ΚΑΤΑ ΛΟΥΚΑΝ 13
SBL Greek New TestamentOriginal language
SBL Greek New Testament
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν.
1παρησαν δε τινεσ εν αυτω τω καιρω απαγγελλοντεσ αυτω περι των γαλιλαιων ων το αιμα πιλατοσ εμιξεν μετα των θυσιων αυτων
2καὶ ⸀ἀποκριθεὶς εἶπεν αὐτοῖς· Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι ⸀ταῦτα πεπόνθασιν;
2και αποκριθεισ ο ιησουσ ειπεν αυτοισ δοκειτε οτι οι γαλιλαιοι ουτοι αμαρτωλοι παρα παντασ τουσ γαλιλαιουσ εγενοντο οτι τοιαυτα πεπονθασιν
3οὐχί, λέγω ὑμῖν, ἀλλʼ ἐὰν μὴ μετανοῆτε πάντες ⸀ὁμοίως ἀπολεῖσθε.
3ουχι λεγω υμιν αλλ εαν μη μετανοητε παντεσ ωσαυτωσ απολεισθε
4ἢ ἐκεῖνοι οἱ ⸀δεκαοκτὼ ἐφʼ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι ⸀αὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας ⸀τοὺς ἀνθρώπους τοὺς ⸀κατοικοῦντας Ἰερουσαλήμ;
4η εκεινοι οι δεκα και οκτω εφ ουσ επεσεν ο πυργοσ εν τω σιλωαμ και απεκτεινεν αυτουσ δοκειτε οτι ουτοι οφειλεται εγενοντο παρα παντασ ανθρωπουσ τουσ κατοικουντασ εν ιερουσαλημ
5οὐχί, λέγω ὑμῖν, ἀλλʼ ἐὰν μὴ ⸀μετανοῆτε πάντες ⸀ὡσαύτως ἀπολεῖσθε.
5ουχι λεγω υμιν αλλ εαν μη μετανοητε παντεσ ομοιωσ απολεισθε
6Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν. Συκῆν εἶχέν τις ⸂πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ⸃, καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν.
6ελεγεν δε ταυτην την παραβολην συκην ειχεν τισ εν τω αμπελωνι αυτου πεφυτευμενην και ηλθεν ζητων καρπον εν αυτη και ουχ ευρεν
7εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν· Ἰδοὺ τρία ἔτη ⸂ἀφʼ οὗ⸃ ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω· ⸀ἔκκοψον αὐτήν· ἱνατί καὶ τὴν γῆν καταργεῖ;
7ειπεν δε προσ τον αμπελουργον ιδου τρια ετη ερχομαι ζητων καρπον εν τη συκη ταυτη και ουχ ευρισκω εκκοψον αυτην ινα τι και την γην καταργει
8ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ· Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια·
8ο δε αποκριθεισ λεγει αυτω κυριε αφεσ αυτην και τουτο το ετοσ εωσ οτου σκαψω περι αυτην και βαλω κοπρια
9κἂν μὲν ποιήσῃ καρπὸν ⸂εἰς τὸ μέλλον— εἰ δὲ μήγε,⸃ ἐκκόψεις αὐτήν.
9καν μεν ποιηση καρπον ει δε μηγε εισ το μελλον εκκοψεισ αυτην
10Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασιν.
10ην δε διδασκων εν μια των συναγωγων εν τοισ σαββασιν
11καὶ ἰδοὺ ⸀γυνὴ πνεῦμα ἔχουσα ἀσθενείας ἔτη ⸀δεκαοκτώ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές.
11και ιδου γυνη ην πνευμα εχουσα ασθενειασ ετη δεκα και οκτω και ην συγκυπτουσα και μη δυναμενη ανακυψαι εισ το παντελεσ
12ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησεν καὶ εἶπεν αὐτῇ· Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου,
12ιδων δε αυτην ο ιησουσ προσεφωνησεν και ειπεν αυτη γυναι απολελυσαι τησ ασθενειασ σου
13καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη, καὶ ἐδόξαζεν τὸν θεόν.
13και επεθηκεν αυτη τασ χειρασ και παραχρημα ανωρθωθη και εδοξαζεν τον θεον
14ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγεν τῷ ὄχλῳ ⸀ὅτι Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν ⸀αὐταῖς οὖν ἐρχόμενοι θεραπεύεσθε καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου.
14αποκριθεισ δε ο αρχισυναγωγοσ αγανακτων οτι τω σαββατω εθεραπευσεν ο ιησουσ ελεγεν τω οχλω εξ ημεραι εισιν εν αισ δει εργαζεσθαι εν ταυταισ ουν ερχομενοι θεραπευεσθε και μη τη ημερα του σαββατου
15ἀπεκρίθη ⸀δὲ αὐτῷ ὁ κύριος καὶ εἶπεν· Ὑποκριταί, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ⸀ἀπαγαγὼν ποτίζει;
15απεκριθη ουν αυτω ο κυριοσ και ειπεν υποκριται εκαστοσ υμων τω σαββατω ου λυει τον βουν αυτου η τον ονον απο τησ φατνησ και απαγαγων ποτιζει
16ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ Σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου;
16ταυτην δε θυγατερα αβρααμ ουσαν ην εδησεν ο σατανασ ιδου δεκα και οκτω ετη ουκ εδει λυθηναι απο του δεσμου τουτου τη ημερα του σαββατου
17καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσιν τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπʼ αὐτοῦ.
17και ταυτα λεγοντοσ αυτου κατησχυνοντο παντεσ οι αντικειμενοι αυτω και πασ ο οχλοσ εχαιρεν επι πασιν τοισ ενδοξοισ τοισ γινομενοισ υπ αυτου
18Ἔλεγεν ⸀οὖν· Τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ, καὶ τίνι ὁμοιώσω αὐτήν;
18ελεγεν δε τινι ομοια εστιν η βασιλεια του θεου και τινι ομοιωσω αυτην
19ὁμοία ἐστὶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ, καὶ ηὔξησεν καὶ ἐγένετο εἰς ⸀δένδρον, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ.
19ομοια εστιν κοκκω σιναπεωσ ον λαβων ανθρωποσ εβαλεν εισ κηπον εαυτου και ηυξησεν και εγενετο εισ δενδρον μεγα και τα πετεινα του ουρανου κατεσκηνωσεν εν τοισ κλαδοισ αυτου
20⸀Καὶ πάλιν εἶπεν· Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ θεοῦ;
20παλιν ειπεν τινι ομοιωσω την βασιλειαν του θεου
21ὁμοία ἐστὶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ⸀ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον.
21ομοια εστιν ζυμη ην λαβουσα γυνη ενεκρυψεν εισ αλευρου σατα τρια εωσ ου εζυμωθη ολον
22Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς ⸀Ἱεροσόλυμα.
22και διεπορευετο κατα πολεισ και κωμασ διδασκων και πορειαν ποιουμενοσ εισ ιερουσαλημ
23εἶπεν δέ τις αὐτῷ· Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι; ὁ δὲ εἶπεν πρὸς αὐτούς·
23ειπεν δε τισ αυτω κυριε ει ολιγοι οι σωζομενοι ο δε ειπεν προσ αυτουσ
24Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς ⸀θύρας, ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν,
24αγωνιζεσθε εισελθειν δια τησ στενησ πυλησ οτι πολλοι λεγω υμιν ζητησουσιν εισελθειν και ουκ ισχυσουσιν
25ἀφʼ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες· ⸀Κύριε, ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν· Οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ.
25αφ ου αν εγερθη ο οικοδεσποτησ και αποκλειση την θυραν και αρξησθε εξω εσταναι και κρουειν την θυραν λεγοντεσ κυριε κυριε ανοιξον ημιν και αποκριθεισ ερει υμιν ουκ οιδα υμασ ποθεν εστε
26τότε ἄρξεσθε λέγειν· Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας·
26τοτε αρξεσθε λεγειν εφαγομεν ενωπιον σου και επιομεν και εν ταισ πλατειαισ ημων εδιδαξασ
27καὶ ἐρεῖ ⸀λέγων ὑμῖν· Οὐκ ⸀οἶδα πόθεν ἐστέ· ἀπόστητε ἀπʼ ἐμοῦ, πάντες ⸀ἐργάται ἀδικίας.
27και ερει λεγω υμιν ουκ οιδα υμασ ποθεν εστε αποστητε απ εμου παντεσ οι εργαται τησ αδικιασ
28ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν ⸀ὄψησθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω.
28εκει εσται ο κλαυθμοσ και ο βρυγμοσ των οδοντων οταν οψησθε αβρααμ και ισαακ και ιακωβ και παντασ τουσ προφητασ εν τη βασιλεια του θεου υμασ δε εκβαλλομενουσ εξω
29καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ⸀ἀπὸ βορρᾶ καὶ νότου καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.
29και ηξουσιν απο ανατολων και δυσμων και βορρα και νοτου και ανακλιθησονται εν τη βασιλεια του θεου
30καὶ ἰδοὺ εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι, καὶ εἰσὶν πρῶτοι οἳ ἔσονται ἔσχατοι.
30και ιδου εισιν εσχατοι οι εσονται πρωτοι και εισιν πρωτοι οι εσονται εσχατοι
31Ἐν αὐτῇ τῇ ⸀ὥρᾳ προσῆλθάν τινες Φαρισαῖοι λέγοντες αὐτῷ· Ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρῴδης θέλει σε ἀποκτεῖναι.
31εν αυτη τη ημερα προσηλθον τινεσ φαρισαιοι λεγοντεσ αυτω εξελθε και πορευου εντευθεν οτι ηρωδησ θελει σε αποκτειναι
32καὶ εἶπεν αὐτοῖς· Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ· Ἰδοὺ ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ⸀ἀποτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι.
32και ειπεν αυτοισ πορευθεντεσ ειπατε τη αλωπεκι ταυτη ιδου εκβαλλω δαιμονια και ιασεισ επιτελω σημερον και αυριον και τη τριτη τελειουμαι
33πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι, ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἰερουσαλήμ.
33πλην δει με σημερον και αυριον και τη εχομενη πορευεσθαι οτι ουκ ενδεχεται προφητην απολεσθαι εξω ιερουσαλημ
34Ἰερουσαλὴμ Ἰερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν— ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε.
34ιερουσαλημ ιερουσαλημ η αποκτενουσα τουσ προφητασ και λιθοβολουσα τουσ απεσταλμενουσ προσ αυτην ποσακισ ηθελησα επισυναξαι τα τεκνα σου ον τροπον ορνισ την εαυτησ νοσσιαν υπο τασ πτερυγασ και ουκ ηθελησατε
35ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ⸀ὑμῶν. λέγω ⸀δὲ ⸀ὑμῖν, οὐ μὴ ⸂ἴδητέ με⸃ ἕως ⸂ἥξει ὅτε⸃ εἴπητε· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.
35ιδου αφιεται υμιν ο οικοσ υμων ερημοσ λεγω δε υμιν οτι ου μη με ιδητε εωσ αν ηξει οτε ειπητε ευλογημενοσ ο ερχομενοσ εν ονοματι κυριου
Tip: use the ← and → keys to turn chapters.