ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 8
SBL Greek New TestamentOriginal language
SBL Greek New Testament
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ. Ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις· πάντες δὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας πλὴν τῶν ἀποστόλων.
1σαυλοσ δε ην συνευδοκων τη αναιρεσει αυτου εγενετο δε εν εκεινη τη ημερα διωγμοσ μεγασ επι την εκκλησιαν την εν ιεροσολυμοισ παντεσ δε διεσπαρησαν κατα τασ χωρασ τησ ιουδαιασ και σαμαρειασ πλην των αποστολων
2συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς καὶ ⸀ἐποίησαν κοπετὸν μέγαν ἐπʼ αὐτῷ.
2συνεκομισαν δε τον στεφανον ανδρεσ ευλαβεισ και εποιησαντο κοπετον μεγαν επ αυτω
3Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν.
3σαυλοσ δε ελυμαινετο την εκκλησιαν κατα τουσ οικουσ εισπορευομενοσ συρων τε ανδρασ και γυναικασ παρεδιδου εισ φυλακην
4Οἱ μὲν οὖν διασπαρέντες διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον.
4οι μεν ουν διασπαρεντεσ διηλθον ευαγγελιζομενοι τον λογον
5Φίλιππος δὲ κατελθὼν εἰς ⸀τὴν πόλιν τῆς Σαμαρείας ἐκήρυσσεν αὐτοῖς τὸν χριστόν.
5φιλιπποσ δε κατελθων εισ πολιν τησ σαμαρειασ εκηρυσσεν αυτοισ τον χριστον
6προσεῖχον ⸀δὲ οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδὸν ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει·
6προσειχον τε οι οχλοι τοισ λεγομενοισ υπο του φιλιππου ομοθυμαδον εν τω ακουειν αυτουσ και βλεπειν τα σημεια α εποιει
7⸀πολλοὶ γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα βοῶντα φωνῇ μεγάλῃ ⸀ἐξήρχοντο, πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν·
7πολλων γαρ των εχοντων πνευματα ακαθαρτα βοωντα φωνη μεγαλη εξηρχετο πολλοι δε παραλελυμενοι και χωλοι εθεραπευθησαν
8⸂ἐγένετο δὲ⸃ ⸂πολλὴ χαρὰ⸃ ἐν τῇ πόλει ἐκείνῃ.
8και εγενετο χαρα μεγαλη εν τη πολει εκεινη
9Ἀνὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ ⸀ἐξιστάνων τὸ ἔθνος τῆς Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν,
9ανηρ δε τισ ονοματι σιμων προυπηρχεν εν τη πολει μαγευων και εξιστων το εθνοσ τησ σαμαρειασ λεγων ειναι τινα εαυτον μεγαν
10ᾧ προσεῖχον ⸀πάντες ἀπὸ μικροῦ ἕως μεγάλου λέγοντες· Οὗτός ἐστιν ἡ Δύναμις τοῦ θεοῦ ἡ ⸀καλουμένη Μεγάλη.
10ω προσειχον απο μικρου εωσ μεγαλου λεγοντεσ ουτοσ εστιν η δυναμισ του θεου η μεγαλη
11προσεῖχον δὲ αὐτῷ διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις ἐξεστακέναι αὐτούς.
11προσειχον δε αυτω δια το ικανω χρονω ταισ μαγειαισ εξεστακεναι αυτουσ
12ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ ⸀περὶ τῆς βασιλείας τοῦ θεοῦ καὶ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες.
12οτε δε επιστευσαν τω φιλιππω ευαγγελιζομενω τα περι τησ βασιλειασ του θεου και του ονοματοσ ιησου χριστου εβαπτιζοντο ανδρεσ τε και γυναικεσ
13ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσεν, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ, θεωρῶν τε ⸂σημεῖα καὶ δυνάμεις μεγάλας γινομένας⸃ ἐξίστατο.
13ο δε σιμων και αυτοσ επιστευσεν και βαπτισθεισ ην προσκαρτερων τω φιλιππω θεωρων τε δυναμεισ και σημεια γινομενα εξιστατο
14Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ θεοῦ, ἀπέστειλαν πρὸς ⸀αὐτοὺς Πέτρον καὶ Ἰωάννην,
14ακουσαντεσ δε οι εν ιεροσολυμοισ αποστολοι οτι δεδεκται η σαμαρεια τον λογον του θεου απεστειλαν προσ αυτουσ τον πετρον και ιωαννην
15οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν ὅπως λάβωσιν πνεῦμα ἅγιον·
15οιτινεσ καταβαντεσ προσηυξαντο περι αυτων οπωσ λαβωσιν πνευμα αγιον
16⸀οὐδέπω γὰρ ἦν ἐπʼ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ ⸀κυρίου Ἰησοῦ.
16ουπω γαρ ην επ ουδενι αυτων επιπεπτωκοσ μονον δε βεβαπτισμενοι υπηρχον εισ το ονομα του χριστου ιησου
17τότε ⸀ἐπετίθεσαν τὰς χεῖρας ἐπʼ αὐτούς, καὶ ἐλάμβανον πνεῦμα ἅγιον.
17τοτε επετιθουν τασ χειρασ επ αυτουσ και ελαμβανον πνευμα αγιον
18⸀ἰδὼν δὲ ὁ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ ⸀πνεῦμα προσήνεγκεν αὐτοῖς χρήματα
18θεασαμενοσ δε ο σιμων οτι δια τησ επιθεσεωσ των χειρων των αποστολων διδοται το πνευμα το αγιον προσηνεγκεν αυτοισ χρηματα
19λέγων· Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖρας λαμβάνῃ πνεῦμα ἅγιον.
19λεγων δοτε καμοι την εξουσιαν ταυτην ινα ω εαν επιθω τασ χειρασ λαμβανη πνευμα αγιον
20Πέτρος δὲ εἶπεν πρὸς αὐτόν· Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν ὅτι τὴν δωρεὰν τοῦ θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι.
20πετροσ δε ειπεν προσ αυτον το αργυριον σου συν σοι ειη εισ απωλειαν οτι την δωρεαν του θεου ενομισασ δια χρηματων κτασθαι
21οὐκ ἔστιν σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ, ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ⸀ἔναντι τοῦ θεοῦ.
21ουκ εστιν σοι μερισ ουδε κληροσ εν τω λογω τουτω η γαρ καρδια σου ουκ εστιν ευθεια ενωπιον του θεου
22μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ ⸀κυρίου εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου·
22μετανοησον ουν απο τησ κακιασ σου ταυτησ και δεηθητι του θεου ει αρα αφεθησεται σοι η επινοια τησ καρδιασ σου
23εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα.
23εισ γαρ χολην πικριασ και συνδεσμον αδικιασ ορω σε οντα
24ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν· Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν κύριον ὅπως μηδὲν ἐπέλθῃ ἐπʼ ἐμὲ ὧν εἰρήκατε.
24αποκριθεισ δε ο σιμων ειπεν δεηθητε υμεισ υπερ εμου προσ τον κυριον οπωσ μηδεν επελθη επ εμε ων ειρηκατε
25Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ κυρίου ⸀ὑπέστρεφον εἰς ⸀Ἱεροσόλυμα, πολλάς τε κώμας τῶν Σαμαριτῶν ⸀εὐηγγελίζοντο.
25οι μεν ουν διαμαρτυραμενοι και λαλησαντεσ τον λογον του κυριου υπεστρεψαν εισ ιερουσαλημ πολλασ τε κωμασ των σαμαρειτων ευηγγελισαντο
26Ἄγγελος δὲ κυρίου ἐλάλησεν πρὸς Φίλιππον λέγων· Ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἰερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος.
26αγγελοσ δε κυριου ελαλησεν προσ φιλιππον λεγων αναστηθι και πορευου κατα μεσημβριαν επι την οδον την καταβαινουσαν απο ιερουσαλημ εισ γαζαν αυτη εστιν ερημοσ
27καὶ ἀναστὰς ἐπορεύθη, καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης ⸀Κανδάκης βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἰερουσαλήμ,
27και αναστασ επορευθη και ιδου ανηρ αιθιοψ ευνουχοσ δυναστησ κανδακησ τησ βασιλισσησ αιθιοπων οσ ην επι πασησ τησ γαζησ αυτησ οσ εληλυθει προσκυνησων εισ ιερουσαλημ
28ἦν ⸀τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ καὶ ἀνεγίνωσκεν τὸν προφήτην Ἠσαΐαν.
28ην τε υποστρεφων και καθημενοσ επι του αρματοσ αυτου και ανεγινωσκεν τον προφητην ησαιαν
29εἶπεν δὲ τὸ πνεῦμα τῷ Φιλίππῳ· Πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ.
29ειπεν δε το πνευμα τω φιλιππω προσελθε και κολληθητι τω αρματι τουτω
30προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος ⸂Ἠσαΐαν τὸν προφήτην⸃ καὶ εἶπεν· Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις;
30προσδραμων δε ο φιλιπποσ ηκουσεν αυτου αναγινωσκοντοσ τον προφητην ησαιαν και ειπεν αρα γε γινωσκεισ α αναγινωσκεισ
31ὁ δὲ εἶπεν· Πῶς γὰρ ἂν δυναίμην ἐὰν μή τις ⸀ὁδηγήσει με; παρεκάλεσέν τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ.
31ο δε ειπεν πωσ γαρ αν δυναιμην εαν μη τισ οδηγηση με παρεκαλεσεν τε τον φιλιππον αναβαντα καθισαι συν αυτω
32ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ ⸀κείραντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.
32η δε περιοχη τησ γραφησ ην ανεγινωσκεν ην αυτη ωσ προβατον επι σφαγην ηχθη και ωσ αμνοσ εναντιον του κειροντοσ αυτον αφωνοσ ουτωσ ουκ ανοιγει το στομα αυτου
33ἐν τῇ ⸀ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρθη· ⸀τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.
33εν τη ταπεινωσει αυτου η κρισισ αυτου ηρθη την δε γενεαν αυτου τισ διηγησεται οτι αιρεται απο τησ γησ η ζωη αυτου
34ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπεν· Δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει ⸀τοῦτο; περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός;
34αποκριθεισ δε ο ευνουχοσ τω φιλιππω ειπεν δεομαι σου περι τινοσ ο προφητησ λεγει τουτο περι εαυτου η περι ετερου τινοσ
35ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν.
35ανοιξασ δε ο φιλιπποσ το στομα αυτου και αρξαμενοσ απο τησ γραφησ ταυτησ ευηγγελισατο αυτω τον ιησουν
36ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ, καί φησιν ὁ εὐνοῦχος· Ἰδοὺ ὕδωρ, τί κωλύει με ⸀βαπτισθῆναι;
36ωσ δε επορευοντο κατα την οδον ηλθον επι τι υδωρ και φησιν ο ευνουχοσ ιδου υδωρ τι κωλυει με βαπτισθηναι
38καὶ ἐκέλευσεν στῆναι τὸ ἅρμα, καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν.
38και εκελευσεν στηναι το αρμα και κατεβησαν αμφοτεροι εισ το υδωρ ο τε φιλιπποσ και ο ευνουχοσ και εβαπτισεν αυτον
39ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, πνεῦμα κυρίου ἥρπασεν τὸν Φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος, ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων.
39οτε δε ανεβησαν εκ του υδατοσ πνευμα κυριου ηρπασεν τον φιλιππον και ουκ ειδεν αυτον ουκετι ο ευνουχοσ επορευετο γαρ την οδον αυτου χαιρων
40Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον, καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν.
40φιλιπποσ δε ευρεθη εισ αζωτον και διερχομενοσ ευηγγελιζετο τασ πολεισ πασασ εωσ του ελθειν αυτον εισ καισαρειαν
Tip: use the ← and → keys to turn chapters.