خروج 24
Old Persian Version (ترجمه قدیم)Translation
Old Persian Version (ترجمه قدیم)
Septuagint (Brenton Greek text, with Apocrypha)
1و به موسی گفت: «نزد خداوند بالابیا، تو و هارون و ناداب و ابیهو و هفتادنفر از مشایخ اسرائیل و از دور سجده کنید.
1Καὶ Μωυσῇ εἶπεν, ἀνάβηθι πρὸς τὸν Κύριον σὺ καὶ Ἀαρὼν, καὶ Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶ ἑβδομήκοντα τῶν πρεσβυτέρων Ἰσραήλ· καὶ προσκυνήσουσι μακρόθεν τῷ Κυρίῳ.
2وموسی تنها نزدیک خداوند بیاید و ایشان نزدیک نیایند و قوم همراه او بالا نیایند.»
2Καὶ ἐγγιεῖ Μωσῆς μόνος πρὸς τὸν Θεὸν, αὐτοὶ δὲ οὐκ ἐγγιοῦσιν, ὁ δὲ λαὸς οὐ συναναβήσεται μετʼ αὐτῶν.
3پس موسی آمده، همه سخنان خداوند و همه این احکام را به قوم بازگفت و تمامی قوم به یک زبان در جواب گفتند: «همه سخنانی که خداوند گفته است، بجاخواهیم آورد.»
3Εἰσῆλθε δὲ Μωυσῆς, καὶ διηγήσατο τῷ λαῷ πάντα τὰ ῥήματα τοῦ Θεοῦ καὶ τὰ δικαιώματα· ἀπεκρίθη δὲ πᾶς ὁ λαὸς φωνῇ μιᾷ, λέγοντες, πάντας τοὺς λόγους, οὓς ἐλάλησε Κύριος, ποιήσομεν, καὶ ἀκουσόμεθα.
4و موسی تمامی سخنان خداوند را نوشت و بامدادان برخاسته، مذبحی درپای کوه و دوازده ستون، موافق دوازده سبطاسرائیل بنا نهاد.
4Καὶ ἔγραψε Μωυσῆς πάντα τὰ ῥήματα Κυρίου· ὀρθρίσας δὲ Μωυσῆς τὸ πρωῒ ᾠκοδόμησε θυσιαστήριον ὑπὸ τὸ ὄρος, καὶ δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.
5و بعضی از جوانان بنیاسرائیل را فرستاد و قربانی های سوختنی گذرانیدند وقربانی های سلامتی از گاوان برای خداوند ذبح کردند.
5Καὶ ἐξαπέστειλε τοὺς νεανίσκους τῶν υἱῶν Ἰσραήλ, καὶ ἀνήνεγκαν ὁλοκαυτώματα· καὶ ἔθυσαν θυσίαν σωτηρίου τῷ Θεῷ μοσχάρια.
6و موسی نصف خون را گرفته، در لگنهاریخت و نصف خون را بر مذبح پاشید،
6Λαβὼν δὲ Μωυσῆς τὸ ἥμισυ τοῦ αἵματος, ἐνέχεεν εἰς κρατῆρας, τὸ δὲ ἥμισυ τοῦ αἵματος προσέχεε πρὸς τὸ θυσιαστήριον.
7و کتاب عهد را گرفته، به سمع قوم خواند. پس گفتند: «هرآنچه خداوند گفته است، خواهیم کرد و گوش خواهیم گرفت.»
7Καὶ λαβὼν τὸ βιβλίον τῆς διαθήκης, ἀνέγνω εἰς τὰ ὦτα τοῦ λαοῦ· καὶ εἶπαν, πάντα ὅσα ἐλάλησε Κύριος, ποιήσομεν καὶ ἀκουσόμεθα.
8و موسی خون را گرفت و بر قوم پاشیده، گفت: «اینک خون آن عهدی که خداوند بر جمیع این سخنان با شما بسته است.»
8Λαβὼν δὲ Μωυσῆς τὸ αἷμα, κατεσκέδασε τοῦ λαοῦ, καὶ εἶπεν, ἰδοὺ τὸ αἷμα τῆς διαθήκης, ἧς διέθετο Κύριος πρὸς ὑμᾶς περὶ πάντων τῶν λόγων τούτων.
9و موسی با هارون و ناداب و ابیهو و هفتاد نفراز مشایخ اسرائیل بالا رفت.
9Καὶ ἀνέβη Μωυσῆς καὶ Ἀαρὼν, καὶ Ναδὰβ, καὶ Ἀβιοῦδ, καὶ ἑβδομήκοντα τῆς γερουσίας Ἰσραήλ.
10و خدای اسرائیل را دیدند، و زیر پایهایش مثل صنعتی از یاقوت کبود شفاف و مانند ذات آسمان در صفا.
10Καὶ εἶδον τὸν τόπον οὗ εἱστήκει ὁ Θεὸς τοῦ Ἰσραήλ· καὶ τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ, ὡσεὶ ἔργον πλίνθου σαπφείρου, καὶ ὥσπερ εἶδος στερεώματος τοῦ οὐρανοῦ τῇ καθαριότητι.
11و برسروران بنیاسرائیل دست خود را نگذارد، پس خدا را دیدند و خوردند و آشامیدند.
11Καὶ τῶν ἐπιλέκτων τοῦ Ἰσραὴλ οὐ διεφώνησεν οὐδὲ εἷς· καὶ ὤφθησαν ἐν τῷ τόπῳ τοῦ Θεοῦ, καὶ ἔφαγον καὶ ἔπιον.
12وخداوند به موسی گفت: «نزد من به کوه بالا بیا، وآنجا باش تا لوحهای سنگی و تورات و احکامی را که نوشتهام تا ایشان را تعلیم نمایی، به تو دهم.»
12Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, ἀνάβηθι πρὸς με εἰς τὸ ὄρος, καὶ ἴσθι ἐκεῖ· καὶ δώσω σοι τὰ πυξία τὰ λίθινα, τὸν νόμον καὶ τὰς ἐντολας, ἃς ἔγραψα νομοθετῆσαι αὐτοῖς.
13پس موسی با خادم خود یوشع برخاست، وموسی به کوه خدا بالا آمد.
13Καὶ ἀναστὰς Μωυσῆς καὶ Ἰησοῦς ὁ παρεστηκὼς αὐτῷ, ἀνέβησαν εἰς τὸ ὄρος τοῦ Θεοῦ.
14و به مشایخ گفت: «برای ما در اینجا توقف کنید، تا نزد شمابرگردیم، همانا هارون و حور با شما میباشند. پس هرکه امری دارد، نزد ایشان برود.»
14Καὶ τοῖς πρεσβυτέροις εἶπαν, ἡσυχάζετε αὐτοῦ, ἕως ἀναστρέψωμεν πρὸς ὑμᾶς· καὶ ἰδοὺ Ἀαρὼν καὶ Ὢρ μεθʼ ὑμῶν· ἐάν τινι συμβῇ κρίσις, προσπορευέσθωσαν αὐτοῖς.
15و چون موسی به فراز کوه برآمد، ابر کوه را فرو گرفت.
15Καὶ ἀνέβη Μωυσῆς καὶ Ἰησοῦς εἰς τὸ ὄρος· καὶ ἐκάλυψεν ἡ νεφέλη τὸ ὄρος.
16و جلال خداوند بر کوه سینا قرار گرفت، وشش روز ابر آن را پوشانید، و روز هفتمین، موسی را از میان ابر ندا درداد.
16Καὶ κατέβη ἡ δόξα τοῦ Θεοῦ ἐπὶ τὸ ὄρος τὸ Σινὰ, καὶ ἐκάλυψεν αὐτὸ ἡ νεφέλη ἓξ ἡμέρας· καὶ ἐκάλεσε Κύριος τὸν Μωυσῆν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐκ μέσου τῆς νεφέλης.
17و منظر جلال خداوند، مثل آتش سوزنده در نظر بنیاسرائیل برقله کوه بود.
17Τὸ δὲ εἶδος τῆς δόξης Κυρίου, ὡσεὶ πῦρ φλέγον ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους, ἐναντίον τῶν υἱῶν Ἰσραήλ.
18و موسی به میان ابر داخل شده، به فراز کوه برآمد، و موسی چهل روز و چهل شب در کوه ماند.
18Καὶ εἰσῆλθε Μωυσῆς εἰς τὸ μέσον τῆς νεφέλης, καὶ ἀνέβη εἰς τὸ ὄρος· καὶ ἦν ἐκεῖ ἐν τῷ ὄρει τεσσεράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας.
Tip: use the ← and → keys to turn chapters.