ΙΕΡΕΜΙΑΣ 20
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Douay-Rheims Bible, American Edition (1899)
1Καὶ ἤκουσε Πασχὼρ ὁ υἱὸς Ἑμμὴρ ὁ ἱερεὺς, καὶ οὗτος ἦν καθεσταμένος ἡγούμενος οἴκου Κυρίου, τοῦ Ἱερεμίου προφητεύοντος τοὺς λόγους τούτους.
1Now Phassur the son of Emmur, the priest, who was appointed chief in the house of the Lord, heard Jeremias prophesying these words.
2Καὶ ἐπάταξεν αὐτὸν, καὶ ἐνέβαλεν αὐτὸν εἰς τὸν καταράκτην, ὃς ἦν ἐν πύλῃ οἴκου ἀποτεταγμένου τοῦ ὑπερῴου, ὃς ἦν ἐν οἴκῳ Κυρίου.
2And Phassur struck Jeremias the prophet, and put him in the stocks, that were in the upper gate of Benjamin, in the house of the Lord.
3Καὶ ἐξήγαγε Πασχὼρ τὸν Ἱερεμίαν ἐκ τοῦ καταράκτου· καὶ εἶπεν αὐτῷ Ἱερεμίας, οὐχὶ Πασχὼρ ἐκάλεσε τὸ ὄνομά σου, ἀλλʼ ἢ Μέτοικον.
3And when it was light the next day, Phassur brought Jeremias out of the stocks. And Jeremias said to him: The Lord hath not called thy name Phassur, but fear on every side.
4Διότι τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ δίδωμί σε εἰς μετοικίαν σὺν πᾶσι τοῖς φίλοις σου· καὶ πεσοῦνται ἐν μαχαίρᾳ ἐχθρῶν αὐτῶν, καὶ οἱ ὀφθαλμοί σου ὄψονται· καὶ σὲ καὶ πάντα Ἰούδα δώσω εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ μετοικιοῦσιν αὐτοὺς, καὶ κατακόψουσιν ἐν μαχαίραις.
4For thus saith the Lord: Behold I will deliver thee up to fear, thee and all thy friends: and they shall fall by the sword of their enemies, and thy eyes shall see it, and I will give all Juda into the hand of the king of Babylon: and he shall strike them with the sword.
5Καὶ δώσω τὴν πᾶσαν ἰσχὺν τῆς πόλεως ταύτης, καὶ πάντας τοὺς πόνους αὐτῆς, καὶ πάντας τοὺς θησαυροὺς τοῦ βασιλέως Ἰούδα εἰς χεῖρας ἐχθρῶν αὐτοῦ, καὶ ἄξουσιν αὐτοὺς εἰς Βαβυλῶνα.
5And I will give all the substance of this city, and all its labour, and every precious thing thereof, and all the treasures of the kings of Juda will I give into the hands of their enemies: and they shall pillage them, and take them away, and carry them to Babylon.
6Καὶ σὺ καὶ πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, πορεύσεσθε ἐν αἰχμαλωσίᾳ, καὶ ἐν Βαβυλῶνι ἀποθανῇ, καὶ ἐκεῖ ταφήσῃ σὺ καὶ πάντες οἱ φίλοι σου, οἷς ἐπροφήτευσας αὐτοῖς ψευδῆ.
6But thou, Phassur, and all that dwell in thy house, shall go into captivity, and thou shalt go to Babylon, and there thou shalt die, and there thou shalt be buried, thou and all thy friends, to whom thou hast prophesied a lie.
7Ἠπάτησάς με Κύριε, καὶ ἠπατήθην, ἐκράτησας, καὶ ἠδυνάσθης· ἐγενόμην εἰς γέλωτα, πᾶσαν ἡμέραν διετέλεσα μυκτηριζόμενος·
7Thou hast deceived me, O Lord, and I am deceived: thou hast been stronger than I, and thou hast prevailed. I am become a laughing-stock all the day, all scoff at me.
8Ὅτι πικρῷ λόγῳ μου γελάσομαι, ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι, ὅτι ἐγενήθη λόγος Κυρίου εἰς ὀνειδισμὸν ἐμοὶ καὶ εἰς χλευασμὸν πᾶσαν ἡμέραν μου.
8For I am speaking now this long time, crying out against iniquity, and I often proclaim devastation: and the word of the Lord is made a reproach to me, and a derision all the day.
9Καὶ εἶπα, οὐ μὴ ὀνομάσω τὸ ὄνομα Κυρίου, καὶ οὐ μὴ λαλήσω ἔτι ἐπὶ τῷ ὀνόματι αὐτοῦ· καὶ ἐγένετο ὡς πῦρ καιόμενον φλέγον ἐν τοῖς ὀστοῖς μου, καὶ παρεῖμαι πάντοθεν, καὶ οὐ δύναμαι φέρειν,
9Then I said: I will not make mention of him, nor speak any more in his name: and there came in my heart as a burning fire shut up in my bones, and I was wearied, not being able to bear it.
10ὅτι ἤκουσα ψόγον πολλῶν συναθροιζομένων κυκλόθεν, ἐπισύστητε, καὶ ἐπισυστῶμεν ἐπʼ αὐτῷ πάντες ἄνδρες φιλοι αὐτοῦ· τηρήσατε τὴν ἐπίνοιαν αὐτοῦ, εἰ ἀπατηθήσεται, καὶ δυνησόμεθα αὐτῷ, καὶ ληψόμεθα τὴν ἐκδίκησιν ἡμῶν ἐξ αὐτοῦ.
10For I heard the reproaches of many, and terror on every side: Persecute him, and let us persecute him: from all the men that were my familiars, and continued at my side: if by any means he may be deceived, and we may prevail against him, and be revenged on him.
11Ὁ δὲ κύριος μετʼ ἐμοῦ καθὼς μαχητὴς ἰσχύων· διατοῦτο ἐδίωξαν, καὶ νοῆσαι οὐκ ἠδύναντο· ᾐσχύνθησαν σφόδρα, ὅτι οὐκ ἐνόησαν ἀτιμίας αὐτῶν, αἳ διʼ αἰῶνος οὐκ ἐπιλησθήσονται.
11But the Lord is with me as a strong warrior: therefore they that persecute me shall fall, and shall be weak: they shall be greatly confounded, because they have not understood the everlasting reproach, which never shall be effaced.
12Κύριε δοκιμάζων δίκαια, συνιῶν νεφροὺς καὶ καρδίας, ἴδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐν αὐτοῖς, ὅτι πρὸς σὲ ἀπεκάλυψα τὰ ἀπολογήματά μου.
12And thou, O Lord of hosts, prover of the just, who seest the reins and the heart: let me see, I beseech thee, thy vengeance on them: for to thee I have laid open my cause.
13Ἄσατε τῷ Κυρίῳ, αἰνέσατε αὐτῷ, ὅτι ἐξείλατο τὴν ψυχὴν πένητος ἐκ χειρὸς πονηρευομένων.
13Sing ye to the Lord, praise the Lord: because he hath delivered the soul of the poor out of the hand of the wicked.
14Ἐπικατάρατος ἡ ἡμέρα ἐν ᾗ ἐτέχθην ἐν αὐτῇ· ἡ ἡμέρα ἐν ᾗ ἔτεκέν με ἡ μήτηρ μου, μὴ ἔστω ἐπευκτή.
14Cursed be the day wherein I was borne: let not the day in which my mother bore me, be blessed.
15Ἐπικατάρατος ὁ ἄνθρωπος ὁ εὐαγγελισάμενος τῷ πατρί μου λέγων, ἐτέχθη σοι ἄρσην· εὐφραινόμενος
15Cursed be the man that brought the tidings to my father, saying: A man child is born to thee: and made him greatly rejoice.
16ἔστω ὁ ἄνθρωπος ἐκεῖνος, ὡς αἱ πόλεις ἃς κατέστρεψε Κύριος ἐν θυμῷ καὶ οὐ μετεμελήθη· ἀκουσάτω κραυγῆς τῷ πρωὶ, καὶ ἀλαλαγμοῦ μεσημβρίας,
16Let that man be as the cities that the Lord hath overthrown, and hath not repented: let him hear a cry in the morning, and howling at noontide:
17ὅτι οὐκ ἀπέκτεινέ με ἐν μήτρᾳ, καὶ ἐγένετό μοι ἡ μήτηρ μου τάφος μου, καὶ ἡ μήτρα συλλήψεως αἰωνίας.
17Who slew me not from the womb, that my mother might have been my grave, and her womb an everlasting conception.
18Ἱνατί τοῦτο ἐξῆλθον ἐκ μήτρας, τοῦ βλέπειν κόπους καὶ πόνους, καὶ διετέλεσαν ἐν αἰσχύνῃ αἱ ἡμέραι μου;
18Why came I out of the womb, to see labour and sorrow, and that my days should be spent in confusion?
Tip: use the ← and → keys to turn chapters.