ΣΕΙΡΑΧ 19
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Septuagint (Greek Old Testament), second edition
1Ἐργάτης μέθυσος οὐ πλουτισθήσεται, ὁ ἐξουθενῶν τὰ ὀλίγα κατὰ μικρὸν πεσεῖται.
1ΕΡΓΑΤΗΣ μέθυσος οὐ πλουτισθήσεται· ὁ ἐξουθενῶν τὰ ὀλίγα κατὰ μικρὸν πεσεῖται.
2Οἶνος καὶ γυναῖκες ἀποστήσουσι συνετοὺς, καὶ ὁ κολλώμενος πόρναις τολμηρότερος ἔσται.
2οἶνος καὶ γυναῖκες ἀποστήσουσι συνετούς, καὶ ὁ κολλώμενος πόρναις τολμηρότερος ἔσται·
3Σήτες καὶ σκώληκες κληρονομήσουσιν αὐτόν, καὶ ψυχὴ τολμηρὰ ἐξαρθήσεται.
3σῆτες καὶ σκώληκες κληρονομήσουσιν αὐτόν, καὶ ψυχὴ τολμηρὰ ἐξαρθήσεται.
4Ὁ ταχὺ ἐμπιστεύων, κοῦφος καρδίᾳ, καὶ ὁ ἁμαρτάνων εἰς ψυχὴν αὐτοῦ πλημμελήσει.
4Ὁ ταχὺ ἐμπιστεύων κοῦφος καρδίᾳ, καὶ ὁ ἁμαρτάνων εἰς ψυχὴν αὐτοῦ πλημμελήσει.
5Ὁ εὐφραινόμενος καρδίᾳ καταγνωσθήσεται,
5ὁ εὐφραινόμενος καρδίᾳ καταγνωσθήσεται,
6καὶ ὁ μισῶν λαλιὰν ἐλαττονοῦται κακίᾳ.
6καὶ ὁ μισῶν λαλιὰν ἐλαττονοῦται κακίᾳ.
7Μηδέποτε δευτερώσῃς λόγον, καὶ οὐθέν σοι οὐ μὴ ἐλαττονωθῇ.
7μηδέποτε δευτερώσῃς λόγον, καὶ οὐθέν σοι οὐ μὴ ἐλαττονωθῇ.
8Ἐν φίλῳ καὶ ἐν ἐχθρῷ μὴ διηγοῦ, καὶ εἰ μή ἐστί σοι ἁμαρτία, μὴ ἀποκάλυπτε.
8ἐν φίλῳ καὶ ἐν ἐχθρῷ μὴ διηγοῦ, καὶ εἰ μή ἔστι σοι ἁμαρτία, μὴ ἀποκάλυπτε·
9Ἀκήκοε γάρ σου καὶ ἐφυλάξατό σε, καὶ ἐν καιρῷ μισήσει σε.
9ἀκήκοε γάρ σου καὶ ἐφυλάξατό σε, καὶ ἐν καιρῷ μισήσει σε.
10Ἀκήκοας λόγον; συναποθανέτω σοι, θάρσει, οὐ μή σε ῥήξει.
10ἀκήκοας λόγον, συναποθανέτω σοι· θάρσει, οὐ μή σε ρήξει.
11Ἀπὸ προσώπου λόγου ὠδινήσει μωρὸς, ὡς ἀπὸ προσώπου βρέφους ἡ τίκτουσα.
11ἀπὸ προσώπου λόγου ὠδινήσει μωρὸς ὡς ἀπὸ προσώπου βρέφους ἡ τίκτουσα.
12Βέλος πεπηγὸς ἐν μηρῷ σαρκὸς, οὕτως λόγος ἐν κοιλίᾳ μωροῦ.
12βέλος πεπηγὸς ἐν μηρῷ σαρκός, οὕτως λόγος ἐν κοιλίᾳ μωροῦ.
13Ἔλεγξον φίλον, μήποτε οὐκ ἐποίησε, καὶ εἴ τι ἐποίησε, μήποτε προσθῇ.
13Ἔλεγξον φίλον, μήποτε οὐκ ἐποίησε, καὶ εἴ τι ἐποίησε, μήποτε προσθῇ.
14Ἔλεγξον τὸν φίλον, μήποτε οὐκ εἶπε, καὶ εἰ εἴρηκεν, ἵνα μὴ δευτερώσῃ.
14ἔλεγξον τὸν πλησίον, μήποτε οὐκ εἶπε, καὶ εἰ εἴρηκεν, ἵνα μὴ δευτερώσῃ.
15Ἔλεγξον φίλον, πολλάκις γὰρ γίνεται διαβολὴ, καὶ μὴ παντὶ λόγῳ πίστευε.
15ἔλεγξον φίλον, πολλάκις γὰρ γίνεται διαβολή, καὶ μὴ παντὶ λόγῳ πίστευε.
16Ἔστιν ὀλισθαίνων καὶ οὐκ ἀπὸ ψυχῆς· καὶ τίς οὐχ ἡμάρτησεν ἐν τῇ γλώσσῃ αὐτοῦ;
16ἔστιν ὀλισθαίνων καὶ οὐκ ἀπὸ ψυχῆς, καὶ τίς οὐχ ἡμάρτησεν ἐν τῇ γλώσσῃ αὐτοῦ;
17Ἔλεγξον τὸν πλησίον σου πρινη ἀπειλῆσαι, καὶ δὸς τόπον νόμῳ ὑψίστου.
17ἔλεγξον τὸν πλησίον σου πρὶν ἢ ἀπειλῆσαι, καὶ δὸς τόπον νόμῳ Ὑψίστου. [γινόμενος ἄμηνις.
no verse 18 in this text
18φόβος Κυρίου ἀρχὴ προσλήψεως, σοφία δὲ παρ' αὐτοῦ ἀγάπησιν περιποιεῖ.
no verse 19 in this text
19γνῶσις ἐντολῶν Κυρίου παιδεία ζωῆς, οἱ δὲ ποιοῦντες τὰ ἀρεστὰ αὐτῷ ἀθανασίας δένδρον καρποῦνται].
20Πᾶσα σοφία φόβος Κυρίου, καὶ ἐν πάσῃ σοφίᾳ ποίησις νόμου.
20Πᾶσα σοφία φόβος Κυρίου, καὶ ἐν πάσῃ σοφίᾳ ποίησις νόμου· [καὶ γνῶσις τῆς παντοδυναμίας αὐτοῦ.
no verse 21 in this text
21οἰκέτης λέγων τῷ δεσπότῃ· ὡς ἀρέσκει οὐ ποιήσω, ἐὰν μετὰ ταῦτα ποιήσῃ, παροργίζει τὸν τρέφοντα αὐτόν].
22Καὶ οὐκ ἔστι σοφία πονηρίας ἐπιστήμη, καὶ οὐκ ἔστιν, ὅπου βουλὴ ἁμαρτωλῶν, φρόνησις.
22καὶ οὐκ ἔστι σοφία πονηρίας ἐπιστήμη, καὶ οὐκ ἔστιν ὅπου βουλὴ ἁμαρτωλῶν φρόνησις.
23Ἔστι πονηρία καὶ αὕτη βδέλυγμα, καὶ ἔστιν ἄφρων ἐλαττούμενος σοφίᾳ.
23ἔστι πονηρία καὶ αὕτη βδέλυγμα, καὶ ἔστιν ἄφρων ἐλαττούμενος σοφίᾳ.
24Κρείττων ἡττώμενος ἐν συνέσει ἔμφοβος, ἢ περισσεύων ἐν φρονήσει καὶ παραβαίνων νόμον.
24κρείττων ἡττώμενος ἐν συνέσει ἔμφοβος ἢ περισσεύων ἐν φρονήσει καὶ παραβαίνων νόμον.
25Ἔστι πανουργία ἀκριβὴς καὶ αὕτη ἄδικος, καὶ ἔστι διαστρέφων χάριν τοῦ ἐκφᾶναι κρίμα.
25ἔστι πανουργία ἀκριβὴς καὶ αὕτη ἄδικος, καὶ ἔστι διαστρέφων χάριν τοῦ ἐκφᾶναι κρίμα.
26Ἔστι πονηρευόμενος συγκεκυφὼς μελανίᾳ, καὶ τὰ ἐντὸς αὐτοῦ πλήρης δόλου.
26ἔστι πονηρευόμενος συγκεκυφὼς μελανίᾳ, καὶ τὰ ἐντὸς αὐτοῦ πλήρης δόλου·
27Συγκύφων πρόσωπον καὶ ἑτεροκωφῶν, ὅπου οὐκ ἐπεγνώσθη, προφθάσει σε.
27συγκύφων πρόσωπον καὶ ἑτεροκωφῶν, ὅπου οὐκ ἐπεγνώσθη, προφθάσει σε·
28Καὶ ἐὰν ὑπὸ ἐλαττώματος ἰσχύος κωλυθῇ ἁμαρτεῖν, ἐὰν εὕρῃ καιρὸν, κακοποιήσει.
28καὶ ἐὰν ὑπὸ ἐλαττώματος ἰσχύος κωλυθῇ ἁμαρτεῖν, ἐὰν εὕρῃ καιρόν, κακοποιήσει.
29Ἀπὸ ὁράσεως ἐπιγνωσθήσεται ἀνὴρ, καὶ ἀπὸ ἀπαντήσεως προσώπου ἐπιγνωσθήσεται νοήμων.
29ἀπὸ ὁράσεως ἐπιγνωσθήσεται ἀνήρ, καὶ ἀπὸ ἀπαντήσεως προσώπου ἐπιγνωσθήσεται νοήμων.
30Στολισμὸς ἀνδρὸς καὶ γέλως ὀδόντων καὶ βήματα ἀνθρώπου ἀναγγέλλει τὰ περὶ αὐτοῦ.
30στολισμὸς ἀνδρὸς καὶ γέλως ὀδόντων καὶ βήματα ἀνθρώπου ἀναγγέλλει τὰ περὶ αὐτοῦ.
Tip: use the ← and → keys to turn chapters.