یوحنا 21
Old Persian Version (ترجمه قدیم)Translation
Old Persian Version (ترجمه قدیم)
Greek New Testament, word by word (STEPBible TAGNT)
1بعد از آن عیسی باز خود را در کناره دریای طبریه، به شاگردان ظاهر ساخت و بر اینطور نمودار گشت:
1Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν ὁ Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσεν δὲ οὕτως.
2شمعون پطرس وتومای معروف به توام و نتنائیل که از قانای جلیل بود و دو پسر زبدی و دو نفر دیگر از شاگردان اوجمع بودند.
2ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανὰ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο.
3شمعون پطرس به ایشان گفت: «میروم تا صید ماهی کنم.» به او گفتند: «مانیز باتو میآییم.» پس بیرون آمده، به کشتی سوارشدند و در آن شب چیزی نگرفتند.
3λέγει αὐτοῖς Σίμων Πέτρος· ὑπάγω ἁλιεύειν. λέγουσιν αὐτῷ· ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν.
4و چون صبح شد، عیسی بر ساحل ایستاده بود لیکن شاگردان ندانستند که عیسی است.
4πρωΐας δὲ ἤδη γενομένης ἔστη Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν.¶
5عیسی بدیشان گفت: «ای بچهها نزد شماخوراکی هست؟» به او جواب دادند که «نی.»
5Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· παιδία, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ· οὔ.
6بدیشان گفت: «دام را به طرف راست کشتی بیندازید که خواهید یافت.» پس انداختند و ازکثرت ماهی نتوانستند آن را بکشند.
6ὁ δὲ εἶπεν αὐτοῖς· βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον καὶ εὑρήσετε. ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυον ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων.
7پس آن شاگردی که عیسی او را محبت مینمود به پطرس گفت: «خداوند است.» چون شمعون پطرس شنید که خداوند است، جامه خود را به خویشتن پیچید چونکه برهنه بود و خود را در دریاانداخت.
7λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ· ὁ κύριός ἐστιν. Σίμων οὖν Πέτρος ἀκούσας ὅτι ὁ κύριός ἐστιν τὸν ἐπενδύτην διεζώσατο, ἦν γὰρ γυμνός, καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν.
8اما شاگردان دیگر در زورق آمدند زیرااز خشکی دور نبودند، مگر قریب به دویست ذراع و دام ماهی را میکشیدند.
8οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον· οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς ἀλλ᾽ ὡς ἀπὸ πηχῶν διακοσίων σύροντες τὸ δίκτυον τῶν ἰχθύων.¶
9پس چون به خشکی آمدند، آتشی افروخته و ماهی بر آن گذارده و نان دیدند.
9Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον.
10عیسی بدیشان گفت: «از ماهیای که الان گرفتهاید، بیاورید.»
10λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν.
11پس شمعون پطرس رفت و دام را برزمین کشید، پر از صد و پنجاه و سه ماهی بزرگ وبا وجودی که اینقدر بود، دام پاره نشد.
11ἀνέβη οὖν Σίμων Πέτρος καὶ εἵλκυσεν τὸ δίκτυον εἰς τὴν γῆν μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον.¶
12عیسی بدیشان گفت: «بیایید بخورید.» ولی احدی ازشاگردان جرات نکرد که از او بپرسد «تو کیستی»، زیرا میدانستند که خداوند است.
12Λέγει αὐτοῖς ὁ Ἰησοῦς· δεῦτε ἀριστήσατε. οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν· σὺ τίς εἶ; εἰδότες ὅτι ὁ κύριός ἐστιν.¶
13آنگاه عیسی آمد و نان را گرفته، بدیشان داد و همچنین ماهی را.
13Ἔρχεται Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς καὶ τὸ ὀψάριον ὁμοίως.
14و این مرتبه سوم بود که عیسی بعد ازبرخاستن از مردگان، خود را به شاگردان ظاهرکرد.
14τοῦτο ἤδη τρίτον ἐφανερώθη Ἰησοῦς τοῖς μαθηταῖς ἐγερθεὶς ἐκ νεκρῶν.¶
15و بعد از غذا خوردن، عیسی به شمعون پطرس گفت: «ای شمعون، پسر یونا، آیا مرابیشتر از اینها محبت مینمایی؟» بدو گفت: «بلی خداوندا، تو میدانی که تو را دوست میدارم.» بدو گفت: «بره های مرا خوراک بده.»
15Ὅτε οὖν ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς· Σίμων Ἰωάννου, ἀγαπᾷς με πλέον τούτων; λέγει αὐτῷ· ναὶ κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· βόσκε τὰ ἀρνία μου.
16باز درثانی به او گفت: «ای شمعون، پسر یونا، آیا مرامحبت مینمایی؟» به او گفت: «بلی خداوندا، تومی دانی که تو را دوست میدارم.» بدو گفت: «گوسفندان مرا شبانی کن.»
16λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων Ἰωάννου, ἀγαπᾷς με; λέγει αὐτῷ· ναὶ κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· ποίμαινε τὰ πρόβατά μου.
17مرتبه سوم بدوگفت: «ای شمعون، پسر یونا، مرا دوست میداری؟» پطرس محزون گشت، زیرا مرتبه سوم بدو گفت «مرا دوست میداری؟» پس به اوگفت: «خداوندا، تو بر همهچیز واقف هستی. تومی دانی که تو را دوست میدارم.» عیسی بدوگفت: «گوسفندان مرا خوراک ده.
17λέγει αὐτῷ τὸ τρίτον· Σίμων Ἰωάννου, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον· φιλεῖς με; καὶ λέγει αὐτῷ· κύριε, πάντα σὺ οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ ὁ Ἰησοῦς· βόσκε τὰ πρόβατά μου.
18آمین آمین به تو میگویم وقتی که جوان بودی، کمر خود رامی بستی و هر جا میخواستی میرفتی ولکن زمانی که پیر شوی دستهای خود را دراز خواهی کرد و دیگران تو را بسته بهجایی که نمی خواهی تو را خواهند برد.»
18ἀμὴν ἀμὴν λέγω σοι· ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες. ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει καὶ οἴσει ὅπου οὐ θέλεις.
19و بدین سخن اشاره کردکه به چه قسم موت خدا را جلال خواهد داد وچون این را گفت، به او فرمود: «از عقب من بیا.»
19τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ· ἀκολούθει μοι.¶
20پطرس ملتفت شده، آن شاگردی که عیسی او را محبت مینمود دید که از عقب میآید؛ وهمان بود که بر سینه وی، وقت عشا تکیه میزد وگفت: «خداوندا کیست آن که تو را تسلیم میکند.»
20Ἐπιστραφεὶς ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν· κύριε, τίς ἐστιν ὁ παραδιδούς σε;
21پس چون پطرس او را دید، به عیسی گفت: «ای خداوند و او چه شود؟»
21τοῦτον οὖν ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· κύριε, οὗτος δὲ τί;
22عیسی بدوگفت: «اگر بخواهم که او بماند تا باز آیم تو را چه؟ تو از عقب من بیا.»
22λέγει αὐτῷ ὁ Ἰησοῦς· ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σύ μοι ἀκολούθει.¶
23پس این سخن در میان برادران شهرت یافت که آن شاگرد نخواهد مرد. لیکن عیسی بدو نگفت که نمی میرد، بلکه «اگربخواهم که او بماند تا باز آیم تو را چه.»
23Ἐξῆλθεν οὖν οὗτος ὁ λόγος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει· οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνῄσκει, ἀλλ᾽ ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ;
24و این شاگردی است که به این چیزها شهادت داد و اینهارا نوشت و میدانیم که شهادت او راست است.
24οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς αὐτοῦ ἡ μαρτυρία ἐστίν.¶
25و دیگر کارهای بسیار عیسی بهجا آورد که اگرفرد فرد نوشته شود گمان ندارم که جهان هم گنجایش نوشتهها را داشته باشد.
25Ἔστιν δὲ καὶ ἄλλα πολλὰ ἃ ἐποίησεν ὁ Ἰησοῦς ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν, οὐδ᾽ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία.
Tip: use the ← and → keys to turn chapters.