مکاشفهٔ یوحنا
Chapter 18

مکاشفهٔ یوحنا

Old Persian Version (ترج…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

مکاشفهٔ یوحنا 18

Old Persian Version (ترجمه قدیم)
Greek New Testament: 1904 Patriarchal Text (Byzantine)
1بعد از آن دیدم فرشته‌ای دیگر ازآسمان نازل شد که قدرت عظیم داشت و زمین به جلال او منور شد.
1Μετὰ ταῦτα εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην, καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ,
2و به آواز زورآورندا کرده، گفت: «منهدم شد، منهدم شد بابل عظیم! و او مسکن دیوها و ملاذ هر روح خبیث وملاذ هر مرغ ناپاک و مکروه گردیده است.
2καὶ ἔκραξεν ἐν ἰσχυρᾷ φωνῇ λέγων· ἔπεσεν, ἔπεσε Βαβυλὼν ἡ μεγάλη, καὶ ἐγένετο κατοικητήριον δαιμονίων καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου καὶ μεμισημένου·
3زیراکه از خمر غضب آلود زنای او همه امت هانوشیده‌اند و پادشاهان جهان با وی زنا کرده‌اند وتجار جهان از کثرت عیاشی او دولتمندگردیده‌اند.»
3ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πέπωκαν πάντα τὰ ἔθνη, καὶ οἱ βασιλεῖς τῆς γῆς μετ᾽ αὐτῆς ἐπόρνευσαν, καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν.
4و صدایی دیگر از آسمان شنیدم که می‌گفت: «ای قوم من از میان او بیرون آیید، مبادادر گناهانش شریک شده، از بلاهایش بهره‌مندشوید.
4Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν· ἔξελθε ἐξ αὐτῆς ὁ λαός μου, ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, καὶ ἵνα ἐκ τῶν πληγῶν αὐτῆς μὴ λάβητε·
5زیرا گناهانش تا به فلک رسیده و خدا ظلمهایش را به یاد آورده است.
5ὅτι ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ, καὶ ἐμνημόνευσεν ὁ Θεὸς τὰ ἀδικήματα αὐτῆς.
6بدو رد کنیدآنچه را که او داده است و بحسب کارهایش دوچندان بدو جزا دهید و در‌پیاله‌ای که او آمیخته است، او را دو چندان بیامیزید.
6ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκε, καὶ διπλώσατε [αὐτῇ] διπλᾶ κατὰ τὰ ἔργα αὐτῆς· ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασε, κεράσατε αὐτῇ διπλοῦν.
7به اندازه‌ای که خویشتن را تمجید کرد و عیاشی نمود، به آنقدرعذاب و ماتم بدو دهید، زیرا که در دل خودمی گوید: به مقام ملکه نشسته‌ام و بیوه نیستم وماتم هرگز نخواهم دید.
7ὅσα ἐδόξασεν ἑαυτὴν καὶ ἐστρηνίασε, τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος. ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει, ὅτι κάθημαι [καθὼς] βασίλισσα καὶ χήρα οὐκ εἰμὶ καὶ πένθος οὐ μὴ ἴδω,
8لهذا بلایای او از مرگ وماتم و قحط در یک روز خواهد آمد و به آتش سوخته خواهد شد، زیرا که زورآور است، خداوند خدایی که بر او داوری می‌کند.
8διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς, θάνατος καὶ πένθος καὶ λιμός, καὶ ἐν πυρὶ κατακαυθήσεται· ὅτι ἰσχυρὸς Κύριος ὁ Θεὸς ὁ κρίνας αὐτήν.
9آنگاه پادشاهان دنیا که با او زنا و عیاشی نمودند، چون دود سوختن او را بینند، گریه و ماتم خواهند کرد،
9καὶ κλαύσουσιν αὐτὴν καὶ κόψονται ἐπ᾽ αὐτῇ οἱ βασιλεῖς τῆς γῆς οἱ μετ᾽ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσι τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς,
10و از خوف عذابش دور ایستاده، خواهند گفت: وای وای، ای شهر عظیم، ای بابل، بلده زورآورزیرا که در یک ساعت عقوبت تو آمد.
10ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, λέγοντες· οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη Βαβυλών, ἡ πόλις ἡ ἰσχυρά, ὅτι μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου.
11«و تجار جهان برای او گریه و ماتم خواهندنمود، زیرا که از این پس بضاعت ایشان را کسی نمی خرد.
11καὶ οἱ ἔμποροι τῆς γῆς κλαύσουσι καὶ πενθήσουσιν ἐπ᾽ αὐτῇ, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι,
12بضاعت طلا و نقره و جواهر ومروارید و کتان نازک و ارغوانی و ابریشم و قرمز وعود قماری و هر ظرف عاج و ظروف چوب گرانبها و مس و آهن و مرمر،
12γόμον χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶ μαργαρίτου, καὶ βυσσίνου καὶ πορφύρας καὶ σηρικοῦ καὶ κοκκίνου, καὶ πᾶν ξύλον θύϊνον καὶ πᾶν σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου,
13و دارچینی وحماما و خوشبوی‌ها و مر و کندر و شراب وروغن و آرد میده و گندم و رمه‌ها و گله‌ها و اسبان و ارابه‌ها و اجساد و نفوس مردم.
13καὶ κινάμωμον καὶ ἄμωμον καὶ θυμιάματα, καὶ μύρον καὶ λίβανον καὶ οἶνον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σῖτον καὶ κτήνη καὶ πρόβατα, καὶ ἵππων καὶ ῥεδῶν καὶ σωμάτων, καὶ ψυχὰς ἀνθρώπων.
14و حاصل شهوت نفس تو از تو گم شد و هر چیز فربه وروشن از تو نابود گردید و دیگر آنها را نخواهی یافت.
14καὶ ἡ ὀπώρα τῆς ἐπιθυμίας τῆς ψυχῆς σου ἀπώλετο ἀπὸ σοῦ, καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπῆλθεν ἀπὸ σοῦ, καὶ οὐκέτι οὐ μὴ αὐτὰ εὑρήσεις.
15و تاجران این چیزها که از وی دولتمند شده‌اند، از ترس عذابش دور ایستاده، گریان وماتم‌کنان
15οἱ ἔμποροι τούτων, οἱ πλουτήσαντες ἀπ᾽ αὐτῆς, ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς κλαίοντες καὶ πενθοῦντες,
16خواهند گفت: وای، وای، ای شهرعظیم که به کتان و ارغوانی و قرمز ملبس می‌بودی و به طلا و جواهر و مروارید مزین، زیرا در یک ساعت اینقدر دولت عظیم خراب شد.
16λέγοντες· οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινον καὶ πορφυροῦν καὶ κόκκινον καὶ κεχρυσωμένη ἐν χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος.
17و هرناخدا و کل جماعتی که بر کشتیها می‌باشند وملاحان و هر‌که شغل دریا می‌کند دور ایستاده،
17καὶ πᾶς κυβερνήτης καὶ πᾶς ὁ ἐπὶ τόπον πλέων, καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται, ἀπὸ μακρόθεν ἔστησαν,
18چون دود سوختن آن را دیدند، فریادکنان گفتند: کدام شهر است مثل این شهر بزرگ!
18καὶ ἔκραζον βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, λέγοντες· τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ;
19وخاک بر سر خود ریخته، گریان و ماتم‌کنان فریادبرآورده، می‌گفتند: «وای، وای بر آن شهر عظیم که از آن هر‌که در دریا صاحب کشتی بود، ازنفایس او دولتمند گردید که در یک ساعت ویران گشت.
19καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ ἔκραζον κλαίοντες καὶ πενθοῦντες, λέγοντες· οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες τὰ πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς· ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.
20«پس‌ای آسمان و مقدسان و رسولان و انبیاشادی کنید زیرا خدا انتقام شما را از او کشیده است.»
20Εὐφραίνου ἐπ᾽ αὐτῇ, οὐρανέ, καὶ οἱ ἅγιοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προφῆται, ὅτι ἔκρινεν ὁ Θεὸς τὸ κρῖμα ὑμῶν ἐξ αὐτῆς.
21و یک فرشته زورآور سنگی چون سنگ آسیای بزرگ گرفته، به دریا انداخت و گفت: «چنین به یک صدمه، شهر بابل منهدم خواهدگردید و دیگر هرگز یافت نخواهد شد.
21Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς μύλον μέγαν καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγων· οὕτως ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις, καὶ οὐ μὴ εὑρεθῇ ἔτι.
22وصوت بربطزنان و مغنیان و نی‌زنان و کرنانوازان بعد از این در تو شنیده نخواهد شد و هیچ صنعتگر از هر صناعتی در تو دیگر پیدا نخواهدشد و باز صدای آسیا در تو شنیده نخواهدگردید،
22καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, καὶ πᾶς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ μύλου οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,
23و نور چراغ در تو دیگر نخواهد تابید وآواز عروس و داماد باز در تو شنیده نخواهدگشت زیرا که تجار تو اکابر جهان بودند و از جادوگری تو جمیع امت‌ها گمراه شدند.
23καὶ φῶς λύχνου οὐ μὴ φανῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ νυμφίου καὶ νύμφης οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι· ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς, ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη,
24و درآن، خون انبیا و مقدسین و تمام مقتولان روی زمین یافت شد.»
24καὶ ἐν αὐτῇ αἵματα προφητῶν καὶ ἁγίων εὑρέθη καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.

Tip: use the ← and → keys to turn chapters.