ΙΩΒ 42
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Freedom Bible (フリーダム・バイブル)
1Ὑπολαβὼν δὲ Ἰὼβ, λέγει τῷ Κυρίῳ,
1そこでヨブは主に答えた。
2Οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν.
2私は、あなたがすべてのことをなし得ること、 あなたの計画は一つも妨げられないことを知った。
3Τίς γάρ ἐστιν ὁ κρύπτων σε βουλήν; φειδόμενος δὲ ῥημάτων, καὶ σὲ οἴεται κρύπτειν; τίς δὲ ἀναγγελεῖ μοι ἃ οὐκ ᾔδειν, μεγάλα καὶ θαυμαστὰ ἃ οὐκ ἐπιστάμην;
3あなたは尋ねられた。『知識もないのに計り事を暗くするこの者は誰か』 それゆえ私は、自分の理解できないこと、 私にはあまりに驚くべき、知らないことを語った。
4Ἄκουσον δέ μου Κύριε, ἵνα κᾀγὼ λαλήσω· ἐρωτήσω δέ σε, σὺ δέ με δίδαξον.
4あなたは言われた。『さあ聞け、私が語ろう。 私があなたに尋ねるから、私に答えよ。』
5Ἀκοὴν μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νυνὶ δὲ ὁ ὀφθαλμός μου ἑώρακέ σε.
5私はあなたのことを耳で聞いていた。 しかし今、この目があなたを見た。
6Διὸ ἐφαύλισα ἐμαυτὸν, καὶ ἐτάκην· ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν.
6それゆえ私は自分を忌み、 ちりと灰の中で悔い改める。
7Ἐγένετο δὲ μετὰ τὸ λαλῆσαι τὸν Κύριον πάντα τὰ ῥήματα ταῦτα τῷ Ἰώβ, εἶπεν ὁ Κύριος Ἐλὺιφὰς τῷ Θαιμανὺίτῃ, ἥμαρτες σὺ, καὶ οἱ δὺο φίλοι σου· οὐ γὰρ ἐλαλήσατε ἐνώπιόν μου ἀληθὲς οὐδὲν, ὥσπερ ὁ θεράπων μου Ἰώβ.
7さて、主がこれらの言葉をヨブに語られた後、主はテマン人エリファズに言った。「私の怒りは、あなたと二人の友に向かって燃えている。あなたがたが私のしもべヨブのように、私について正しく語らなかったからだ。
8Νῦν δὲ λάβετε ἑπτὰ μόσχους, καὶ ἑπτὰ κριοὺς, καὶ πορεύθητε πρὸς τὸν θεράποντά μου Ἰὼβ, καὶ ποιήσει κάρπωσιν ὑπὲρ ὑμῶν. Ἰὼβ δὲ ὁ θεράπων μου εὔξεται περὶ ὑμῶν, ὅτι εἰ μὴ πρόσωπον αὐτοῦ λήψομαι· εἰ μὴ γὰρ διʼ αὐτὸν, ἀπώλεσα ἂν ὑμᾶς· οὐ γὰρ ἐλαλήσατε ἀληθὲς κατὰ τοῦ θεράποντός μου Ἰώβ.
8だから今、七頭の雄牛と七頭の雄羊を取って私のしもべヨブのところに行き、自分たちのために全焼のささげ物をささげよ。そして、私のしもべヨブがあなたがたのために祈る。私は彼を受け入れる。そうすれば、あなたがたを愚かさに応じて扱わない。あなたがたが私のしもべヨブのように、私について正しく語らなかったからだ。」
9Ἐπορεύθη δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης, καὶ Βαλδὰδ ὁ Σαυχίτης, καὶ Σωφὰρ ὁ Μιναῖος, καὶ ἐποίησαν καθὼς συνέταξεν αὐτοῖς ὁ Κύριος· καὶ ἔλυσε τὴν ἁμαρτίαν αὐτοῖς διὰ Ἰὼβ.
9そこでテマン人エリファズ、シュア人ビルダデ、ナアマ人ツォファルは行って、主が彼らに命じられたとおりにした。そして主はヨブを受け入れた。
10Ὁ δὲ Κύριος ηὔξησε τὸν Ἰώβ· εὐξαμένου δὲ αὐτοῦ καὶ περὶ τῶν φίλων αὐτοῦ, ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν· ἔδωκε δὲ ὁ Κύριος διπλᾶ, ὅσα ἦν ἔμπροσθεν Ἰὼβ εἰς διπλασιασμόν.
10ヨブが友たちのために祈ったとき、主はヨブの境遇を回復された。主はヨブに、以前の二倍のものを与えられた。
11Ἤκουσαν δὲ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ αὐτοῦ πάντα τὰ συμβεβηκότα αὐτῷ, καὶ ἦλθον πρὸς αὐτὸν, καὶ πάντες ὅσοι ᾔδεισαν αὐτὸν ἐκ πρώτου· φαγόντες δὲ καὶ πιόντες παρʼ αὐτῷ παρεκάλεσαν αὐτὸν, καὶ ἐθαύμασαν ἐπὶ πᾶσιν οἷς ἐπήγαγεν ἐπʼ αὐτῷ ὁ Κύριος· ἔδωκε δὲ αὐτῷ ἕκαστος ἀμνάδα μίαν, καὶ τετράδραχμον χρυσοῦ καὶ ἀσήμου.
11それから、彼のすべての兄弟、すべての姉妹、以前から彼を知っていたすべての人々が彼のもとに来て、彼の家でともにパンを食べた。彼らは、主が彼にもたらしたすべての災いについて、彼をいたわり、慰めた。また彼らは皆、彼に一枚の貨幣 と、一つの金の指輪を与えた。
12Ὁ δὲ Κύριος εὐλόγησε τὰ ἔσχατα Ἰὼβ, ἢ τὰ ἔμπροσθεν· ἦν δὲ τὰ κτήνη αὐτοῦ, πρόβατα μύρια τετρακισχίλια, κάμηλοι ἑξακισχίλιαι, ζεύγη βοῶν χίλια, ὄνοι θήλειαι νομάδες χίλιαι.
12こうして主は、ヨブの後半の生涯を初めよりも豊かに祝福された。彼は一万四千頭の羊、六千頭のらくだ、千くびきの牛、千頭の雌ろばを持った。
13Γεννῶνται δὲ αὐτῷ υἱοὶ ἑπτὰ, καὶ θυγατέρες τρεῖς.
13彼にはまた、七人の息子と三人の娘がいた。
14Καὶ ἐκάλεσε τὴν μὲν πρώτην, Ἡμέραν· τὴν δὲ δευτέραν, Κασίαν· τὴν δὲ τρίτην, Ἀμαλθαίας κέρας.
14彼は第一の娘をエミマ、第二の娘をケツィア、第三の娘をケレン・ハプクと名付けた。
15Καὶ οὐχ εὑρέθησαν κατὰ τὰς θυγατέρας Ἰὼβ, βελτίους αὐτῶν ἐν τῇ ὑπʼ οὐρανόν· ἔδωκε δὲ αὐταῖς ὁ πατὴρ κληρονομίαν ἐν τοῖς ἀδελφοῖς.
15その地のどこにも、ヨブの娘たちほど美しい女は見当たらなかった。父は兄弟たちと同じように、彼女たちにも相続地を与えた。
16Ἔζησε δὲ Ἰὼβ μετὰ τὴν πληγὴν ἔτη ἑκατὸν ἑβδομήκοντα· τὰ δὲ πάντα ἔτη ἔζησε, διακόσια τεσσράκοντα· καὶ Σἴδεν Ἰὼβ τοὺς υἱοὺς αὐτοῦ, καὶ τοὺς υἱοὺς τῶν υἱῶν αὐτοῦ, τετάρτην γενεάν.
16この後、ヨブは百四十年生き、息子たちとその子孫を四代にわたって見た。
17Καὶ ἐτελεύτησεν Ἰὼβ πρεσβύτερος, καὶ πλήρης ἡμερῶν· γέγραπται δὲ, αὐτὸν πάλιν ἀναστήσεσθαι μεθʼ ὧν ὁ Κύριος ἀνίστησιν. Οὗτος ἑρμηνεύεται ἐκ τῆς Συριακῆς βίβλου, ἐν μὲν γῇ κατοικῶν τῇ Αὐσίτιδι, ἐπὶ τοῖς ὁρίοις τῆς Ἰδουμαίας καὶ Ἀραβίας· προϋπῆρχε δὲ αὐτῷ ὄνομα Ἰωβάβ· λαβὼν δὲ γυναῖκα Ἀράβισσαν, γεννᾷ υἱὸν, ᾧ ὄνομα Ἐννών· ἦν δὲ αὐτὸς πατρὸς μὲν Ζαρὲ ἐκ τῶν Ἡσαῦ υἱῶν υἱὸς, μητρὸς δὲ Βοσόῤῥας, ὥστε εἶναι αὐτὸν πέμπτον ἀπὸ Ἁβραάμ· καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν Ἐδὼμ, ἧς καὶ αὐτὸς ἦρξε χώρας· πρῶτος Βαλὰκ ὁ τοῦ Βεὼρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβά· μετὰ δὲ Βαλὰκ, Ἰωβὰβ ὁ καλούμενος Ἰώβ· μετὰ δὲ τοῦτον, Ἀσὼμ ὁ ὑπάρχων ἡγεμὼν ἐκ τῆς Θαιμανίτιδος χώρας· μετὰ δὲ τοῦτον, Ἀδὰδ υἱὸς Βαρὰδ, ὁ ἐκκόψας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωὰβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθαίμ· οἱ δὲ ἐλθόντες πρὸς αὐτὸν φίλοι, Ἐλιφὰς τῶν Ἡσαῦ υἱῶν Θαιμανῶν βασιλεὺς, Βαλδὰδ ὁ Σαυχαίων τύραννος, Σωφὰρ ὁ Μιναίων βασιλεύς.
17こうしてヨブは年老い、長寿を全うして死んだ。
Tip: use the ← and → keys to turn chapters.