ΨΑΛΜΟΙ 101
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Old Persian Version (ترجمه قدیم)
1Προσευχὴ τῷ πτωχῷ, ὅταν ἀκηδιάσῃ, καὶ ἐναντίον Κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ.
1رحمت و انصاف را خواهم سرایید. نزد توای خداوند، تسبیح خواهم خواند.
2Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, καὶ ἡ κραυγή μου πρὸς σὲ ἐλθέτω.
2در طریق کامل به خردمندی رفتارخواهم نمود. نزد من کی خواهی آمد؟ در خانه خود با دل سلیم سالک خواهم شد.
3Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ· ἐν ᾗ ἂν ἡμέρᾳ θλίβομαι, κλῖνον πρὸς μὲ τὸ οὖς σου· ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ εἰσάκουσόν μου.
3چیزی بد راپیش نظر خود نخواهم گذاشت. کار کج روان رامکروه میدارم، به من نخواهد چسبید.
4Ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου, καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν.
4دل کج ازمن دور خواهد شد. شخص شریر را نخواهم شناخت.
5Ἐπλήγην ὡσεὶ χόρτος, καὶ ἐξηράνθη ἡ καρδία μου, ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου.
5کسی را که در خفیه به همسایه خودغیبتگوید، هلاک خواهم کرد. کسی را که چشم بلند و دل متکبر دارد تحمل نخواهم کرد.
6Ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου, ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου.
6چشمانم بر امنای زمین است تا بامن ساکن شوند. کسیکه به طریق کامل سالک باشد خادم من خواهد بود.
7Ὡμοιώθην πελεκᾶνι ἐρημικῷ, ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ.
7حیله گر در خانه من ساکن نخواهدشد. دروغ گو پیش نظر من نخواهد ماند.
8Ἠγρύπνησα, καὶ ἐγενήθην ὡσεὶ στρουθίον μονάζον ἐπὶ δώματι.
8همه شریران زمین را صبحگاهان هلاک خواهم کرد. تاجمیع بدکاران را از شهر خداوند منقطع سازم.
9Ὅλην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχθροί μου, καὶ οἱ ἐπαινοῦντές με κατʼ ἐμοῦ ὤμνυον.
no verse 9 in this text
10Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων,
no verse 10 in this text
11ἀπὸ προσώπου τῆς ὀργῆς σου καὶ τοῦ θυμοῦ σου, ὅτι ἐπάρας κατέῤῥαξάς με.
no verse 11 in this text
12Αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν, κᾀγὼ ὡσεὶ χόρτος ἐξηράνθην.
no verse 12 in this text
13Σὺ δέ Κύριε εἰς τὸν αἰῶνα μένεις, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν.
no verse 13 in this text
14Σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιὼν, ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτὴν, ὅτι ἥκει καιρός.
no verse 14 in this text
15Ὅτι εὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς, καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσι.
no verse 15 in this text
16Καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομά σου Κύριε, καὶ πάντες οἱ βασιλεῖς τὴν δόξαν σου.
no verse 16 in this text
17Ὅτι οἰκοδομήσει Κύριος τὴν Σιὼν, καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ.
no verse 17 in this text
18Ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν, καὶ οὐκ ἐξουδένωσε τὴν δέησιν αὐτῶν.
no verse 18 in this text
19Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον.
no verse 19 in this text
20Ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτοῦ, Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψε,
no verse 20 in this text
21τοῦ ἀκοῦσαι τοῦ στεναγμοῦ τῶν πεπεδημένων, τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων,
no verse 21 in this text
22τοῦ ἀναγγεῖλαι ἐν Σιὼν τὸ ὄνομα Κυρίου, καὶ τὴν αἴνεσιν αὐτοῦ ἐν Ἱερουσαλήμ·
no verse 22 in this text
23ἐν τῷ συναχθῆναι λαοὺς ἐπιτοαυτὸ, καὶ βασιλεῖς τοῦ δουλεύειν τῷ Κυρίῳ.
no verse 23 in this text
24Ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ, τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι·
no verse 24 in this text
25μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου, ἐν γενεᾷ γενεῶν τὰ ἔτη σου.
no verse 25 in this text
26Κατʼ ἀρχὰς τὴν γῆν σὺ Κύριε ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί.
no verse 26 in this text
27Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται.
no verse 27 in this text
28Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν·
no verse 28 in this text
29Οἱ υἱοῖ τῶν δούλων σου κατασκηνώσουσι, καὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν αἰῶνα κατευθυνθήσεται.
no verse 29 in this text
Tip: use the ← and → keys to turn chapters.