ΑΣΜΑ 7
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Septuagint (Greek Old Testament), second edition
1Ἐπίστρεφε ἐπίστρεφε ἡ Σουναμίτις· ἐπίστρεφε ἐπίστρεφε, καὶ ὀφόμεθα ἐν σοί. Τί ὄψεσθε ἐν τῇ Σουναμίτιδι; ἡ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν.
1ΕΠΙΣΤΡΕΦΕ, ἐπίστρεφε, ἡ Σουλαμῖτις· ἐπίστρεφε, ἐπίστρεφε, καὶ ὀψόμεθα ἐν σοί, τί ὄψεσθε ἐν τῇ Σουλαμίτιδι; ἡ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν.
2Ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασί σου, θύγατερ ναδάβ· ῥυθμοὶ μηρῶν ὅμοιοι ὁρμίσκοις, ἔργον τεχνίτου.
2ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασί σου, θύγατερ Ναδάβ· ρυθμοὶ μηρῶν ὅμοιοι ὁρμίσκοις, ἔργον τεχνίτου·
3Ὀμφαλός σου κρατὴρ τορευτὸς, μὴ ὑστερούμενος κράμα· κοιλία σου θημωνία σίτου πεφραγμένη ἐν κρίνοις.
3ὀμφαλός σου κρατὴρ τορευτὸς μὴ ὑστερούμενος κράμα· κοιλία σου θημωνία σίτου πεφραγμένη ἐν κρίνοις·
4Δύο μαστοί σου, ὡς δύο νεβροὶ δίδυμοι δορκάδος.
4δύο μαστοί σου, ὡς δύο νεβροὶ δίδυμοι δορκάδος·
5Ὁ τράχηλός σου ὡς πύργος ἐλεφάντινος· οἱ ὀφθαλμοί σου ὡς λίμναι ἐν Ἐσεβὼν, ἐν πύλαις θυγατρὸς πολλῶν· μυκτήρ σου, ὡς πύργος τοῦ Λιβάνου σκοπεύων πρόσωπον Δαμασκοῦ.
5ὁ τράχηλός σου ὡς πύργος ἐλεφάντινος· οἱ ὀφθαλμοί σου ὡς λίμναι ἐν Ἐσεβών, ἐν πύλαις θυγατρὸς πολλῶν· μυκτήρ σου ὡς πύργος τοῦ Λιβάνου σκοπεύων πρόσωπον Δαμασκοῦ·
6Κεφαλή σου ἐπὶ σὲ ὡς Κάρμηλος, καὶ πλόκιον κεφαλῆς σου ὡς πορφύρα· βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς.
6κεφαλή σου ἐπὶ σὲ ὡς Κάρμηλος, καὶ πλόκιον κεφαλῆς σου ὡς πορφύρα, βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς.
7Τί ὡραιώθης, καὶ τί ἡδύνθης ἀγάπη;
7τί ὡραιώθης καὶ τὶ ἡδύνθης ἀγάπη, ἐν τρυφαῖς σου;
8ἐν τρυφαῖς σου τοῦτο μέγεθός σου· ὡμοιώθης τῷ φοίνικι, καὶ οἱ μαστοί σου τοῖς βότρυσιν.
8τοῦτο μέγεθός σου, ὡμοιώθης τῷ φοίνικι καὶ οἱ μαστοί σου τοῖς βότρυσιν.
9Εἶπα, ἀναβήσομαι ἐπὶ τῷ φοίνικι, κρατήσω τῶν ὕψεων αὐτοῦ· καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τῆς ἀμπέλου, καὶ ὀσμὴ ῥινός σου ὡς μῆλα,
9εἶπα· ἀναβήσομαι ἐπὶ τῷ φοίνικι, κρατήσω τῶν ὕψεων αὐτοῦ, καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τῆς ἀμπέλου καὶ ὀσμὴ ρινός σου ὡς μῆλα
10καὶ ὁ λάρυγξ σου ὡς οἶνος ὁ ἀγαθὸς, πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύτητα, ἱκανούμενος χείλεσί μου καὶ ὀδοῦσιν.
10καὶ ὁ λάρυγξ σου ὡς οἶνος ὁ ἀγαθός, πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύτητα, ἱκανούμενος χείλεσί μου καὶ ὀδοῦσιν.
11Ἐγὼ τῷ ἀδελφιδῷ μου, καὶ ἐπʼ ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ.
11Ἐγὼ τῷ ἀδελφιδῷ μου, καὶ ἐπ᾿ ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ.
12Ἐλθὲ ἀδελφιδέ μου, ἐξέλθωμεν εἰς ἀγρὸν, αὐλισθῶμεν ἐν κώμαις.
12ἐλθέ, ἀδελφιδέ μου, ἐξέλθωμεν εἰς ἀγρόν, αὐλισθῶμεν ἐν κώμαις·
13Ὀρθρίσωμεν εἰς ἀμπελῶνας· ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος, ἤνθησεν ὁ κυπρισμὸς, ἤνθησν αἱ ῥοαί· ἐκεῖ δώσω τοὺς μαστούς μου σοί.
13ὀρθρίσωμεν εἰς ἀμπελῶνας, ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος, ἤνθησεν ὁ κυπρισμός, ἤνθησαν αἱ ροαί· ἐκεῖ δώσω τοὺς μαστούς μου σοί.
14Οἱ μανδραγόραι ἔδωκαν ὀσμήν· καὶ ἐπὶ θύραις ἡμῶν πάντα ἀκρόδρυα νέα πρὸς παλαιὰ, ἀδελφιδέ μου, ἐτήρησά σοι.
14οἱ μανδραγόραι ἔδωκαν ὀσμήν, καὶ ἐπὶ θύραις ἡμῶν πάντα ἀκρόδρυα, νέα πρὸς παλαιά, ἀδελφιδέ μου, ἐτήρησά σοι.
Tip: use the ← and → keys to turn chapters.