ΨΑΛΜΟΙ 15
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Old Persian Version (ترجمه قدیم)
1Στηλογραφία τῷ Δαυίδ. Φύλαξον με Κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα.
1ای خداوند کیست که در خیمه تو فرودآید؟ و کیست که در کوه مقدس توساکن گردد؟
2Εἶπα τῷ Κυρίῳ, Κύριός μου εἶ σὺ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις.
2آنکه بیعیب سالک باشد و عدالت را بهجاآورد، و در دل خویش راست گو باشد،
3Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ, ἐθαυμάστωσε πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
3که به زبان خود غیبت ننماید؛ و به همسایه خود بدی نکند و درباره اقارب خویش مذمت را قبول ننماید،
4Ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν, μετὰ ταῦτα ἐτάχυναν· οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων, οὐδὲ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου.
4که در نظر خود حقیر و خوار است وآنانی را که از خداوند میترسند مکرم میدارد وقسم به ضرر خود میخورد و تغییر نمی دهد.
5Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου, σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί.
5نقره خود را به سود نمی دهد و رشوه بر بیگناه نمی گیرد. آنکه این را بهجا آورد تا ابدالاباد جنبش نخواهد خورد.
6Σχοινία ἐπέπεσάν μοι ἐν τοῖς κρατίστοις, καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοι ἐστίν.
no verse 6 in this text
7Εὐλογήσω τὸν Κύριον τὸν συνετίσαντά με, ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου.
no verse 7 in this text
8Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μου ἐστὶν ἵνα μὴ σαλευθῶ.
no verse 8 in this text
9Διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου, καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπʼ ἐλπίδι·
no verse 9 in this text
10Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.
no verse 10 in this text
11Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου, τερπνότητες ἐν τῇ δεξιᾷ σου εἰς τέλος.
no verse 11 in this text
Tip: use the ← and → keys to turn chapters.