خروج
Chapter 29
Old Persian Version (ترج…
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers
Old Persian Version (ترجمه قدیم)
Septuagint (Brenton Greek text, with Apocrypha)
1«و این است کاری که بدیشان می‌کنی، برای تقدیس نمودن ایشان تا بجهت من کهانت کنند: یک گوساله و دو قوچ بی‌عیب بگیر،
1Καὶ ταῦτά ἐστιν, ἃ ποιήσεις αὐτοῖς· ἁγιάσεις αὐτοὺς, ὥστε ἱερατεύειν μοι αὐτούς· λήψῃ δὲ μοσχάριον ἐκ βοῶν ἓν, καὶ κριοὺς ἀμώμους δύο,
2و نان فطیر و قرصهای فطیر سرشته به روغن ورقیقهای فطیر مسح شده به روغن. آنها را از آردنرم گندم بساز.
2καὶ ἄρτους ἀζύμους πεφυραμένους ἑν ἐλαίῳ, καὶ λάγανα ἄζυμα κεχρισμένα ἐν ἐλαίῳ· σεμίδαλιν ἐκ πυρῶν ποιήσεις αὐτά.
3و آنها را در یک سبد بگذار و آنهارا در سبد با گوساله و دو قوچ بگذران.
3Καὶ ἐπιθήσεις αὐτὰ ἐπὶ κανοῦν ἕν· καὶ προσοίσεις αὐτὰ ἐπὶ τῷ κανῷ· καὶ τὸ μοσχάριον, καὶ τοὺς δύο κριούς.
4و هارون و پسرانش را نزد دروازه خیمه اجتماع آورده، ایشان را به آب غسل ده،
4Καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ προσάξεις ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ λούσεις αὐτοὺς ἐν ὕδατι.
5و آن رختها را گرفته، هارون را به پیراهن و ردای ایفود و ایفود وسینه بند آراسته کن و زنار ایفود را بر وی ببند.
5Καὶ λαβὼν τὰς στολὰς, ἐνδύσεις Ἀαρὼν τὸν ἀδελφόν σου καὶ τὸν χιτῶνα τὸν ποδήρη, καὶ τὴν ἐπωμίδα, καὶ τὸ λογεῖον· καὶ συνάψεις αὐτῷ τὸ λογεῖον πρὸς τὴν ἐπωμίδα.
6وعمامه را بر سرش بنه و افسر قدوسیت را برعمامه بگذار،
6Καὶ ἐπιθήσεις τὴν μίτραν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐπιθήσεις τὸ πέταλον τὸ ἁγίασμα ἐπὶ τὴν μίτραν.
7و روغن مسح را گرفته، برسرش بریز و او را مسح کن.
7Καὶ λήψῃ τοῦ ἐλαίου τοῦ χρίσματος· καὶ ἐπιχεεῖς αὐτὸ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ χρίσεις αὐτόν.
8و پسرانش را نزدیک آورده، ایشان را به پیراهنها بپوشان.
8Καὶ τοὺς υἱοὺς αὐτοῦ προσάξεις, καὶ ἐνδύσεις αὐτοὺς χιτῶνας.
9و بر ایشان، یعنی هارون و پسرانش کمربندها ببند و عمامه هارا بر ایشان بگذار و کهانت برای ایشان فریضه ابدی خواهد بود. پس هارون و پسرانش راتخصیص نما.
9Καὶ ζώσεις αὐτοὺς ταῖς ζωναῖς, καὶ περιθήσεις αὐτοῖς τὰς κιδάρεις· καὶ ἔσται αὐτοῖς ἱερατῖα μοι εἰς τὸν αἰῶνα· καὶ τελειώσεις Ἀαρὼν τὰς χεῖρας αὐτοῦ, καὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ.
10و گوساله را پیش خیمه اجتماع برسان، و هارون و پسرانش دستهای خود را بر سرگوساله بگذارند.
10Καὶ προσάξεις τὸν μόσχον ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἐπιθήσουσιν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου, ἔναντι Κυρίου, παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου.
11و گوساله را به حضورخداوند نزد در خیمه اجتماع ذبح کن.
11Καὶ σφάξεις τὸν μόσχον ἔναντι Κυρίου, παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου.
12و ازخون گوساله گرفته، بر شاخهای مذبح به انگشت خود بگذار، و باقی خون را بر بنیان مذبح بریز.
12Καὶ λήψῃ ἀπὸ τοῦ αἵματος τοῦ μόσχου, καὶ θήσεις ἐπὶ τῶν κεράτων τοῦ θυσιαστηρίου τῷ δακτύλῳ σου· τὸ δὲ λοιπὸν πᾶν αἷμα ἐκχεεῖς παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου.
13و همه پیه را که احشا را می‌پوشاند، و سفیدی که بر جگر است، و دو گرده را با پیهی که برآنهاست، گرفته، بر مذبح بسوزان.
13Καὶ λήψῃ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας, καὶ τὸν λοβὸν τοῦ ἥπατος, καὶ τοὺς δύο νεφροὺς, καὶ τὸ στέαρ τὸ ἐπʼ αὐτῶν, καὶ ἐπιθήσεις ἐπὶ τὸ θυσιαστήριον.
14اما گوشت گوساله را و پوست و سرگینش را بیرون از اردو به آتش بسوزان، زیرا قربانی گناه است.
14Τὰ δὲ κρέατα τοῦ μόσχου, καὶ τὸ δέρμα, καὶ τὴν κόπρον κατακαύσεις πυρὶ ἔξω τῆς παρεμβολῆς· ἁμαρτίας γάρ ἐστι.
15«و یک قوچ بگیر و هارون و پسران، دستهای خود را بر سر قوچ بگذارند.
15Καὶ τὸν κριὸν λήψῃ τὸν ἕνα, καὶ ἐπιθήσουσιν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ.
16و قوچ راذبح کرده، خونش را بگیر و گرداگرد مذبح بپاش.
16Καὶ σφάξεις αὐτὸν, καὶ λαβὼν τὸ αἷμα προσχεεῖς πρὸς τὸ θυσιαστήριον κύκλῳ.
17و قوچ را به قطعه هایش ببر، و احشا وپاچه هایش را بشوی، و آنها را بر قطعه‌ها و سرش بنه.
17Καὶ τὸν κριὸν διχοτομήσεις κατὰ μέλη· καὶ πλυνεῖς τὰ ἐνδόσθια καὶ τοὺς πόδας ὕδατι, καὶ ἐπιθήσεις ἐπὶ τὰ διχοτομήματα σὺν τῇ κεφαλῇ.
18و تمام قوچ را بر مذبح بسوزان، زیرا برای خداوند قربانی سوختنی است، و عطر خوشبو، وقربانی آتشین برای خداوند است.
18Καὶ ἀνοίσεις ὅλον τὸν κριὸν ἐπὶ τὸ θυσιαστήριον, ὁλοκαύτωμα τῷ Κυρίῳ εἰς ὀσμὴν εὐωδίας· θυμίαμα Κυρίῳ ἐστί.
19پس قوچ دوم را بگیر و هارون و پسرانش دستهای خود رابر سر قوچ بگذارند.
19Καὶ λήψῃ τὸν κριὸν τὸν δεύτερον, καὶ ἐπιθήσει Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ.
20و قوچ را ذبح کرده، ازخونش بگیر و به نرمه گوش راست هارون، و به نرمه گوش پسرانش، و به شست دست راست ایشان، و به شست پای راست ایشان، بگذار، وباقی خون را گرداگرد مذبح بپاش.
20Καὶ σφάξεις αὐτὸν, καὶ λήψῃ τοῦ αἵματος αὐτοῦ, καὶ ἐπιθήσεις ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς Ἀαρὼν τοῦ δεξιοῦ, καὶ ἐπὶ τὸ ἄκρον τῆς δεξιᾶς χειρὸς, καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ, καὶ ἐπὶ τοὺς λοβοὺς τῶν ὤτων τῶν υἱῶν αὐτοῦ τῶν δεξιῶν, καὶ ἐπὶ τὰ ἄκρα τῶν χειρῶν αὐτῶν τῶν δεξιῶν, καὶ ἐπὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν τῶν δεξιῶν.
21و از خونی که بر مذبح است، و از روغن مسح گرفته، آن را برهارون و رخت وی و بر پسرانش و رخت پسرانش با وی بپاش، تا او و رختش و پسرانش ورخت پسرانش با وی تقدیس شوند.
21Καὶ λήψῃ ἀπὸ τοῦ αἵματος τοῦ ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως, καὶ ῥανεῖς ἐπὶ Ἀαρὼν καὶ ἐπὶ τὴν στολὴν αὐτοῦ, καὶ ἐπὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐπὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ μετʼ αὐτοῦ· καὶ ἁγιασθήσεται αὐτὸς καὶ ἡ στολὴ αὐτοῦ, καὶ οἱ υἱοὶ αὐτοῦ καὶ αἱ στολαὶ τῶν υἱῶν αὐτοῦ μετʼ αὐτοῦ· τὸ δὲ αἷμα τοῦ κριοῦ προσχεεῖς πρὸς τὸ θυσιαστήριον κύκλῳ.
22پس پیه قوچ را، و دنبه و پیهی که احشا را می‌پوشاند، وسفیدی جگر، و دو گرده و پیهی که بر آنهاست، وساق راست را بگیر، زیرا که قوچ، قربانی تخصیص است.
22Καὶ λήψῃ ἀπὸ τοῦ κριοῦ τὸ στέαρ αὐτοῦ, καὶ τὸ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν, καὶ τὸν λοβὸν τοῦ ἥπατος, καὶ τοὺς δύο νεφροὺς, καὶ τὸ στέαρ τὸ ἐπʼ αὐτῶν, καὶ τὸν βραχίονα τὸν δεξιόν· ἔστι γὰρ τελείωσις αὕτη.
23و یک گرده نان و یک قرص نان روغنی، و یک رقیق از سبد نان فطیر را که به حضور خداوند است،
23Καὶ ἄρτον ἕνα ἐξ ἐλαίου, καὶ λάγανον ἓν ἀπὸ τοῦ κανοῦ τῶν ἀζύμων τῶν προτεθειμένων ἔναντι Κυρίου.
24و این همه را به‌دست هارون و به‌دست پسرانش بنه، و آنها را برای هدیه جنبانیدنی به حضور خداوند بجنبان.
24Καὶ ἐπιθήσεις τὰ πάντα ἐπὶ τὰς χεῖρας Ἀαρὼν, καὶ ἐπὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ· καὶ ἀφοριεῖς αὐτὰ ἀφόρισμα ἔναντι Κυρίου.
25وآنها را از دست ایشان گرفته، برای قربانی سوختنی بر مذبح بسوزان، تا برای خداوند عطرخوشبو باشد، زیرا که این قربانی آتشین خداونداست.
25Καὶ λήψῃ αὐτὰ ἐκ τῶν χειρῶν αὐτῶν, καὶ ἀνοίσεις ἐπὶ τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως εἰς ὀσμὴν εὐωδίας ἔναντι Κύριου· κάρπωμά ἐστι Κυρίῳ.
26و سینه قوچ قربانی تخصیص را که برای هارون است گرفته، آن را برای هدیه جنبانیدنی به حضور خداوند بجنبان. و آن حصه تو می‌باشد.
26Καὶ λήψῃ τὸ στηθύνιον ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως, ὅ ἐστιν Ἀαρών· καὶ ἀφοριεῖς αὐτὸ ἀφόρισμα ἔναντι Κυρίου· καὶ ἔσται σοι ἐν μερίδι.
27و سینه جنبانیدنی و ساق رفیعه را که از قوچ قربانی تخصیص هارون و پسرانش جنبانیده، وبرداشته شد، تقدیس نمای.
27Καὶ ἁγιάσεις τὸ στηθύνιον ἀφόρισμα, καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος, ὃς ἀφώρισται, καὶ ὃς ἀφῄρηται ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως ἀπὸ τοῦ Ἀαρὼν, καὶ ἀπὸ τῶν υἱῶν αὐτοῦ.
28و آن از آن هارون و پسرانش از جانب بنی‌اسرائیل به فریضه ابدی خواهد بود، زیرا که هدیه رفیعه است و هدیه رفیعه از جانب بنی‌اسرائیل از قربانی های سلامتی ایشان برای خداوند خواهد بود.
28Καὶ ἔσται Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ νόμιμον αἰώνιον παρὰ τῶν υἱῶν Ἰσραήλ· ἔστι γὰρ ἀφόρισμα τοῦτο· καὶ ἀφαίρεμα ἕσται παρὰ τῶν υἱῶν Ἰσραὴλ ἀπὸ τῶν θυμάτων τῶν σωτηρίων τῶν υἱῶν Ἰσραὴλ, ἀφαίρεμα Κυρίῳ.
29ورخت مقدس هارون بعد از او، از آن پسرانش خواهد بود، تا در آنها مسح و تخصیص شوند.
29Καὶ ἡ στολὴ τοῦ ἁγίου, ἥ ἐστιν Ἀαρὼν, ἔσται τοῖς υἱοῖς αὐτοῦ μετʼ αὐτὸν, χρισθῆναι αὐτοὺς ἐν αὐτοῖς, καὶ τελειῶσαι τὰς χεῖρας αὐτῶν.
30هفت روز، آن کاهن که جانشین او می‌باشد ازپسرانش و به خیمه اجتماع داخل شده، خدمت قدس را می‌کند، آنها را بپوشد.
30Ἑπτὰ ἡμέρας ἐνδύσεται αὐτὰ ὁ ἱερεὺς ὁ ἀντʼ αὐτοῦ ἐκ τῶν υἱῶν αὐτοῦ, ὃς εἰσελεύσεται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λειτουργεῖν ἐν τοῖς ἁγίοις.
31و قوچ قربانی تخصیص را گرفته، گوشتش را در قدس آب پزکن.
31Καὶ τὸν κριὸν τῆς τελειώσεως λήψῃ· καὶ ἑψήσεις τὰ κρέα ἐν τόπῳ ἁγίῳ.
32و هارون و پسرانش گوشت قوچ را با نانی که در سبد است، به در خیمه اجتماع بخورند.
32Καὶ ἔδονται Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰ κρέα τοῦ κριοῦ, καὶ τοὺς ἄρτους τοὺς ἐν τῷ κανῷ, παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου.
33و آنانی که برای تخصیص و تقدیس خود بدین چیزها کفاره کرده شدند، آنها را بخورند، لیکن شخص اجنبی نخورد زیرا که مقدس است.
33Ἔδονται αὐτὰ ἐν οἷς ἡγιάσθησαν ἐν αὐτοῖς τελειῶσαι τὰς χεῖρας αὐτῶν, ἁγιάσαι αὐτούς· καὶ ἀλλογενὴς οὐκ ἔδεται ἀπʼ αὐτῶν· ἔστι γὰρ ἅγια.
34و اگر چیزی از گوشت هدیه تخصیص و از نان، تاصبح باقی ماند، آن باقی را به آتش بسوزان، و آن را نخورند، زیرا که مقدس است.
34Ἐὰν δὲ καταλειφθῇ ἀπὸ τῶν κρεῶν τῆς θυσίας τῆς τελειώσεως καὶ τῶν ἄρτων ἕως πρωῒ, κατακαύσεις τὰ λοιπὰ πυρί· οὐ βρωθήσεται· ἁγίασμα γάρ ἐστι.
35«همچنان به هارون و پسرانش عمل نما، موافق آنچه به تو امر فرموده‌ام، هفت روز ایشان را تخصیص نما.
35Καὶ ποιήσεις Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ οὕτω κατὰ πάντα ὅσα ἐνετειλάμην σοι· ἑπτὰ ἡμέρας τελειώσεις τὰς χεῖρας αὐτῶν.
36و گوساله قربانی گناه را هرروز بجهت کفاره ذبح کن.
36Καὶ τὸ μοσχάριον τῆς ἁμαρτίας ποιήσεις τῇ ἡμέρᾳ τοῦ καθαρισμοῦ· καὶ καθαριεῖς τὸ θυσιαστήριον ἐν τῷ ἁγιάζειν σε ἐπʼ αὐτῷ· καὶ χρίσεις αὐτὸ ὥστε ἁγιάσαι αὐτό.
37و مذبح را طاهر سازبه کفاره‌ای که بر آن می‌کنی، و آن را مسح کن تامقدس شود.
37Ἑπτὰ ἡμέρας καθαριεῖς τὸ θυσιαστήριον, καὶ ἁγιάσεις αὐτό· καὶ ἔσται τὸ θυσιαστήριον, ἅγιον τοῦ ἁγίου· πᾶς ὁ ἁπτόμενος τοῦ θυσιαστηρίου, ἁγιασθήσεται.
38هفت روز برای مذبح کفاره کن، وآن را مقدس ساز، و مذبح، قدس اقداس خواهدبود. هر‌که مذبح را لمس کند، مقدس باشد.
38Καὶ ταῦτά ἐστιν, ἃ ποιήσεις ἐπὶ τοῦ θυσιαστηρίου· ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν ἡμέραν ἐπὶ τὸ θυσιαστήριον ἐνδελεχῶς, κάρπωμα ἐνδελεχισμοῦ.
39واین است قربانی هایی که بر مذبح باید گذرانید: دوبره یکساله. هر روز پیوسته
39Τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωῒ, καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινόν.
40یک بره را در صبح ذبح کن، و بره دیگر را در عصر ذبح نما.
40Καὶ δέκατον σεμιδάλεως πεφυραμένης ἐν ἐλαίῳ κεκομμένῳ τῷ τετάρτῳ τοῦ εἴν· καὶ σπονδὴν τὸ τέταρτον τοῦ εἲν οἴνου τῷ ἀμνῷ τῷ ἑνί.
41و ده‌یک از آرد نرم سرشته شده با یک ربع هین روغن کوبیده، و برای هدیه ریختنی، یک ربع هین شراب برای هر بره خواهد بود.
41Καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινὸν, κατὰ τὴν θυσίαν τὴν πρωϊνὴν, καὶ κατὰ τὴν σπονδὴν αὐτοῦ· ποιήσεις εἰς ὀσμὴν εὐωδίας κάρπωμα Κυρίῳ,
42و بره دیگر رادر عصر ذبح کن و برای آن موافق هدیه صبح وموافق هدیه ریختنی آن بگذران، تا عطر خوشبوو قربانی آتشین برای خداوند باشد.
42θυσίαν ἐνδελεχισμοῦ εἰς γενεὰς ὑμῶν, ἐπὶ θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου ἔναντι Κυρίου, ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖθεν, ὥστε λαλῆσαί σοι.
43این قربانی سوختنی دائمی، در نسلهای شما نزد دروازه خیمه اجتماع خواهد بود، به حضور خداوند، درجایی که با شما ملاقات می‌کنم تا آنجا به تو سخن گویم.
43Καὶ τάξομαι ἐκεῖ τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἁγιασθήσομαι ἐν δόξῃ μου.
44و در آنجا با بنی‌اسرائیل ملاقات می‌کنم، تا از جلال من مقدس شود.
44Καὶ ἁγιάσω τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τὸ θυσιαστήριον· καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ ἁγιάσω, ἱερατεύειν μοι.
45و خیمه اجتماع و مذبح را مقدس می‌کنم، و هارون وپسرانش را تقدیس می‌کنم تا برای من کهانت کنند.
45Καὶ ἐπικληθήσομαι ἐν τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἔσομαι αὐτῶν Θεός.
46و در میان بنی‌اسرائیل ساکن شده، خدای ایشان می‌باشم.
46Καὶ γνώσονται, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν, ὁ ἐξαγαγὼν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐπικληθῆναι αὐτοῖς, καὶ εἶναι αὐτῶν Θεός.
47و خواهند دانست که من یهوه، خدای ایشان هستم، که ایشان را از زمین مصر بیرون آورده‌ام، تا در میان ایشان ساکن شوم. من یهوه خدای ایشان هستم.
no verse 47 in this text

Tip: use the ← and → keys to turn chapters.