مکاشفهٔ یوحنا 16
Old Persian Version (ترجمه قدیم)Translation
Old Persian Version (ترجمه قدیم)
Greek New Testament: 1904 Patriarchal Text (Byzantine)
1و آوازی بلند شنیدم که از میان قدس به آن هفت فرشته میگوید که «بروید، هفت پیاله غضب خدا را بر زمین بریزید.»
1Καὶ ἤκουσα μεγάλης φωνῆς ἐκ τοῦ ναοῦ λεγούσης τοῖς ἑπτὰ ἀγγέλοις· ὑπάγετε καὶ ἐκχέατε τὰς ἑπτὰ φιάλας τοῦ θυμοῦ τοῦ Θεοῦ εἰς τὴν γῆν.
2و اولی رفته، پیاله خود را بر زمین ریخت ودمل زشت و بد بر مردمانی که نشان وحش دارندو صورت او را میپرستند، بیرون آمد.
2Καὶ ἀπῆλθεν ὁ πρῶτος καὶ ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τὴν γῆν· καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ.
3و دومین پیاله خود را به دریا ریخت که آن به خون مثل خون مرده مبدل گشت و هر نفس زنده از چیزهایی که در دریا بود بمرد.
3Καὶ ὁ δεύτερος [ἄγγελος] ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν· καὶ ἐγένετο αἷμα ὡς νεκροῦ, καὶ πᾶσα ψυχὴ ζῶσα ἀπέθανεν ἐν τῇ θαλάσσῃ.
4و سومین پیاله خود را در نهرها و چشمه های آب ریخت و خون شد.
4Καὶ ὁ τρίτος ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς καὶ εἰς τὰς πηγὰς τῶν ὑδάτων· καὶ ἐγένετο αἷμα.
5و فرشته آبها را شنیدم که میگوید: عادلی تو که هستی و بودیای قدوس، زیرا که چنین حکم کردی،
5Καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος· δίκαιος εἶ, ὁ ὢν καὶ ὁ ἦν, ὁ ὅσιος, ὅτι ταῦτα ἔκρινας·
6چونکه خون مقدسین و انبیا را ریختند و بدیشان خون دادی که بنوشند زیرا که مستحقند.»
6ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν, καὶ αἷμα αὐτοῖς ἔδωκας πιεῖν· ἄξιοί εἰσι.
7و شنیدم که مذبح میگوید: «ای خداوند، خدای قادرمطلق، داوریهای تو حق و عدل است.»
7Καὶ ἤκουσα τοῦ θυσιαστηρίου λέγοντος· ναί, Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου.
8و چهارمین، پیاله خود را بر آفتاب ریخت؛ وبه آن داده شد که مردم را به آتش بسوزاند.
8Καὶ ὁ τέταρτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον· καὶ ἐδόθη αὐτῷ καυματίσαι ἐν πυρὶ τοὺς ἀνθρώπους,
9ومردم به حرارت شدید سوخته شدند و به اسم آن خدا که بر این بلایا قدرت دارد، کفر گفتند و توبه نکردند تا او را تمجید نمایند.
9καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα, καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸ ὄνομα τοῦ Θεοῦ τοῦ ἔχοντος ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν.
10و پنجمین، پیاله خود را بر تخت وحش ریخت و مملکت او تاریک گشت و زبانهای خودرا از درد میگزیدند،
10Καὶ ὁ πέμπτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου· καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη, καὶ ἐμασῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου,
11و به خدای آسمان بهسبب دردها و دملهای خود کفر میگفتند و ازاعمال خود توبه نکردند.
11καὶ ἐβλασφήμησαν τὸν Θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν.
12و ششمین، پیاله خود را بر نهر عظیم فرات ریخت و آبش خشکید تا راه پادشاهانی که ازمشرق آفتاب میآیند، مهیا شود.
12Καὶ ὁ ἕκτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ποταμὸν τὸν μέγαν [τὸν] Εὐφράτην· καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῆς ἡλίου.
13و دیدم که ازدهان اژدها و از دهان وحش و از دهان نبی کاذب، سه روح خبیث چون وزغها بیرون میآیند.
13Καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου πνεύματα τρία ἀκάθαρτα, ὡς βάτραχοι·
14زیرا که آنها ارواح دیوها هستند که معجزات ظاهر میسازند و بر پادشاهان تمام ربع مسکون خروج میکنند تا ایشان را برای جنگ آن روزعظیم خدای قادر مطلق فراهم آورند.
14εἰσὶ γὰρ πνεύματα δαιμονίων ποιοῦντα σημεῖα, ἃ ἐκπορεύεται ἐπὶ τοὺς βασιλεῖς τῆς οἰκουμένης ὅλης, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον τῆς ἡμέρας ἐκείνης τῆς μεγάλης τοῦ Θεοῦ τοῦ παντοκράτορος.
15«اینک چون دزد میآیم! خوشابحال کسیکه بیدار شده، رخت خود را نگاه دارد، مباداعریان راه رود و رسوایی او را ببینند.»
15Ἰδοὺ ἔρχομαι ὡς κλέπτης· μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ καὶ βλέπωσι τὴν ἀσχημοσύνην αὐτοῦ.
16و ایشان را به موضعی که آن را در عبرانی حارمجدون میخوانند، فراهم آوردند.
16καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον Ἑβραϊστὶ Ἁρμαγεδών.
17و هفتمین، پیاله خود را بر هوا ریخت وآوازی بلند از میان قدس آسمان از تخت بدرآمده، گفت که «تمام شد.»
17Καὶ ὁ ἕβδομος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἀέρα· καὶ ἐξῆλθε φωνὴ μεγάλη ἐκ τοῦ ναοῦ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θρόνου λέγουσα· γέγονε.
18و برقها و صداها ورعدها حادث گردید و زلزلهای عظیم شد آن چنانکه از حین آفرینش انسان بر زمین زلزلهای به این شدت و عظمت نشده بود.
18καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί, καὶ σεισμὸς ἐγένετο μέγας, οἷος οὐκ ἐγένετο ἀφ᾽ οὗ οἱ ἄνθρωποι ἐγένοντο ἐπὶ τῆς γῆς, τηλικοῦτος σεισμὸς οὕτω μέγας.
19و شهر بزرگ به سه قسم منقسم گشت و بلدان امتها خراب شدو بابل بزرگ در حضور خدا بیاد آمد تا پیاله خمرغضب آلود خشم خود را بدو دهد.
19καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη, καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσαν. καὶ Βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ Θεοῦ δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ.
20و هرجزیره گریخت و کوهها نایاب گشت،
20καὶ πᾶσα νῆσος ἔφυγε, καὶ ὄρη οὐχ εὑρέθησαν.
21و تگرگ بزرگ که گویا به وزن یک من بود، از آسمان برمردم بارید و مردم بهسبب صدمه تگرگ، خدا راکفر گفتند زیرا که صدمهاش بینهایت سخت بود.
21καὶ χάλαζα μεγάλη ὡς ταλαντιαία καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους· καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν Θεὸν ἐκ τῆς πληγῆς τῆς χαλάζης, ὅτι μεγάλη ἐστὶν ἡ πληγὴ αὕτη σφόδρα.
Tip: use the ← and → keys to turn chapters.