ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α
Chapter 2

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α

SBL Greek New Testament
vs Freedom Bible (フリー…
Aa
Text size
Line width
Verse numbers

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 2

SBL Greek New TestamentOriginal language
SBL Greek New Testament
Freedom Bible (フリーダム・バイブル)
1Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθον οὐ καθʼ ὑπεροχὴν λόγου ἢ σοφίας καταγγέλλων ὑμῖν τὸ ⸀μαρτύριον τοῦ θεοῦ.
1兄弟たち、私があなたがたのもとに行った時、神のあかしを告げ知らせるのに、優れた話術や知恵を用いませんでした。
2οὐ γὰρ ἔκρινά ⸂τι εἰδέναι⸃ ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον·
2あなたがたの間では、イエス・キリスト、それも十字架につけられた方以外、何も知るまいと決めていたからです。
3κἀγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς,
3私は弱さと恐れの中にあり、激しくおののきながら、あなたがたと共にいました。
4καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν ⸂πειθοῖ σοφίας⸃ ἀλλʼ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως,
4私の言葉と宣教は、人間の知恵による説得力ある言葉ではなく、霊と力が明らかに現れるものでした。
5ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων ἀλλʼ ἐν δυνάμει θεοῦ.
5それは、あなたがたの信仰が人の知恵ではなく、神の力に基づくものとなるためでした。
6Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων·
6しかし、成熟した人々の間では、われわれも知恵を語ります。ただし、それはこの世の知恵でも、滅びゆくこの世の支配者たちの知恵でもありません。
7ἀλλὰ λαλοῦμεν ⸂θεοῦ σοφίαν⸃ ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν·
7われわれが語るのは、奥義として隠されていた神の知恵です。それは、神がわれわれに栄光を与えるため、世界の始まる前から定めておられた知恵です。
8ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν, εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν·
8この世の支配者たちは、だれ一人、この知恵を知りませんでした。もし知っていたなら、栄光の主を十字架につけはしなかったでしょう。
9ἀλλὰ καθὼς γέγραπται· Ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ⸀ὅσα ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.
9しかし、こう書かれています。 「目が見たことのないもの、耳が聞いたことのないもの、 人の心に思い浮かびもしなかったもの、 それを神は、ご自分を愛する人々のために備えてくださった。」
10ἡμῖν ⸀γὰρ ⸂ἀπεκάλυψεν ὁ θεὸς⸃ διὰ τοῦ ⸀πνεύματος, τὸ γὰρ πνεῦμα πάντα ἐραυνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ.
10しかし神は、それらを霊によってわれわれに明らかにしてくださいました。霊はすべてを、神の深みさえも探るからです。
11τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτως καὶ τὰ τοῦ θεοῦ οὐδεὶς ⸀ἔγνωκεν εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ.
11人の内にあるその人の霊のほかに、いったいだれがその人のことを知っているでしょうか。それと同じように、神の霊のほかには、だれも神のことを知りません。
12ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν·
12われわれが受けたのは、この世の霊ではなく、神から来る霊です。それによって、神が恵みによりわれわれに与えてくださったものを知るためです。
13ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλʼ ἐν διδακτοῖς ⸀πνεύματος, πνευματικοῖς πνευματικὰ συγκρίνοντες.
13われわれはこれらのことを語るのにも、人間の知恵に教えられた言葉ではなく、聖霊に教えられた言葉を用い、霊的なことを霊的な言葉によって解き明かします。
14Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ, μωρία γὰρ αὐτῷ ἐστίν, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται·
14生まれながらの人は、神の霊に属することを受け入れません。その人には愚かに思われ、知ることもできないからです。それらは霊によって見分けるものだからです。
15ὁ δὲ πνευματικὸς ἀνακρίνει ⸀τὰ πάντα, αὐτὸς δὲ ὑπʼ οὐδενὸς ἀνακρίνεται.
15しかし、霊に属する人はすべてを見分けますが、その人自身はだれからも判断されません。
16τίς γὰρ ἔγνω νοῦν κυρίου, ὃς συμβιβάσει αὐτόν; ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν.
16「だれが主の心を知り、主を教えることができようか。」しかし、われわれにはキリストの心があります。

Tip: use the ← and → keys to turn chapters.