ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10
SBL Greek New TestamentOriginal language
SBL Greek New Testament
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατʼ ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις ἃς προσφέρουσιν εἰς τὸ διηνεκὲς οὐδέποτε ⸀δύναται τοὺς προσερχομένους τελειῶσαι·
1σκιαν γαρ εχων ο νομοσ των μελλοντων αγαθων ουκ αυτην την εικονα των πραγματων κατ ενιαυτον ταισ αυταισ θυσιαισ ασ προσφερουσιν εισ το διηνεκεσ ουδεποτε δυνανται τουσ προσερχομενουσ τελειωσαι
2ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι, διὰ τὸ μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιῶν τοὺς λατρεύοντας ἅπαξ ⸀κεκαθαρισμένους;
2επει ουκ αν επαυσαντο προσφερομεναι δια το μηδεμιαν εχειν ετι συνειδησιν αμαρτιων τουσ λατρευοντασ απαξ κεκαθαρμενουσ
3ἀλλʼ ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατʼ ἐνιαυτόν,
3αλλ εν αυταισ αναμνησισ αμαρτιων κατ ενιαυτον
4ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας.
4αδυνατον γαρ αιμα ταυρων και τραγων αφαιρειν αμαρτιασ
5διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει· Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι·
5διο εισερχομενοσ εισ τον κοσμον λεγει θυσιαν και προσφοραν ουκ ηθελησασ σωμα δε κατηρτισω μοι
6ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας.
6ολοκαυτωματα και περι αμαρτιασ ουκ ευδοκησασ
7τότε εἶπον· Ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι, ὁ θεός, τὸ θέλημά σου.
7τοτε ειπον ιδου ηκω εν κεφαλιδι βιβλιου γεγραπται περι εμου του ποιησαι ο θεοσ το θελημα σου
8ἀνώτερον λέγων ὅτι ⸂Θυσίας καὶ προσφορὰς⸃ καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας οὐδὲ εὐδόκησας, αἵτινες κατὰ ⸀νόμον προσφέρονται,
8ανωτερον λεγων οτι θυσιαν και προσφοραν και ολοκαυτωματα και περι αμαρτιασ ουκ ηθελησασ ουδε ευδοκησασ αιτινεσ κατα τον νομον προσφερονται
9τότε εἴρηκεν· Ἰδοὺ ἥκω τοῦ ⸀ποιῆσαι τὸ θέλημά σου· ἀναιρεῖ τὸ πρῶτον ἵνα τὸ δεύτερον στήσῃ.
9τοτε ειρηκεν ιδου ηκω του ποιησαι ο θεοσ το θελημα σου αναιρει το πρωτον ινα το δευτερον στηση
10ἐν ᾧ θελήματι ἡγιασμένοι ⸀ἐσμὲν διὰ τῆς προσφορᾶς τοῦ σώματος Ἰησοῦ Χριστοῦ ἐφάπαξ.
10εν ω θεληματι ηγιασμενοι εσμεν οι δια τησ προσφορασ του σωματοσ ιησου χριστου εφαπαξ
11Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκεν καθʼ ἡμέραν λειτουργῶν καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας.
11και πασ μεν ιερευσ εστηκεν καθ ημεραν λειτουργων και τασ αυτασ πολλακισ προσφερων θυσιασ αιτινεσ ουδεποτε δυνανται περιελειν αμαρτιασ
12⸀οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θεοῦ,
12αυτοσ δε μιαν υπερ αμαρτιων προσενεγκασ θυσιαν εισ το διηνεκεσ εκαθισεν εν δεξια του θεου
13τὸ λοιπὸν ἐκδεχόμενος ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ,
13το λοιπον εκδεχομενοσ εωσ τεθωσιν οι εχθροι αυτου υποποδιον των ποδων αυτου
14μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους.
14μια γαρ προσφορα τετελειωκεν εισ το διηνεκεσ τουσ αγιαζομενουσ
15μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ πνεῦμα τὸ ἅγιον, μετὰ γὰρ τὸ ⸀εἰρηκέναι·
15μαρτυρει δε ημιν και το πνευμα το αγιον μετα γαρ το προειρηκεναι
16Αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει κύριος, διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν, καὶ ἐπὶ ⸂τὴν διάνοιαν⸃ αὐτῶν ἐπιγράψω αὐτούς,
16αυτη η διαθηκη ην διαθησομαι προσ αυτουσ μετα τασ ημερασ εκεινασ λεγει κυριοσ διδουσ νομουσ μου επι καρδιασ αυτων και επι των διανοιων αυτων επιγραψω αυτουσ
17⸀καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ ⸀μνησθήσομαι ἔτι·
17και των αμαρτιων αυτων και των ανομιων αυτων ου μη μνησθω ετι
18ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσφορὰ περὶ ἁμαρτίας.
18οπου δε αφεσισ τουτων ουκετι προσφορα περι αμαρτιασ
19Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ,
19εχοντεσ ουν αδελφοι παρρησιαν εισ την εισοδον των αγιων εν τω αιματι ιησου
20ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τοῦτʼ ἔστιν τῆς σαρκὸς αὐτοῦ,
20ην ενεκαινισεν ημιν οδον προσφατον και ζωσαν δια του καταπετασματοσ τουτ εστιν τησ σαρκοσ αυτου
21καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ θεοῦ,
21και ιερεα μεγαν επι τον οικον του θεου
22προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, ῥεραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς καὶ λελουσμένοι τὸ σῶμα ὕδατι καθαρῷ·
22προσερχωμεθα μετα αληθινησ καρδιασ εν πληροφορια πιστεωσ ερραντισμενοι τασ καρδιασ απο συνειδησεωσ πονηρασ και λελουμενοι το σωμα υδατι καθαρω
23κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ, πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος·
23κατεχωμεν την ομολογιαν τησ ελπιδοσ ακλινη πιστοσ γαρ ο επαγγειλαμενοσ
24καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων,
24και κατανοωμεν αλληλουσ εισ παροξυσμον αγαπησ και καλων εργων
25μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισίν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν.
25μη εγκαταλειποντεσ την επισυναγωγην εαυτων καθωσ εθοσ τισιν αλλα παρακαλουντεσ και τοσουτω μαλλον οσω βλεπετε εγγιζουσαν την ημεραν
26Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία,
26εκουσιωσ γαρ αμαρτανοντων ημων μετα το λαβειν την επιγνωσιν τησ αληθειασ ουκετι περι αμαρτιων απολειπεται θυσια
27φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους.
27φοβερα δε τισ εκδοχη κρισεωσ και πυροσ ζηλοσ εσθιειν μελλοντοσ τουσ υπεναντιουσ
28ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνῄσκει·
28αθετησασ τισ νομον μωυσεωσ χωρισ οικτιρμων επι δυσιν η τρισιν μαρτυσιν αποθνησκει
29πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος ἐν ᾧ ἡγιάσθη, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας.
29ποσω δοκειτε χειρονοσ αξιωθησεται τιμωριασ ο τον υιον του θεου καταπατησασ και το αιμα τησ διαθηκησ κοινον ηγησαμενοσ εν ω ηγιασθη και το πνευμα τησ χαριτοσ ενυβρισασ
30οἴδαμεν γὰρ τὸν εἰπόντα· Ἐμοὶ ἐκδίκησις, ἐγὼ ⸀ἀνταποδώσω· καὶ πάλιν· ⸂Κρινεῖ κύριος⸃ τὸν λαὸν αὐτοῦ.
30οιδαμεν γαρ τον ειποντα εμοι εκδικησισ εγω ανταποδωσω λεγει κυριοσ και παλιν κυριοσ κρινει τον λαον αυτου
31φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος.
31φοβερον το εμπεσειν εισ χειρασ θεου ζωντοσ
32Ἀναμιμνῄσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων,
32αναμιμνησκεσθε δε τασ προτερον ημερασ εν αισ φωτισθεντεσ πολλην αθλησιν υπεμεινατε παθηματων
33τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσιν θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες·
33τουτο μεν ονειδισμοισ τε και θλιψεσιν θεατριζομενοι τουτο δε κοινωνοι των ουτωσ αναστρεφομενων γενηθεντεσ
34καὶ γὰρ τοῖς ⸀δεσμίοις συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ⸀ἑαυτοὺς κρείττονα ⸀ὕπαρξιν καὶ μένουσαν.
34και γαρ τοισ δεσμοισ μου συνεπαθησατε και την αρπαγην των υπαρχοντων υμων μετα χαρασ προσεδεξασθε γινωσκοντεσ εχειν εαυτοισ κρειττονα υπαρξιν εν ουρανοισ και μενουσαν
35μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει ⸂μεγάλην μισθαποδοσίαν⸃,
35μη αποβαλητε ουν την παρρησιαν υμων ητισ εχει μισθαποδοσιαν μεγαλην
36ὑπομονῆς γὰρ ἔχετε χρείαν ἵνα τὸ θέλημα τοῦ θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν·
36υπομονησ γαρ εχετε χρειαν ινα το θελημα του θεου ποιησαντεσ κομισησθε την επαγγελιαν
37ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει·
37ετι γαρ μικρον οσον οσον ο ερχομενοσ ηξει και ου χρονιει
38ὁ δὲ δίκαιός ⸀μου ἐκ πίστεως ζήσεται, καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.
38ο δε δικαιοσ εκ πιστεωσ ζησεται και εαν υποστειληται ουκ ευδοκει η ψυχη μου εν αυτω
39ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.
39ημεισ δε ουκ εσμεν υποστολησ εισ απωλειαν αλλα πιστεωσ εισ περιποιησιν ψυχησ
Tip: use the ← and → keys to turn chapters.