ΚΑΤΑ ΛΟΥΚΑΝ 19
Greek New Testament, word by word (STEPBible TAGNT)Original language
Greek New Testament, word by word (STEPBible TAGNT)
Old Persian Version (ترجمه قدیم)
1Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ.
1پس وارد اریحا شده، از آنجا می گذشت.
2καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος καὶ αὐτὸς ἦν ἀρχιτελώνης καὶ αὐτὸς πλούσιος·
2که ناگاه شخصی زکی نام که رئیس باجگیران و دولتمند بود،
3καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν.
3خواست عیسی را ببیند که کیست و از کثرت خلق نتوانست، زیرا کوتاه قد بود.
4καὶ προδραμὼν ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι.
4پس پیش دویده بردرخت افراغی برآمد تا او را ببیند. چونکه اومی خواست از آن راه عبور کند.
5καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι.
5و چون عیسی به آن مکان رسید، بالا نگریسته او را دید و گفت: «ای زکی بشتاب و به زیر بیا زیرا که باید امروز درخانه تو بمانم.»
6καὶ σπεύσας κατέβη καὶ ὑπεδέξατο αὐτὸν χαίρων.
6پس به زودی پایین شده او را به خرمی پذیرفت.
7καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι.¶
7و همه چون این را دیدند، همهمهکنان میگفتند که در خانه شخصی گناهکار به میهمانی رفته است.
8Σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον· ἰδοὺ τὰ ἡμίσιά μου τῶν ὑπαρχόντων, κύριε, τοῖς πτωχοῖς δίδωμι· καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν.¶
8اما زکی برپا شده به خداوند گفت: «الحالای خداوند نصف مایملک خود را به فقرامی دهم و اگر چیزی ناحق از کسی گرفته باشم، چهار برابر بدو رد میکنم.»
9Εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν·
9عیسی به وی گفت: «امروز نجات در این خانه پیدا شد. زیرا که این شخص هم پسر ابراهیم است.
10ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.¶
10زیرا که پسرانسان آمده است تا گمشده را بجوید و نجاتبخشد.»
11Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺς εἶναι Ἰερουσαλὴμ αὐτὸν καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι.¶
11و چون ایشان این را شنیدند او مثلی زیادکرده آورد چونکه نزدیک به اورشلیم بود و ایشان گمان میبردند که ملکوت خدا میباید در همان زمان ظهور کند.
12Εἶπεν οὖν· ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι.
12پس گفت: «شخصی شریف به دیار بعید سفر کرد تا ملکی برای خود گرفته مراجعت کند.
13καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπεν πρὸς αὐτούς· πραγματεύσασθε ἐν ᾧ ἔρχομαι.
13پس ده نفر از غلامان خود راطلبیده ده قنطار به ایشان سپرده فرمود، تجارت کنید تا بیایم.
14οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτὸν καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες· οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ᾽ ἡμᾶς.
14اما اهل ولایت او، چونکه او رادشمن میداشتند ایلچیان در عقب او فرستاده گفتند، نمی خواهیم این شخص بر ما سلطنت کند.
15καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς δεδώκει τὸ ἀργύριον, ἵνα γνοῖ τί διεπραγματεύσαντο.¶
15و چون ملک را گرفته مراجعت کرده بود، فرمود تا آن غلامانی را که به ایشان نقد سپرده بودحاضر کنند تا بفهمد هر یک چه سود نموده است.
16Παρεγένετο δὲ ὁ πρῶτος λέγων· κύριε, ἡ μνᾶ σου δέκα προσηργάσατο μνᾶς.
16پس اولی آمده گفت، ای آقا قنطار تو ده قنطار دیگر نفع آورده است.
17καὶ εἶπεν αὐτῷ· εὖγε ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.¶
17بدو گفت آفرینای غلام نیکو. چونکه بر چیز کم امین بودی بر ده شهر حاکم شو.
18Καὶ ἦλθεν ὁ δεύτερος λέγων· ἡ μνᾶ σου, κύριε, ἐποίησεν πέντε μνᾶς.
18و دیگری آمده گفت، ای آقاقنطار تو پنج قنطار سود کرده است.
19εἶπεν δὲ καὶ τούτῳ· καὶ σὺ ἐπάνω γίνου πέντε πόλεων.¶
19او را نیزفرمود بر پنج شهر حکمرانی کن.
20Καὶ ἕτερος ἦλθεν λέγων· κύριε, ἰδοὺ ἡ μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ·
20و سومی آمده گفت، ای آقا اینک قنطار تو موجود است، آن را در پارچهای نگاه داشتهام.
21ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ· αἴρεις ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ ἔσπειρας.¶
21زیرا که از توترسیدم چونکه مرد تندخویی هستی. آنچه نگذاردهای، برمی داری و از آنچه نکاشتهای درومی کنی.
22Λέγει αὐτῷ· ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε. ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα·
22به وی گفت، از زبان خودت بر توفتوی میدهم، ای غلام شریر. دانستهای که من مرد تندخویی هستم که برمیدارم آنچه رانگذاشتهام و درو میکنم آنچه را نپاشیدهام.
23καὶ διὰ τί οὐκ ἔδωκάς μου τὸ ἀργύριον ἐπὶ τράπεζαν, κἀγὼ ἐλθὼν σὺν τόκῳ ἂν αὐτὸ ἔπραξα;
23پس برای چه نقد مرا نزد صرافان نگذاردی تاچون آیم آن را با سود دریافت کنم؟
24καὶ τοῖς παρεστῶσιν εἶπεν· ἄρατε ἀπ᾽ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι.
24پس به حاضرین فرمود قنطار را از این شخص بگیرید وبه صاحب ده قنطار بدهید.
25καὶ εἶπαν αὐτῷ· κύριε, ἔχει δέκα μνᾶς.
25به او گفتندای خداوند، وی ده قنطار دارد.
26λέγω ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται
26زیرا به شمامی گویم به هرکه دارد داده شود و هرکه نداردآنچه دارد نیز از او گرفته خواهد شد.
27Πλὴν τοὺς ἐχθρούς μου τούτους τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ᾽ αὐτοὺς ἀγάγετε ὧδε καὶ κατασφάξατε αὐτοὺς ἔμπροσθέν μου.¶
27اما آن دشمنان من که نخواستند من بر ایشان حکمرانی نمایم، در اینجا حاضر ساخته پیش من به قتل رسانید.»
28Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα.
28و چون این را گفت، پیش رفته متوجه اورشلیم گردید.
29καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν ἀπέστειλεν δύο τῶν μαθητῶν
29و چون نزدیک بیتفاجی وبیت عنیا بر کوه مسمی به زیتون رسید، دو نفر ازشاگردان خود را فرستاده،
30λέγων· ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον ἐφ᾽ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν· λύσαντες αὐτὸν ἀγάγετε.
30گفت: «به آن قریهای که پیش روی شما است بروید و چون داخل آن شدید، کره الاغی بسته خواهید یافت که هیچکس بر آن هرگز سوار نشده. آن را باز کرده بیاورید.
31καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ· διὰ τί λύετε; οὕτως ἐρεῖτε ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει.¶
31و اگر کسی به شما گوید، چرا این راباز میکنید، به وی گویید خداوند او را لازم دارد.»
32Ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς.
32پس فرستادگان رفته آن چنانکه بدیشان گفته بود یافتند.
33λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς· τί λύετε τὸν πῶλον;
33و چون کره را باز میکردند، مالکانش به ایشان گفتند چرا کره را باز میکنید؟
34οἱ δὲ εἶπαν· ὁ κύριος αὐτοῦ χρείαν ἔχει.
34گفتند خداوند او را لازم دارد.
35καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιρίψαντες αὐτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν.
35پس او را به نزد عیسی آوردند و رخت خود را بر کره افکنده، عیسی را سوار کردند.
36πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ.¶
36و هنگامی که او میرفت جامه های خود را در راه میگستردند.
37Ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων
37و چون نزدیک بهسرازیری کوه زیتون رسید، تمامی شاگردانش شادی کرده، به آوازبلند خدا را حمد گفتن شروع کردند، بهسبب همه قواتی که از او دیده بودند.
38λέγοντες· εὐλογημένος ὁ ἐρχόμενος ὁ βασιλεὺς ἐν ὀνόματι κυρίου· ἐν οὐρανῷ εἰρήνη, καὶ δόξα ἐν ὑψίστοις.
38و میگفتند مبارک باد آن پادشاهی که میآید، به نام خداوند سلامتی در آسمان و جلال در اعلی علیین باد.
39καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν· διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου.
39آنگاه بعضی از فریسیان از آن میان بدو گفتند: «ای استاد شاگردان خود را نهیب نما.»
40καὶ ἀποκριθεὶς εἶπεν λέγω ὑμῖν ἐὰν οὗτοι σιωπήσουσιν, οἱ λίθοι κράξουσιν.¶
40او درجواب ایشان گفت: «به شما میگویم اگراینها ساکت شوند، هرآینه سنگها به صداآیند.»
41Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ᾽ αὐτὴν
41و چون نزدیک شده، شهر را نظاره کرد برآن گریان گشته،
42λέγων ὅτι εἰ ἔγνως ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ τὰ πρὸς εἰρήνην νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου.
42گفت: «اگر تو نیز میدانستی هم در این زمان خود آنچه باعث سلامتی تومیشد، لاکن الحال از چشمان تو پنهان گشته است.
43ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σέ, καὶ παρεμβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν
43زیرا ایامی بر تو میآید که دشمنانت گرد تو سنگرها سازند و تو را احاطه کرده از هرجانب محاصره خواهند نمود.
44καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοὶ καὶ οὐκ ἀφήσουσιν λίθον ἐπὶ λίθον ἐν σοί, ἀνθ᾽ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.¶
44و تو را وفرزندانت را در اندرون تو بر خاک خواهند افکندو در تو سنگی بر سنگی نخواهند گذاشت زیرا که ایام تفقد خود را ندانستی.»
45Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας
45و چون داخل هیکل شد، کسانی را که درآنجا خرید و فروش میکردند، به بیرون نمودن آغاز کرد.
46λέγων αὐτοῖς· γέγραπται, ἔσται ὁ οἶκός μου οἶκος προσευχῆς· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.
46و به ایشان گفت: «مکتوب است که خانه من خانه عبادت است لیکن شما آن را مغاره دزدان ساختهاید.»
47καὶ ἦν διδάσκων τὸ καθ᾽ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ,
47و هر روز در هیکل تعلیم میداد، اما روسای کهنه و کاتبان و اکابر قوم قصدهلاک نمودن او میکردند.
48καὶ οὐχ εὕρισκον τὸ τί ποιήσωσιν· ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων.¶
48و نیافتند چه کنندزیرا که تمامی مردم بر او آویخته بودند که از اوبشنوند.
Tip: use the ← and → keys to turn chapters.