لوقا 12
Old Persian Version (ترجمه قدیم)Translation
Old Persian Version (ترجمه قدیم)
Greek New Testament, word by word (STEPBible TAGNT)
1و در آن میان، وقتی که هزاران از خلق جمع شدند، به نوعی که یکدیگر راپایمال میکردند، به شاگردان خود به سخنگفتن شروع کرد. «اول آنکه از خمیرمایه فریسیان که ریاکاری است احتیاط کنید.
1Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου ὥστε καταπατεῖν ἀλλήλους ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον· προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης ἥτις ἐστὶν ὑπόκρισις τῶν Φαρισαίων.¶
2زیرا چیزی نهفته نیست که آشکار نشود و نه مستوری که معلوم نگردد.
2Οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται.
3بنابراین آنچه در تاریکی گفتهاید، درروشنایی شنیده خواهد شد و آنچه در خلوتخانه در گوش گفتهاید بر پشت بامها ندا شود.
3ἀνθ᾽ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτὶ ἀκουσθήσεται, καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις κηρυχθήσεται ἐπὶ τῶν δωμάτων.¶
4لیکنای دوستان من، به شما میگویم از قاتلان جسم که قدرت ندارند بیشتر از این بکنند، ترسان مباشید.
4Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου· μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι.
5بلکه به شما نشان میدهم که از که باید ترسید، از او بترسید که بعد از کشتن، قدرت دارد که به جهنم بیفکند. بلی به شما میگویم از او بترسید.
5ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν ἐμβαλεῖν εἰς τὴν γέενναν. ναὶ λέγω ὑμῖν· τοῦτον φοβήθητε.
6آیا پنج گنجشک به دو فلس فروخته نمی شود وحال آنکه یکی از آنها نزد خدا فراموش نمی شود؟
6οὐχὶ πέντε στρουθία πωλοῦνται ἀσσαρίων δύο; καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ θεοῦ·
7بلکه مویهای سر شما همه شمرده شده است. پس بیم مکنید، زیرا که از چندان گنجشک بهتر هستید.
7ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. μὴ φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε.¶
8«لیکن به شما میگویم هرکه نزد مردم به من اقرار کند، پسر انسان نیز پیش فرشتگان خدا او رااقرار خواهد کرد.
8Λέγω δὲ ὑμῖν· πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ·
9اما هرکه مرا پیش مردم انکارکند، نزد فرشتگان خدا انکار کرده خواهد شد.
9ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ.
10و هرکه سخنی برخلاف پسر انسان گوید، آمرزیده شود. اما هرکه به روحالقدس کفر گویدآمرزیده نخواهد شد.
10καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται.¶
11و چون شما را درکنایس و به نزد حکام و دیوانیان برند، اندیشه مکنید که چگونه و به چه نوع حجت آورید یا چه بگویید.
11Ὅταν δὲ εἰσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνήσητε πῶς ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε·
12زیرا که در همان ساعت روحالقدس شما را خواهد آموخت که چه باید گفت.»
12τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.¶
13و شخصی از آن جماعت به وی گفت: «ای استاد، برادر مرا بفرما تا ارث پدر را با من تقسیم کند.»
13Εἶπεν δέ τις ἐκ τοῦ ὄχλου αὐτῷ· διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετ᾽ ἐμοῦ τὴν κληρονομίαν.
14به وی گفت: «ای مرد که مرا بر شما داوریا مقسم قرار داده است؟»
14ὁ δὲ εἶπεν αὐτῷ· ἄνθρωπε, τίς με κατέστησεν κριτὴν ἢ μεριστὴν ἐφ᾽ ὑμᾶς;¶
15پس بدیشان گفت: «زنهار از طمع بپرهیزید زیرا اگرچه اموال کسی زیاد شود، حیات او از اموالش نیست.»
15Εἶπεν δὲ πρὸς αὐτούς· ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ πάσης πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτῷ.¶
16و مثلی برای ایشان آورده، گفت: «شخصی دولتمند را از املاکش محصول وافر پیدا شد.
16Εἶπεν δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων· ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα.
17پس با خود اندیشیده، گفت چه کنم؟ زیراجایی که محصول خود را انبار کنم، ندارم.
17καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων· τί ποιήσω ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου;
18پس گفت چنین میکنم انبارهای خود را خراب کرده، بزرگتر بنا میکنم و در آن تمامی حاصل و اموال خود را جمع خواهم کرد.
18καὶ εἶπεν· τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω καὶ συνάξω ἐκεῖ πάντα τὸν σῖτον καὶ τὰ ἀγαθά μου
19و نفس خود راخواهم گفت کهای جان اموال فراوان اندوخته شده بجهت چندین سال داری. الحال بیارام و به اکل و شرب و شادی بپرداز.
19καὶ ἐρῶ τῇ ψυχῇ μου· ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά. ἀναπαύου, φάγε, πίε, εὐφραίνου.
20خدا وی را گفتای احمق در همین شب جان تو را از تو خواهندگرفت، آنگاه آنچه اندوختهای، از آن که خواهدبود؟
20εἶπεν δὲ αὐτῷ ὁ θεός· ἄφρων, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ. ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;
21همچنین است هر کسیکه برای خودذخیره کند و برای خدا دولتمند نباشد.»
21οὕτως ὁ θησαυρίζων ἑαυτῷ καὶ μὴ εἰς θεὸν πλουτῶν.
22پس به شاگردان خود گفت: «از این جهت به شما میگویم که اندیشه مکنید بجهت جان خودکه چه بخورید و نه برای بدن که چه بپوشید.
22εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· διὰ τοῦτο λέγω ὑμῖν· μὴ μεριμνᾶτε τῇ ψυχῇ τί φάγητε, μηδὲ τῷ σώματι τί ἐνδύσησθε.
23جان از خوراک و بدن از پوشاک بهتر است.
23ἡ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος.
24کلاغان را ملاحظه کنید که نه زراعت میکنندو نه حصاد و نه گنجی و نه انباری دارند و خدا آنهارا میپروراند. آیا شما به چند مرتبه از مرغان بهترنیستید؟
24κατανοήσατε τοὺς κόρακας ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οἷς οὐκ ἔστιν ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν;
25و کیست از شما که به فکر بتواندذراعی بر قامت خود افزاید.
25τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται ἐπὶ τὴν ἡλικίαν αὐτοῦ προσθεῖναι πῆχυν
26پس هرگاه توانایی کوچکترین کاری را ندارید چرا برای مابقی می اندیشید.
26εἰ οὖν οὐδὲ ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε;¶
27سوسنهای چمن را بنگریدچگونه نمو میکنند و حال آنکه نه زحمت میکشند و نه میریسند، اما به شما میگویم که سلیمان با همه جلالش مثل یکی از اینها پوشیده نبود.
27κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει. λέγω δὲ ὑμῖν· οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων.
28پس هرگاه خدا علفی را که امروز درصحرا است و فردا در تنور افکنده میشود چنین میپوشاند، چقدر بیشتر شما راای سستایمانان.
28εἰ δὲ ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὕτως ἀμφιέζει, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι;
29پس شما طالب مباشید که چه بخوریدیا چه بیاشامید و مضطرب مشوید.
29καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε καὶ τί πίητε, καὶ μὴ μετεωρίζεσθε.
30زیرا که امت های جهان، همه این چیزها را میطلبند، لیکن پدر شما میداند که به این چیزها احتیاج دارید.
30ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητοῦσιν· ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων.
31بلکه ملکوت خدا را طلب کنید که جمیع این چیزها برای شما افزوده خواهد شد.
31πλὴν ζητεῖτε τὴν βασιλείαν αὐτοῦ καὶ ταῦτα προστεθήσεται ὑμῖν.¶
32ترسان مباشیدای گله کوچک، زیرا که مرضی پدر شما است که ملکوت را به شما عطافرماید.
32Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν.
33آنچه دارید بفروشید و صدقه دهید وکیسهها بسازید که کهنه نشود و گنجی را که تلف نشود، در آسمان جایی که دزد نزدیک نیاید و بیدتباه نسازد.
33πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει·
34زیرا جایی که خزانه شما است، دل شما نیز در آنجا میباشد.
34ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.¶
35کمرهای خود را بسته چراغهای خود راافروخته بدارید.
35Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι,
36و شما مانند کسانی باشید که انتظار آقای خود را میکشند که چه وقت ازعروسی مراجعت کند تا هروقت آید و در رابکوبد، بیدرنگ برای او بازکنند.
36καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν πότε ἀναλύσῃ ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ.
37خوشابحال آن غلامان که آقای ایشان چون آید ایشان را بیداریابد. هر آینه به شما میگویم که کمر خود را بسته ایشان را خواهد نشانید و پیش آمده، ایشان راخدمت خواهد کرد.
37μακάριοι οἱ δοῦλοι ἐκεῖνοι οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας· ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτούς, καὶ παρελθὼν διακονήσει αὐτοῖς.
38و اگر در پاس دوم یا سوم از شب بیاید و ایشان را چنین یابد، خوشا بحال آن غلامان.
38κἂν ἐν τῇ δευτέρᾳ κἂν ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτως, μακάριοί εἰσιν ἐκεῖνοι.¶
39اما این را بدانید که اگر صاحبخانه میدانست که دزد در چه ساعت میآید، بیدارمی ماند و نمی گذاشت که به خانهاش نقب زنند.
39Τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, οὐκ ἂν ἀφῆκεν διορυχθῆναι τὸν οἶκον αὐτοῦ.
40پس شما نیز مستعد باشید، زیرا در ساعتی که گمان نمی برید پسر انسان میآید.»
40καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.¶
41پطرس به وی گفت: «ای خداوند، آیا این مثل را برای ما زدی یا بجهت همه.»
41Εἶπεν δὲ ὁ Πέτρος· κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις ἢ καὶ πρὸς πάντας;
42خداوندگفت: «پس کیست آن ناظر امین و دانا که مولای اووی را بر سایر خدام خود گماشته باشد تا آذوقه را در وقتش به ایشان تقسیم کند.
42εἶπεν ὁ κύριος· τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος ὁ φρόνιμος ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον;
43خوشابحال آن غلام که آقایش چون آید، او را در چنین کارمشغول یابد.
43μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως.
44هرآینه به شما میگویم که او رابر همه مایملک خود خواهد گماشت.
44ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.¶
45لیکن اگر آن غلام در خاطر خود گوید، آمدن آقایم به طول میانجامد و به زدن غلامان و کنیزان و به خوردن و نوشیدن و میگساریدن شروع کند،
45Ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι,
46هرآینه مولای آن غلام آید، در روزی که منتظر او نباشد و در ساعتی که او نداند و او را دوپاره کرده نصیبش را با خیانتکاران قرار دهد.
46ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει.¶
47«اما آن غلامی که اراده مولای خویش رادانست و خود را مهیا نساخت تا به اراده او عمل نماید، تازیانه بسیار خواهد خورد.
47Ἐκεῖνος δὲ ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ἑτοιμάσας ἢ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ δαρήσεται πολλάς.
48اما آنکه نادانسته کارهای شایسته ضرب کند، تازیانه کم خواهد خورد. و به هر کسیکه عطا زیاده شود ازوی مطالبه زیادتر گردد و نزد هرکه امانت بیشترنهند از او بازخواست زیادتر خواهند کرد.
48ὁ δὲ μὴ γνοὺς ποιήσας δὲ ἄξια πληγῶν δαρήσεται ὀλίγας. παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ᾽ αὐτοῦ· καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.¶
49من آمدم تا آتشی در زمین افروزم، پس چه میخواهم اگر الان درگرفته است.
49Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν καὶ τί θέλω εἰ ἤδη ἀνήφθη.
50اما مراتعمیدی است که بیابم و چه بسیار در تنگی هستم، تا وقتی که آن بسرآید.
50βάπτισμα δὲ ἔχω βαπτισθῆναι καὶ πῶς συνέχομαι ἕως ὅτου τελεσθῇ.
51آیا گمان میبرید که من آمدهام تا سلامتی بر زمین بخشم؟ نی بلکه به شما میگویم تفریق را.
51δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; οὐχί, λέγω ὑμῖν, ἀλλ᾽ ἢ διαμερισμόν.
52زیرا بعد ازاین پنج نفر که در یک خانه باشند دو از سه و سه ازدو جدا خواهند شد،
52ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν ἑνὶ οἴκῳ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶν καὶ δύο ἐπὶ τρισὶν
53پدر از پسر و پسر از پدرو مادر از دختر و دختر از مادر و خارسو ازعروس و عروس از خارسو مفارقت خواهندنمود.»
53διαμερισθήσονται, πατὴρ ἐπὶ υἱῷ καὶ υἱὸς ἐπὶ πατρί, μήτηρ ἐπὶ θυγατέρα καὶ θυγάτηρ ἐπὶ μητέρα, πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς καὶ νύμφη ἐπὶ τὴν πενθεράν
54آنگاه باز به آن جماعت گفت: «هنگامی که ابری بینید که از مغرب پدید آید، بیتامل میگویید باران میآید و چنین میشود.
54Ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις· ὅταν ἴδητε τὴν νεφέλην ἀνατέλλουσαν ἐπὶ δυσμῶν, εὐθέως λέγετε ὄμβρος ἔρχεται, καὶ γίνεται οὕτως.
55و چون دیدید که باد جنوبی میوزد، میگویید گرما خواهد شد و میشود.
55καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι καύσων ἔσται, καὶ γίνεται.
56ای ریاکاران، میتوانید صورت زمین و آسمان راتمیز دهید، پس چگونه این زمان رانمی شناسید؟
56ὑποκριταί, τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν, τὸν καιρὸν δὲ τοῦτον πῶς οὐκ δοκιμάζειν;
57و چرا از خود به انصاف حکم نمی کنید؟
57τί δὲ καὶ ἀφ᾽ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον;
58و هنگامی که با مدعی خود نزد حاکم میروی، در راه سعی کن که از او برهی، مبادا تو رانزد قاضی بکشد و قاضی تو را بهسرهنگ سپاردو سرهنگ تو را به زندان افکند.
58ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ᾽ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ᾽ αὐτοῦ μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε παραδώσει τῷ πράκτορι, καὶ ὁ πράκτωρ σε βαλεῖ εἰς φυλακήν.
59تو را میگویم تا فلس آخر را ادا نکنی، از آنجا هرگز بیرون نخواهی آمد.»
59λέγω σοι· οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως καὶ τὸ ἔσχατον λεπτὸν ἀποδῷς.¶
Tip: use the ← and → keys to turn chapters.