ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 8
SBL Greek New TestamentOriginal language
SBL Greek New Testament
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Γνωρίζομεν δὲ ὑμῖν, ἀδελφοί, τὴν χάριν τοῦ θεοῦ τὴν δεδομένην ἐν ταῖς ἐκκλησίαις τῆς Μακεδονίας,
1γνωριζομεν δε υμιν αδελφοι την χαριν του θεου την δεδομενην εν ταισ εκκλησιαισ τησ μακεδονιασ
2ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν καὶ ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς ⸂τὸ πλοῦτος⸃ τῆς ἁπλότητος αὐτῶν·
2οτι εν πολλη δοκιμη θλιψεωσ η περισσεια τησ χαρασ αυτων και η κατα βαθουσ πτωχεια αυτων επερισσευσεν εισ τον πλουτον τησ απλοτητοσ αυτων
3ὅτι κατὰ δύναμιν, μαρτυρῶ, καὶ ⸀παρὰ δύναμιν, αὐθαίρετοι
3οτι κατα δυναμιν μαρτυρω και υπερ δυναμιν αυθαιρετοι
4μετὰ πολλῆς παρακλήσεως δεόμενοι ἡμῶν, τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους—
4μετα πολλησ παρακλησεωσ δεομενοι ημων την χαριν και την κοινωνιαν τησ διακονιασ τησ εισ τουσ αγιουσ
5καὶ οὐ καθὼς ἠλπίσαμεν ἀλλʼ ἑαυτοὺς ἔδωκαν πρῶτον τῷ κυρίῳ καὶ ἡμῖν διὰ θελήματος θεοῦ,
5και ου καθωσ ηλπισαμεν αλλ εαυτουσ εδωκαν πρωτον τω κυριω και ημιν δια θεληματοσ θεου
6εἰς τὸ παρακαλέσαι ἡμᾶς Τίτον ἵνα καθὼς προενήρξατο οὕτως καὶ ἐπιτελέσῃ εἰς ὑμᾶς καὶ τὴν χάριν ταύτην·
6εισ το παρακαλεσαι ημασ τιτον ινα καθωσ προενηρξατο ουτωσ και επιτελεση εισ υμασ και την χαριν ταυτην
7ἀλλʼ ὥσπερ ἐν παντὶ περισσεύετε, πίστει καὶ λόγῳ καὶ γνώσει καὶ πάσῃ σπουδῇ καὶ τῇ ἐξ ⸂ἡμῶν ἐν ὑμῖν⸃ ἀγάπῃ, ἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι περισσεύητε.
7αλλ ωσπερ εν παντι περισσευετε πιστει και λογω και γνωσει και παση σπουδη και τη εξ υμων εν ημιν αγαπη ινα και εν ταυτη τη χαριτι περισσευητε
8Οὐ κατʼ ἐπιταγὴν λέγω ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆς καὶ τὸ τῆς ὑμετέρας ἀγάπης γνήσιον δοκιμάζων·
8ου κατ επιταγην λεγω αλλα δια τησ ετερων σπουδησ και το τησ υμετερασ αγαπησ γνησιον δοκιμαζων
9γινώσκετε γὰρ τὴν χάριν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι διʼ ὑμᾶς ἐπτώχευσεν πλούσιος ὤν, ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε.
9γινωσκετε γαρ την χαριν του κυριου ημων ιησου χριστου οτι δι υμασ επτωχευσεν πλουσιοσ ων ινα υμεισ τη εκεινου πτωχεια πλουτησητε
10καὶ γνώμην ἐν τούτῳ δίδωμι· τοῦτο γὰρ ὑμῖν συμφέρει, οἵτινες οὐ μόνον τὸ ποιῆσαι ἀλλὰ καὶ τὸ θέλειν προενήρξασθε ἀπὸ πέρυσι·
10και γνωμην εν τουτω διδωμι τουτο γαρ υμιν συμφερει οιτινεσ ου μονον το ποιησαι αλλα και το θελειν προενηρξασθε απο περυσι
11νυνὶ δὲ καὶ τὸ ποιῆσαι ἐπιτελέσατε, ὅπως καθάπερ ἡ προθυμία τοῦ θέλειν οὕτως καὶ τὸ ἐπιτελέσαι ἐκ τοῦ ἔχειν.
11νυνι δε και το ποιησαι επιτελεσατε οπωσ καθαπερ η προθυμια του θελειν ουτωσ και το επιτελεσαι εκ του εχειν
12εἰ γὰρ ἡ προθυμία πρόκειται, καθὸ ἐὰν ⸀ἔχῃ εὐπρόσδεκτος, οὐ καθὸ οὐκ ἔχει.
12ει γαρ η προθυμια προκειται καθο εαν εχη τισ ευπροσδεκτοσ ου καθο ουκ εχει
13οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις, ⸀ὑμῖν θλῖψις· ἀλλʼ ἐξ ἰσότητος
13ου γαρ ινα αλλοισ ανεσισ υμιν δε θλιψισ αλλ εξ ισοτητοσ εν τω νυν καιρω το υμων περισσευμα εισ το εκεινων υστερημα
14ἐν τῷ νῦν καιρῷ τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα, ὅπως γένηται ἰσότης·
14ινα και το εκεινων περισσευμα γενηται εισ το υμων υστερημα οπωσ γενηται ισοτησ
15καθὼς γέγραπται· Ὁ τὸ πολὺ οὐκ ἐπλεόνασεν, καὶ ὁ τὸ ὀλίγον οὐκ ἠλαττόνησεν.
15καθωσ γεγραπται ο το πολυ ουκ επλεονασεν και ο το ολιγον ουκ ηλαττονησεν
16Χάρις δὲ τῷ θεῷ τῷ ⸀διδόντι τὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ Τίτου,
16χαρισ δε τω θεω τω διδοντι την αυτην σπουδην υπερ υμων εν τη καρδια τιτου
17ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο, σπουδαιότερος δὲ ὑπάρχων αὐθαίρετος ἐξῆλθεν πρὸς ὑμᾶς.
17οτι την μεν παρακλησιν εδεξατο σπουδαιοτεροσ δε υπαρχων αυθαιρετοσ εξηλθεν προσ υμασ
18συνεπέμψαμεν δὲ μετʼ αὐτοῦ τὸν ἀδελφὸν οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ διὰ πασῶν τῶν ἐκκλησιῶν—
18συνεπεμψαμεν δε μετ αυτου τον αδελφον ου ο επαινοσ εν τω ευαγγελιω δια πασων των εκκλησιων
19οὐ μόνον δὲ ἀλλὰ καὶ χειροτονηθεὶς ὑπὸ τῶν ἐκκλησιῶν συνέκδημος ἡμῶν ⸀σὺν τῇ χάριτι ταύτῃ τῇ διακονουμένῃ ὑφʼ ἡμῶν πρὸς τὴν ⸀αὐτοῦ τοῦ κυρίου δόξαν καὶ προθυμίαν ἡμῶν—
19ου μονον δε αλλα και χειροτονηθεισ υπο των εκκλησιων συνεκδημοσ ημων συν τη χαριτι ταυτη τη διακονουμενη υφ ημων προσ την αυτου του κυριου δοξαν και προθυμιαν ημων
20στελλόμενοι τοῦτο μή τις ἡμᾶς μωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφʼ ἡμῶν,
20στελλομενοι τουτο μη τισ ημασ μωμησηται εν τη αδροτητι ταυτη τη διακονουμενη υφ ημων
21⸂προνοοῦμεν γὰρ⸃ καλὰ οὐ μόνον ἐνώπιον κυρίου ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων.
21προνοουμενοι καλα ου μονον ενωπιον κυριου αλλα και ενωπιον ανθρωπων
22συνεπέμψαμεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡμῶν ὃν ἐδοκιμάσαμεν ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄντα, νυνὶ δὲ πολὺ σπουδαιότερον πεποιθήσει πολλῇ τῇ εἰς ὑμᾶς.
22συνεπεμψαμεν δε αυτοισ τον αδελφον ημων ον εδοκιμασαμεν εν πολλοισ πολλακισ σπουδαιον οντα νυνι δε πολυ σπουδαιοτερον πεποιθησει πολλη τη εισ υμασ
23εἴτε ὑπὲρ Τίτου, κοινωνὸς ἐμὸς καὶ εἰς ὑμᾶς συνεργός· εἴτε ἀδελφοὶ ἡμῶν, ἀπόστολοι ἐκκλησιῶν, δόξα Χριστοῦ.
23ειτε υπερ τιτου κοινωνοσ εμοσ και εισ υμασ συνεργοσ ειτε αδελφοι ημων αποστολοι εκκλησιων δοξα χριστου
24τὴν οὖν ἔνδειξιν τῆς ἀγάπης ὑμῶν καὶ ἡμῶν καυχήσεως ὑπὲρ ὑμῶν εἰς αὐτοὺς ⸀ἐνδεικνύμενοι εἰς πρόσωπον τῶν ἐκκλησιῶν.
24την ουν ενδειξιν τησ αγαπησ υμων και ημων καυχησεωσ υπερ υμων εισ αυτουσ ενδειξασθε εισ προσωπον των εκκλησιων
Tip: use the ← and → keys to turn chapters.