ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2
SBL Greek New TestamentOriginal language
SBL Greek New Testament
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί,
1ει τισ ουν παρακλησισ εν χριστω ει τι παραμυθιον αγαπησ ει τισ κοινωνια πνευματοσ ει τισ σπλαγχνα και οικτιρμοι
2πληρώσατέ μου τὴν χαρὰν ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες,
2πληρωσατε μου την χαραν ινα το αυτο φρονητε την αυτην αγαπην εχοντεσ συμψυχοι το εν φρονουντεσ
3μηδὲν κατʼ ἐριθείαν ⸂μηδὲ κατὰ⸃ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν,
3μηδεν κατα εριθειαν η κενοδοξιαν αλλα τη ταπεινοφροσυνη αλληλουσ ηγουμενοι υπερεχοντασ εαυτων
4μὴ τὰ ἑαυτῶν ⸀ἕκαστοι ⸀σκοποῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων ⸁ἕκαστοι.
4μη τα εαυτων εκαστοσ σκοπειτε αλλα και τα ετερων εκαστοσ
5τοῦτο ⸀φρονεῖτε ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ,
5τουτο γαρ φρονεισθω εν υμιν ο και εν χριστω ιησου
6ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ,
6οσ εν μορφη θεου υπαρχων ουχ αρπαγμον ηγησατο το ειναι ισα θεω
7ἀλλὰ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος
7αλλ εαυτον εκενωσεν μορφην δουλου λαβων εν ομοιωματι ανθρωπων γενομενοσ
8ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ·
8και σχηματι ευρεθεισ ωσ ανθρωποσ εταπεινωσεν εαυτον γενομενοσ υπηκοοσ μεχρι θανατου θανατου δε σταυρου
9διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν, καὶ ἐχαρίσατο αὐτῷ ⸀τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα,
9διο και ο θεοσ αυτον υπερυψωσεν και εχαρισατο αυτω ονομα το υπερ παν ονομα
10ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων,
10ινα εν τω ονοματι ιησου παν γονυ καμψη επουρανιων και επιγειων και καταχθονιων
11καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός.
11και πασα γλωσσα εξομολογησηται οτι κυριοσ ιησουσ χριστοσ εισ δοξαν θεου πατροσ
12Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε,
12ωστε αγαπητοι μου καθωσ παντοτε υπηκουσατε μη ωσ εν τη παρουσια μου μονον αλλα νυν πολλω μαλλον εν τη απουσια μου μετα φοβου και τρομου την εαυτων σωτηριαν κατεργαζεσθε
13⸀θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας.
13ο θεοσ γαρ εστιν ο ενεργων εν υμιν και το θελειν και το ενεργειν υπερ τησ ευδοκιασ
14Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν,
14παντα ποιειτε χωρισ γογγυσμων και διαλογισμων
15ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα θεοῦ ⸂ἄμωμα μέσον⸃ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ
15ινα γενησθε αμεμπτοι και ακεραιοι τεκνα θεου αμωμητα εν μεσω γενεασ σκολιασ και διεστραμμενησ εν οισ φαινεσθε ωσ φωστηρεσ εν κοσμω
16λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ, ὅτι οὐκ εἰς κενὸν ἔδραμον οὐδὲ εἰς κενὸν ἐκοπίασα.
16λογον ζωησ επεχοντεσ εισ καυχημα εμοι εισ ημεραν χριστου οτι ουκ εισ κενον εδραμον ουδε εισ κενον εκοπιασα
17ἀλλὰ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν·
17αλλ ει και σπενδομαι επι τη θυσια και λειτουργια τησ πιστεωσ υμων χαιρω και συγχαιρω πασιν υμιν
18τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι.
18το δ αυτο και υμεισ χαιρετε και συγχαιρετε μοι
19Ἐλπίζω δὲ ἐν κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν.
19ελπιζω δε εν κυριω ιησου τιμοθεον ταχεωσ πεμψαι υμιν ινα καγω ευψυχω γνουσ τα περι υμων
20οὐδένα γὰρ ἔχω ἰσόψυχον ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει,
20ουδενα γαρ εχω ισοψυχον οστισ γνησιωσ τα περι υμων μεριμνησει
21οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ ⸂Ἰησοῦ Χριστοῦ⸃.
21οι παντεσ γαρ τα εαυτων ζητουσιν ου τα χριστου ιησου
22τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον.
22την δε δοκιμην αυτου γινωσκετε οτι ωσ πατρι τεκνον συν εμοι εδουλευσεν εισ το ευαγγελιον
23τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι ὡς ἂν ἀφίδω τὰ περὶ ἐμὲ ἐξαυτῆς·
23τουτον μεν ουν ελπιζω πεμψαι ωσ αν απιδω τα περι εμε εξαυτησ
24πέποιθα δὲ ἐν κυρίῳ ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι.
24πεποιθα δε εν κυριω οτι και αυτοσ ταχεωσ ελευσομαι
25Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς,
25αναγκαιον δε ηγησαμην επαφροδιτον τον αδελφον και συνεργον και συστρατιωτην μου υμων δε αποστολον και λειτουργον τησ χρειασ μου πεμψαι προσ υμασ
26ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ⸀ὑμᾶς, καὶ ἀδημονῶν διότι ἠκούσατε ὅτι ἠσθένησεν.
26επειδη επιποθων ην παντασ υμασ και αδημονων διοτι ηκουσατε οτι ησθενησεν
27καὶ γὰρ ἠσθένησεν παραπλήσιον ⸀θανάτῳ· ἀλλὰ ὁ θεὸς ⸂ἠλέησεν αὐτόν⸃, οὐκ αὐτὸν δὲ μόνον ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ.
27και γαρ ησθενησεν παραπλησιον θανατω αλλα ο θεοσ αυτον ηλεησεν ουκ αυτον δε μονον αλλα και εμε ινα μη λυπην επι λυπην σχω
28σπουδαιοτέρως οὖν ἔπεμψα αὐτὸν ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε κἀγὼ ἀλυπότερος ὦ.
28σπουδαιοτερωσ ουν επεμψα αυτον ινα ιδοντεσ αυτον παλιν χαρητε καγω αλυποτεροσ ω
29προσδέχεσθε οὖν αὐτὸν ἐν κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε,
29προσδεχεσθε ουν αυτον εν κυριω μετα πασησ χαρασ και τουσ τοιουτουσ εντιμουσ εχετε
30ὅτι διὰ τὸ ἔργον ⸀Χριστοῦ μέχρι θανάτου ἤγγισεν, ⸀παραβολευσάμενος τῇ ψυχῇ ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας.
30οτι δια το εργον του χριστου μεχρι θανατου ηγγισεν παραβουλευσαμενοσ τη ψυχη ινα αναπληρωση το υμων υστερημα τησ προσ με λειτουργιασ
Tip: use the ← and → keys to turn chapters.