光,极其洁白,地上漂布的,没有一个能漂得那样白。
4καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωϋσεῖ, καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ.
4忽然 ,有 以利亚 同 摩西 向他们显现,并且和耶稣说话。
5καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν·
5彼得 对耶稣说:「拉比,我们在这里真好!可以搭三座棚,一座为你,一座为 摩西 ,一座为 以利亚 。」
6οὐ γὰρ ᾔδει τί ἀποκριθῇ, ἔκφοβοι γὰρ ἐγένοντο.¶
6彼得 不知道说什么才好,因为他们甚是惧怕。
7Καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ ἐγένετο φωνὴ ἐκ τῆς νεφέλης οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός· ἀκούετε αὐτοῦ.
7有一朵云彩来遮盖他们;也有声音从云彩里出来,说:「这是我的爱子,你们要听他。」
8καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ᾽ ἑαυτῶν.¶
8门徒忽然周围一看,不再见一人,只见耶稣同他们在那里。
9καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ ἃ εἶδον διηγήσωνται εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.
9下山的时候,耶稣嘱咐他们说:「人子还没有从死里复活,你们不要将所看见的告诉人。」
10καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτοὺς συζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι.
10门徒将这话存记在心,彼此议论「从死里复活」是什么意思。
11καὶ ἐπηρώτων αὐτὸν λέγοντες· ὅτι λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;
11他们就问耶稣说:「文士为什么说 以利亚 必须先来?」
12ὁ δὲ ἔφη αὐτοῖς· Ἠλίας μὲν ἐλθὼν πρῶτον ἀποκαθιστάνει πάντα· καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενηθῇ.
12耶稣说:「 以利亚 固然先来复兴万事; 经上 不是指着人子说,他要受许多的苦被人轻慢呢?
13ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῷ ὅσα ἤθελον καθὼς γέγραπται ἐπ᾽ αὐτόν.¶
13我告诉你们, 以利亚 已经来了,他们也任意待他,正如 经上 所指着他的话。」
14Καὶ ἐλθόντες πρὸς τοὺς μαθητὰς εἶδον ὄχλον πολὺν περὶ αὐτοὺς καὶ γραμματεῖς συζητοῦντας αὐτούς.
14耶稣到了门徒那里,看见有许多人围着他们,又有文士和他们辩论。
15καὶ εὐθὺς πᾶς ὁ ὄχλος ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν.
15众人一见耶稣,都甚希奇,就跑上去问他的安。
16καὶ ἐπηρώτησεν αὐτούς τί συζητεῖτε πρὸς αὐτούς;¶
16耶稣问他们说:「你们和他们辩论的是什么?」
17Καὶ ἀπεκρίθη εἷς ἐκ τοῦ ὄχλου διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρὸς σὲ ἔχοντα πνεῦμα ἄλαλον.
17众人中间有一个人回答说:「夫子,我带了我的儿子到你这里来,他被哑巴鬼附着。
18καὶ ὅπου ἐὰν αὐτὸν καταλάβῃ, ῥήσσει αὐτόν· καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας καὶ ξηραίνεται. καὶ εἶπα τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἴσχυσαν.¶
18无论在哪里,鬼捉弄他,把他摔倒,他就口中流沫,咬牙切齿,身体枯干。我请过你的门徒把鬼赶出去,他们却是不能。」
19Ὁ δὲ ἀποκριθεὶς αὐτοῖς λέγει· ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι, ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με.
19耶稣说:「嗳!不信的世代啊,我在你们这里要到几时呢?我忍耐你们要到几时呢?把他带到我这里来吧。」
20καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. καὶ ἰδὼν αὐτὸν τὸ πνεῦμα εὐθὺς συνεσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων.
20他们就带了他来。他一见耶稣,鬼便叫他重重地抽风,倒在地上,翻来覆去,口中流沫。
21καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ· πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπεν· παιδιόθεν.
21耶稣问他父亲说:「他得这病有多少日子呢?」回答说:「从小的时候。
22καὶ πολλάκις καὶ εἰς πῦρ αὐτὸν ἔβαλεν καὶ εἰς ὕδατα ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ᾽ εἴ τι δύνῃ, βοήθησον ἡμῖν, σπλαγχνισθεὶς ἐφ᾽ ἡμᾶς.¶
22鬼屡次把他扔在火里、水里,要灭他。你若能做什么,求你怜悯我们,帮助我们。」
23Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· τὸ εἰ δύνῃ πάντα δυνατὰ τῷ πιστεύοντι.
23耶稣对他说:「你若能 信 ,在信的人,凡事都能。」
24εὐθὺς κράξας ὁ πατὴρ τοῦ παιδίου ἔλεγεν· πιστεύω βοήθει μου τῇ ἀπιστίᾳ.¶
24孩子的父亲立时喊着说:「我信!但我信不足,求主帮助。」
25Ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος, ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ· τὸ ἄλαλον καὶ κωφὸν πνεῦμα, ἐγὼ ἐπιτάσσω σοι· ἔξελθε ἐξ αὐτοῦ, καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν.
25耶稣看见众人都跑上来,就斥责那污鬼,说:「你这聋哑的鬼,我吩咐你从他里头出来,再不要进去!」
26καὶ κράξας καὶ πολλὰ σπαράξας ἐξῆλθεν, καὶ ἐγένετο ὡσεὶ νεκρὸς ὥστε πολλοὺς λέγειν ὅτι ἀπέθανεν.
26那鬼喊叫,使孩子大大地抽了一阵风,就出来了。 孩子 好像死了一般,以致众人多半说:「他是死了。」
27ὁ δὲ Ἰησοῦς κρατήσας τῆς χειρὸς αὐτοῦ ἤγειρεν αὐτόν, καὶ ἀνέστη.¶
27但耶稣拉着他的手,扶他起来,他就站起来了。
28Καὶ εἰσελθόντος αὐτοῦ εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ κατ᾽ ἰδίαν ἐπηρώτων αὐτόν· ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;
28耶稣进了屋子,门徒就暗暗地问他说:「我们为什么不能赶出他去呢?」
29καὶ εἶπεν αὐτοῖς· τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ
29耶稣说:「非用祷告,这一类的 鬼 总不能出来。」
30Κἀκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνοῖ·
30他们离开那地方,经过 加利利 ;耶稣不愿意人知道。
31ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς μετὰ τρεῖς ἡμέρας ἀναστήσεται.
31于是教训门徒,说:「人子将要被交在人手里,他们要杀害他;被杀以后,过三天他要复活。」
32οἱ δὲ ἠγνόουν τὸ ῥῆμα καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι.¶
32门徒却不明白这话,又不敢问他。
33Καὶ ἦλθον εἰς Καφαρναούμ· καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς· τί ἐν τῇ ὁδῷ διελογίζεσθε;
33他们来到 迦百农 。耶稣在屋里问门徒说:「你们在路上议论的是什么?」
34οἱ δὲ ἐσιώπων· πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων.¶
34门徒不作声,因为他们在路上彼此争论谁为大。
35Καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοῖς· εἴ τις θέλει πρῶτος εἶναι, ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος.
35耶稣坐下,叫十二个门徒来,说:「若有人愿意作首先的,他必作众人末后的,作众人的用人。」
36καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν, καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς·
36于是领过一个小孩子来,叫他站在门徒中间,又抱起他来,对他们说:
37ὃς ἂν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἂν ἐμὲ δέχηται, οὐκ ἐμὲ δέχεται ἀλλὰ τὸν ἀποστείλαντά με.¶
37「凡为我名接待一个像这小孩子的,就是接待我;凡接待我的,不是接待我,乃是接待那差我来的。」
38Ἔφη αὐτῷ ὁ Ἰωάννης· διδάσκαλε, εἴδομέν τινα τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια καὶ ἐκωλύομεν αὐτὸν ὅτι οὐκ ἠκολούθει ἡμῖν.¶
38约翰 对耶稣说:「夫子,我们看见一个人奉你的名赶鬼,我们就禁止他,因为他不跟从我们。」
39Ὁ δὲ Ἰησοῦς εἶπεν· μὴ κωλύετε αὐτόν· οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με.
39耶稣说:「不要禁止他;因为没有人奉我名行异能,反倒轻易毁谤我。
40ὃς γὰρ οὐκ ἔστιν καθ᾽ ἡμῶν ὑπὲρ ἡμῶν ἐστιν.
40不敌挡我们的,就是帮助我们的。
41ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν ὀνόματι ὅτι Χριστοῦ ἐστε, ἀμὴν λέγω ὑμῖν οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.
41凡因你们是属基督,给你们一杯水喝的,我实在告诉你们,他不能不得赏赐。」
42καὶ ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν.
42「凡使这信我的一个小子跌倒的,倒不如把大磨石拴在这人的颈项上,扔在海里。
43καὶ ἐὰν σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλόν ἐστίν σε κυλλὸν εἰσελθεῖν εἰς τὴν ζωὴν ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν εἰς τὸ πῦρ τὸ ἄσβεστον.
43倘若你一只手叫你跌倒,就把它砍下来;
no verse 44 in this text
44你缺了肢体进入 永 生,强如有两 只 手落到地狱,入那不灭的火里去。
45καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλόν ἐστίν σε εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν γέενναν
45倘若你一只脚叫你跌倒,就把它砍下来;
no verse 46 in this text
46你瘸腿进入 永 生,强如有两只脚被丢在地狱里。
47καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλόν σέ ἐστιν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν
47倘若你一只眼叫你跌倒,就去掉它;你只有一只眼进入 神的国,强如有两只眼被丢在地狱里。
48ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται.
48在那里,虫是不死的,火是不灭的。
49πᾶς γὰρ πυρὶ ἁλισθήσεται
49因为必用火当盐腌各人。
50καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; ἔχετε ἐν ἑαυτοῖς ἅλα καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.¶
50盐本是好的,若失了味,可用什么叫它再咸呢?你们里头应当有盐,彼此和睦。」
Tip: use the ← and → keys to turn chapters.