ΜΙΧΑΙΑΣ. Γʹ 4
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Traditional)
1Καὶ ἔσται ἐπʼ ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος Κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν· καὶ σπεύσουσι πρὸς αὐτὸ λαοὶ,
1末後的日子, 耶和華殿的山必堅立, 超乎諸山,高舉過於萬嶺; 萬民都要流歸這山。
2καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσι, δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ· καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ· ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ.
2必有許多國的民前往,說: 來吧,我們登耶和華的山, 奔 雅各 上帝的殿。 主必將他的道教訓我們; 我們也要行他的路。 因為訓誨必出於 錫安 ; 耶和華的言語必出於 耶路撒冷 。
3Καὶ κρινεῖ ἀναμέσον λαῶν πολλῶν, καὶ ἐξελέγξει ἔθνη ἰσχυρὰ ἕως εἰς μακράν· καὶ κατακόψουσι τὰς ῥομφαίας αὐτῶν εἰς ἄροτρα, καὶ τὰ δόρατα αὐτῶν εἰς δρέπανα, καὶ οὐκέτι μὴ ἀντάρῃ ἔθνος ἐπʼ ἔθνος ῥομφαίαν, καὶ οὐκέτι μὴ μάθωσι πολεμεῖν·
3他必在多國的民中施行審判, 為遠方強盛的國斷定是非。 他們要將刀打成犂頭, 把槍打成鐮刀。 這國不舉刀攻擊那國; 他們也不再學習戰事。
4Καὶ ἀναπαύσεται ἕκαστος ὑποκάτω ἀμπέλου αὐτοῦ, καὶ ἕκαστος ὑποκάτω συκῆς αὐτοῦ, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν, διότι τὸ στόμα Κυρίου παντοκράτορος ἐλάλησε ταῦτα·
4人人都要坐在自己葡萄樹下 和無花果樹下,無人驚嚇。 這是萬軍之耶和華親口說的。
5Ὅτι πάντες οἱ λαοὶ πορεύσονται ἕκαστος τὴν ὁδὸν αὐτοῦ, ἡμεῖς δὲ πορευσόμεθα ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν εἰς τὸν αἰῶνα, καὶ ἐπέκεινα.
5萬民各奉己神的名而行; 我們卻永永遠遠奉耶和華-我們上帝的名而行。
6Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, συνάξω τὴν συντετριμμένην, καὶ τὴν ἐξωσμένην εἰσδέξομαι, καὶ οὓς ἀπωσάμην.
6耶和華說:到那日, 我必聚集瘸腿的, 招聚被趕出的和我所懲治的。
7Καὶ θήσομαι τὴν συντετριμμένην εἰς ὑπόλειμμα, καὶ τὴν ἀπωσμένην εἰς ἔθνος δυνατόν· καὶ βασιλεύσει Κύριος ἐπʼ αὐτοὺς ἐν ὄρει Σιὼν ἀπὸ τοῦ νῦν ἕως εἰς τὸν αἰῶνα.
7我必使瘸腿的為餘剩之民, 使趕到遠方的為強盛之民。 耶和華要在 錫安山 作王治理他們, 從今直到永遠。
8Καὶ σὺ πύργος ποιμνίου αὐχμώδης, θυγάτηρ Σιὼν, ἐπὶ σὲ ἥξει, καὶ εἰσελεύσεται ἡ ἀρχὴ, ἡ πρώτη βασιλεία ἐκ Βαβυλῶνος τῇ θυγατρὶ Ἱερουσαλήμ.
8你這羊群的高臺、 錫安 城的山哪, 從前的權柄- 就是 耶路撒冷 民的國權- 必歸與你。
9Καὶ νῦν ἱνατί ἔγνως κακά; μὴ βασιλεὺς οὐκ ἦν σοι; ἢ ἡ βουλή σου ἀπώλετο, ὅτι κατεκράτησάν σου ὠδῖνες ὡς τικτούσης;
9現在你為何大聲哭號呢? 疼痛抓住你彷彿產難的婦人, 是因你中間沒有君王嗎? 你的謀士滅亡了嗎?
10Ὤδινε καὶ ἀνδρίζου, καὶ ἔγγιζε θυγάτηρ Σιὼν ὡς τίκτουσα· διότι νῦν ἐξελεύσῃ ἐκ πόλεως, καὶ κατασκηνώσεις ἐν πεδίῳ, καὶ ἥξεις ἕως Βαβυλῶνος· ἐκεῖθεν ῥύσεταί σε, καὶ ἐκεῖθεν λυτρώσεταί σε Κύριος ὁ Θεός σου ἐκ χειρὸς ἐχθρῶν σου.
10錫安 的民哪, 你要疼痛劬勞,彷彿產難的婦人; 因為你必從城裏出來, 住在田野,到 巴比倫 去。 在那裏要蒙解救; 在那裏耶和華必救贖你脫離仇敵的手。
11Καὶ νῦν ἐπισυνήχθησαν ἐπὶ σὲ ἔθνη πολλὰ, λέγοντες, ἐπιχαρούμεθα, καὶ ἐπόψονται ἐπὶ Σιὼν οἱ ὀφθαλμοὶ ἡμῶν.
11現在有許多國的民聚集攻擊你,說: 願 錫安 被玷污! 願我們親眼見她 遭報 !
12Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὸν λογισμὸν Κυρίου, καὶ οὐ συνῆκαν τὴν βουλὴν αὐτοῦ, ὅτι συνήγαγεν αὐτοὺς ὡς δράγματα ἅλωνος.
12他們卻不知道耶和華的意念, 也不明白他的籌劃。 他聚集他們,好像把禾捆聚到禾場一樣。
13Ἀνάστηθι, καὶ ἀλόα αὐτοὺς θυγάτηρ Σιὼν, ὅτι τὰ κέρατά σου θήσομαι σιδηρᾶ, καὶ τὰς ὁπλάς σου θήσομαι χαλκᾶς· καὶ κατατήξεις λαοὺς πολλοὺς, καὶ ἀναθήσεις τῷ Κυρίῳ τὸ πλῆθος αὐτῶν, καὶ τὴν ἰσχὺν αὐτῶν τῷ Κυρίῳ πάσης τῆς γῆς.
13錫安 的民哪,起來踹穀吧! 我必使你的角成為鐵, 使你的蹄成為銅。 你必打碎多國的民, 將他們的財獻與耶和華, 將他們的貨獻與普天下的主。
14Νῦν ἐμφραχθήσεται θυγάτηρ ἐμφραγμῷ, συνοχὴν ἔταξεν ἐφʼ ἡμᾶς, ἐν ῥάβδῳ πατάξουσιν ἐπὶ σιαγόνα τὰς φυλὰς τοῦ Ἰσραήλ.
no verse 14 in this text
Tip: use the ← and → keys to turn chapters.