ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament, word by word (STEPBible TAGNT)
1μετα ταυτα εφανερωσεν εαυτον παλιν ο ιησουσ τοισ μαθηταισ επι τησ θαλασσησ τησ τιβεριαδοσ εφανερωσεν δε ουτωσ
1Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν ὁ Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσεν δὲ οὕτως.
2ησαν ομου σιμων πετροσ και θωμασ ο λεγομενοσ διδυμοσ και ναθαναηλ ο απο κανα τησ γαλιλαιασ και οι του ζεβεδαιου και αλλοι εκ των μαθητων αυτου δυο
2ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανὰ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο.
3λεγει αυτοισ σιμων πετροσ υπαγω αλιευειν λεγουσιν αυτω ερχομεθα και ημεισ συν σοι εξηλθον και ενεβησαν εισ το πλοιον ευθυσ και εν εκεινη τη νυκτι επιασαν ουδεν
3λέγει αὐτοῖς Σίμων Πέτρος· ὑπάγω ἁλιεύειν. λέγουσιν αὐτῷ· ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν.
4πρωιασ δε ηδη γενομενησ εστη ο ιησουσ εισ τον αιγιαλον ου μεντοι ηδεισαν οι μαθηται οτι ιησουσ εστιν
4πρωΐας δὲ ἤδη γενομένης ἔστη Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν.¶
5λεγει ουν αυτοισ ο ιησουσ παιδια μη τι προσφαγιον εχετε απεκριθησαν αυτω ου
5Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· παιδία, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ· οὔ.
6ο δε ειπεν αυτοισ βαλετε εισ τα δεξια μερη του πλοιου το δικτυον και ευρησετε εβαλον ουν και ουκετι αυτο ελκυσαι ισχυσαν απο του πληθουσ των ιχθυων
6ὁ δὲ εἶπεν αὐτοῖς· βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον καὶ εὑρήσετε. ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυον ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων.
7λεγει ουν ο μαθητησ εκεινοσ ον ηγαπα ο ιησουσ τω πετρω ο κυριοσ εστιν σιμων ουν πετροσ ακουσασ οτι ο κυριοσ εστιν τον επενδυτην διεζωσατο ην γαρ γυμνοσ και εβαλεν εαυτον εισ την θαλασσαν
7λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ· ὁ κύριός ἐστιν. Σίμων οὖν Πέτρος ἀκούσας ὅτι ὁ κύριός ἐστιν τὸν ἐπενδύτην διεζώσατο, ἦν γὰρ γυμνός, καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν.
8οι δε αλλοι μαθηται τω πλοιαριω ηλθον ου γαρ ησαν μακραν απο τησ γησ αλλ ωσ απο πηχων διακοσιων συροντεσ το δικτυον των ιχθυων
8οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον· οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς ἀλλ᾽ ὡς ἀπὸ πηχῶν διακοσίων σύροντες τὸ δίκτυον τῶν ἰχθύων.¶
9ωσ ουν απεβησαν εισ την γην βλεπουσιν ανθρακιαν κειμενην και οψαριον επικειμενον και αρτον
9Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον.
10λεγει αυτοισ ο ιησουσ ενεγκατε απο των οψαριων ων επιασατε νυν
10λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν.
11ανεβη σιμων πετροσ και ειλκυσεν το δικτυον επι τησ γησ μεστον ιχθυων μεγαλων εκατον πεντηκοντα τριων και τοσουτων οντων ουκ εσχισθη το δικτυον
11ἀνέβη οὖν Σίμων Πέτρος καὶ εἵλκυσεν τὸ δίκτυον εἰς τὴν γῆν μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον.¶
12λεγει αυτοισ ο ιησουσ δευτε αριστησατε ουδεισ δε ετολμα των μαθητων εξετασαι αυτον συ τισ ει ειδοτεσ οτι ο κυριοσ εστιν
12Λέγει αὐτοῖς ὁ Ἰησοῦς· δεῦτε ἀριστήσατε. οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν· σὺ τίς εἶ; εἰδότες ὅτι ὁ κύριός ἐστιν.¶
13ερχεται ουν ο ιησουσ και λαμβανει τον αρτον και διδωσιν αυτοισ και το οψαριον ομοιωσ
13Ἔρχεται Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς καὶ τὸ ὀψάριον ὁμοίως.
14τουτο ηδη τριτον εφανερωθη ο ιησουσ τοισ μαθηταισ αυτου εγερθεισ εκ νεκρων
14τοῦτο ἤδη τρίτον ἐφανερώθη Ἰησοῦς τοῖς μαθηταῖς ἐγερθεὶς ἐκ νεκρῶν.¶
15οτε ουν ηριστησαν λεγει τω σιμωνι πετρω ο ιησουσ σιμων ιωνα αγαπασ με πλειον τουτων 3778 D-GPM λεγει αυτω ναι κυριε συ οιδασ οτι φιλω σε λεγει αυτω βοσκε τα αρνια μου
15Ὅτε οὖν ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς· Σίμων Ἰωάννου, ἀγαπᾷς με πλέον τούτων; λέγει αὐτῷ· ναὶ κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· βόσκε τὰ ἀρνία μου.
16λεγει αυτω παλιν δευτερον σιμων ιωνα αγαπασ με λεγει αυτω ναι κυριε συ οιδασ οτι φιλω σε λεγει αυτω ποιμαινε τα προβατα μου
16λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων Ἰωάννου, ἀγαπᾷς με; λέγει αὐτῷ· ναὶ κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· ποίμαινε τὰ πρόβατά μου.
17λεγει αυτω το τριτον σιμων ιωνα φιλεισ με ελυπηθη ο πετροσ οτι ειπεν αυτω το τριτον φιλεισ με και ειπεν αυτω κυριε συ παντα οιδασ συ γινωσκεισ οτι φιλω σε λεγει αυτω ο ιησουσ βοσκε τα προβατα μου
17λέγει αὐτῷ τὸ τρίτον· Σίμων Ἰωάννου, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον· φιλεῖς με; καὶ λέγει αὐτῷ· κύριε, πάντα σὺ οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ ὁ Ἰησοῦς· βόσκε τὰ πρόβατά μου.
18αμην αμην λεγω σοι οτε ησ νεωτεροσ εζωννυεσ σεαυτον και περιεπατεισ οπου ηθελεσ οταν δε γηρασησ εκτενεισ τασ χειρασ σου και αλλοσ σε ζωσει και οισει οπου ου θελεισ
18ἀμὴν ἀμὴν λέγω σοι· ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες. ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει καὶ οἴσει ὅπου οὐ θέλεις.
19τουτο δε ειπεν σημαινων ποιω θανατω δοξασει τον θεον και τουτο ειπων λεγει αυτω ακολουθει μοι
19τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ· ἀκολούθει μοι.¶
20επιστραφεισ δε ο πετροσ βλεπει τον μαθητην ον ηγαπα ο ιησουσ ακολουθουντα οσ και ανεπεσεν εν τω δειπνω επι το στηθοσ αυτου και ειπεν κυριε τισ εστιν ο παραδιδουσ σε
20Ἐπιστραφεὶς ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν· κύριε, τίς ἐστιν ὁ παραδιδούς σε;
21τουτον ιδων ο πετροσ λεγει τω ιησου κυριε ουτοσ δε τι
21τοῦτον οὖν ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· κύριε, οὗτος δὲ τί;
22λεγει αυτω ο ιησουσ εαν αυτον θελω μενειν εωσ ερχομαι τι προσ σε συ ακολουθει μοι
22λέγει αὐτῷ ὁ Ἰησοῦς· ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σύ μοι ἀκολούθει.¶
23εξηλθεν ουν ο λογοσ ουτοσ εισ τουσ αδελφουσ οτι ο μαθητησ εκεινοσ ουκ αποθνησκει και ουκ ειπεν αυτω ο ιησουσ οτι ουκ αποθνησκει αλλ εαν αυτον θελω μενειν εωσ ερχομαι τι προσ σε
23Ἐξῆλθεν οὖν οὗτος ὁ λόγος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει· οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνῄσκει, ἀλλ᾽ ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ;
24ουτοσ εστιν ο μαθητησ ο μαρτυρων περι τουτων και γραψασ ταυτα και οιδαμεν οτι αληθησ εστιν η μαρτυρια αυτου
24οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς αὐτοῦ ἡ μαρτυρία ἐστίν.¶
25εστιν δε και αλλα πολλα οσα εποιησεν ο ιησουσ ατινα εαν γραφηται καθ εν ουδε αυτον οιμαι τον κοσμον χωρησαι τα γραφομενα βιβλια αμην
25Ἔστιν δὲ καὶ ἄλλα πολλὰ ἃ ἐποίησεν ὁ Ἰησοῦς ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν, οὐδ᾽ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία.
Tip: use the ← and → keys to turn chapters.