ΚΡΙΤΑΙ
Chapter 6
Septuagint (Brenton Gree…
vs Old Persian Versio…
Aa
Text size
Line width
Verse numbers
Septuagint (Brenton Greek text, with Apocrypha)
Old Persian Version (ترجمه قدیم)
1Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἔδωκεν αὐτοὺς Κύριος ἐν χειρὶ Μαδιὰμ ἑπτὰ ἔτη.
1و بنی‌اسرائیل در نظر خداوند شرارت ورزیدند. پس خداوند ایشان را به‌دست مدیان هفت سال تسلیم نمود.
2Καὶ ἴσχυσε χεὶρ Μαδιὰμ ἐπὶ Ἰσραήλ· καὶ ἐποίησαν ἑαυτοῖς οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ προσώπου Μαδιὰμ τὰς τρυμαλιὰς τὰς ἐν τοῖς ὄρεσι, καὶ τὰ σπήλαια, καὶ τὰ κρεμαστά.
2و دست مدیان براسرائیل استیلا یافت، و به‌سبب مدیان بنی‌اسرائیل شکافها و مغاره‌ها و ملاذها را که درکوهها می‌باشند، برای خود ساختند.
3Καὶ ἐγένετο ἐὰν ἔσπειραν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἀνέβαινον Μαδιὰμ καὶ Ἀμαλὴκ, καὶ οἱ υἱοὶ ἀνατολῶν συνανέβαινον αὐτοῖς, καὶ παρενέβαλον εἰς αὐτοὺς,
3و چون اسرائیل زراعت می‌کردند، مدیان و عمالیق وبنی مشرق آمده، بر ایشان هجوم می‌آوردند.
4καὶ διέφθειρον τοὺς καρποὺς αὐτῶν ἕως ἐλθεῖν εἰς Γάζαν· καὶ οὐ κατελείποντο ὑπόστασιν ζωῆς ἐν τῇ γῇ Ἰσραὴλ, οὐδὲ ἐν τοῖς ποιμνίοις ταῦρον καὶ ὄνον.
4وبر ایشان اردو زده، محصول زمین را تا به غزه خراب کردند، و در اسرائیل آذوقه و گوسفند وگاو و الاغ باقی نگذاشتند.
5Ὅτι αὐτοὶ καὶ αἱ κτήσεις αὐτῶν ἀνέβαινον, καὶ αἱ σκηναὶ αὐτῶν παρεγίνοντο, καθὼς ἀκρὶς εἰς πλῆθος, καὶ αὐτοῖς καὶ ταῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός· καὶ ἤρχοντο εἰς τὴν γῆν Ἰσραὴλ, καὶ διέφθειρον αὐτήν.
5زیرا که ایشان بامواشی و خیمه های خود برآمده، مثل ملخ بی‌شمار بودند، و ایشان و شتران ایشان را حسابی نبود و به جهت خراب ساختن زمین داخل شدند.
6Καὶ ἐπτώχευσεν Ἰσραὴλ σφόδρα ἀπὸ προσώπου Μαδιάμ.
6و چون اسرائیل به‌سبب مدیان بسیار ذلیل شدند، بنی‌اسرائیل نزد خداوند فریاد برآوردند.
7Καὶ ἐβόησαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον ἀπὸ προσώπου Μαδιάμ.
7و واقع شد چون بنی‌اسرائیل از دست مدیان نزد خداوند استغاثه نمودند،
8Καὶ ἐξαπέστειλε Κύριος ἄνδρα προφήτην πρὸς τοὺς νἱοὺς Ἰσραήλ· καὶ εἶπεν αὐτοῖς, τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, ἐγώ εἰμι ὃς ἀνήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου, καὶ ἐξήγαγον ὑμᾶς ἐξ οἴκου δουλείας ὑμῶν·
8که خداوند نبی‌ای برای بنی‌اسرائیل فرستاد، و او به ایشان گفت: «یهوه خدای اسرائیل چنین می‌گوید: من شما رااز مصر برآوردم و شما را از خانه بندگی بیرون آوردم،
9καὶ ἐῤῥυσάμην ὑμᾶς ἐκ χειρὸς Αἰγύπτου καὶ ἐκ χειρὸς πάντων τῶν θλιβόντων ὑμᾶς, καὶ ἐξέβαλον αὐτοὺς ἐκ προσώπου ὑμῶν· καὶ ἔδωκα ὑμῖν τὴν γῆν αὐτῶν.
9و شما را از دست مصریان و از دست جمیع ستمکاران شما رهایی دادم، و اینان را ازحضور شما بیرون کرده، زمین ایشان را به شمادادم.
10Καὶ εἶπα ὑμῖν, ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν· οὐ φοβηθήσεσθε τοὺς θεοὺς τοῦ Ἀμοῤῥαίου, ἐν οἷς ὑμεῖς κάθησθε ἐν τῇ γῇ αὐτῶν· καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου.
10و به شما گفتم، من، یهوه، خدای شماهستم. از خدایان اموریانی که در زمین ایشان ساکنید، مترسید لیکن آواز مرا نشنیدید.»
11Καὶ ἦλθεν ἄγγελος Κυρίου, καὶ ἐκάθισεν ὑπὸ τὴν τερέμινθον τὴν ἐν Ἐφραθὰ ἐν γῇ Ἰωὰς πατρὸς τοῦ Ἐσδρί· καὶ Γεδεὼν ὁ υἱὸς αὐτοῦ ῥαβδίζων σῖτον ἐν ληνῷ εἰς ἐκφυγεῖν ἀπὸ προσώπου τοῦ Μαδίαμ.
11و فرشته خداوند آمده، زیر درخت بلوطی که در عفره است که مال یوآش ابیعزری بود، نشست و پسرش جدعون گندم رادر چرخشت می‌کوبید تا آن را از مدیان پنهان کند.
12Καὶ ὤφθη αὐτῷ ὁ ἄγγελος Κυρίου, καὶ εἶπε πρὸς αὐτὸν, Κύριος μετὰ σοῦ, ἰσχυρὸς τῶν δυνάμεων.
12پس فرشته خداوند بر او ظاهر شده، وی را گفت: «ای مرد زورآور، یهوه با تو است.»
13Καὶ εἶπε πρὸς αὐτὸν Γεδεὼν, ἐν ἐμοὶ, Κύριέ μου· καὶ εἰ ἔστι Κύριος μεθʼ ἡμῶν, εἰς τί εὗρεν ἡμᾶς τὰ κακὰ ταῦτα; καὶ ποῦ ἐστι πάντα τὰ θαυμάσια αὐτοῦ, ἃ διηγήσαντο ἡμῖν οἱ πατέρες ἡμῶν, λέγοντες, μὴ οὐχὶ ἐξ Αἰγύπτου ἀνήγαγεν ἡμᾶς Κύριος; καὶ νῦν ἐξέῤῥιψεν ἡμᾶς καὶ ἔδωκεν ἡμᾶς ἐν χειρὶ Μαδίαμ.
13جدعون وی راگفت: «آه‌ای خداوند من، اگر یهوه با ماست پس چرا این همه بر ما واقع شده است، و کجاست جمیع اعمال عجیب او که پدران ما برای ما ذکرکرده، و گفته‌اند که آیا خداوند ما را از مصر بیرون نیاورد، لیکن الان خداوند ما را ترک کرده، و به‌دست مدیان تسلیم نموده است.»
14Καὶ ἐπέστρεψε πρὸς αὐτὸν ὁ ἄγγελος Κυρίου, καὶ εἶπε, πορεύου ἐν τῇ ἰσχύϊ σου ταύτῃ, καὶ σώσεις τὸν Ἰσραὴλ ἐκ χειρὸς Μαδιάμ· ἰδοὺ ἐξαπέστειλά σε.
14آنگاه یهوه بروی نظر کرده، گفت: «به این قوت خود برو واسرائیل را از دست مدیان رهایی ده، آیا من تو رانفرستادم.»
15Καὶ εἶπε πρὸς αὐτὸν Γεδεὼν, ἐν ἐμοὶ, Κύριέ μου, ἐν τίνι σώσω τὸν Ἰσραήλ; ἰδοὺ ἡ χιλιάς μου ἠσθένησεν ἐν Μανασσῇ, καὶ ἐγώ εἰμι μικρότερος ἐν οἴκῳ τοῦ πατρός μου.
15او در جواب وی گفت: «آه‌ای خداوند چگونه اسرائیل را رهایی دهم، اینک خاندان من در منسی ذلیل تر از همه است و من درخانه پدرم کوچکترین هستم.»
16Καὶ εἶπε πρὸς αὐτὸν ὁ ἄγγελος Κυρίου, Κύριος ἔσται μετὰ σοῦ, καὶ πατάξεις τὴν Μαδιὰμ ὡσεὶ ἄνδρα ἕνα.
16خداوند وی راگفت: «یقین من با تو خواهم بود و مدیان را مثل یک نفر شکست خواهی داد.»
17Καὶ εἶπε πρὸς αὐτὸν Γεδεὼν, εἰ δὴ εὗρον ἔλεος ἐν ὀφθαλμοῖς σου, καὶ ποιήσεις μοι σήμερον πᾶν ὅτι, ἐλάλησας μετʼ ἐμοῦ,
17او وی را گفت: «اگر الان در نظر تو فیض یافتم، پس آیتی به من بنما که تو هستی آنکه با من حرف می‌زنی.
18μὴ χωρισθῇς ἐντεῦθεν ἕως τοῦ ἐλθεῖν με πρὸς σὲ, καὶ ἐξοίσω τὴν θυσίαν καὶ θύσω ἐνώπιόν σου· καὶ εἶπεν, ἐγώ εἰμι καθίσομαι ἕως τοῦ ἐπιστρέψαι σε.
18پس خواهش دارم که از اینجا نروی تا نزد تو برگردم، و هدیه خود را آورده، به حضور تو بگذرانم.» گفت: «من می‌مانم تا برگردی.»
19Καὶ Γεδεὼν εἰσῆλθε, καὶ ἐποίησεν ἔριφον αἰγῶν καὶ οἰφὶ ἀλεύρου ἄζυμα, καὶ τὰ κρέα ἔθηκεν ἐν τῷ κοφίνῳ, καὶ τὸν ζωμὸν ἔβαλεν ἐν τῇ χύτρᾳ, καὶ ἐξήνεγκεν αὐτὰ πρὸς αὐτὸν ὑπὸ τὴν τερέμινθον, καὶ προσήγγισε.
19پس جدعون رفت و بزغاله‌ای را باقرصهای نان فطیر از یک ایفه آرد نرم حاضرساخت، و گوشت را در سبدی و آب گوشت را درکاسه‌ای گذاشته، آن را نزد وی، زیر درخت بلوطآورد و پیش وی نهاد.
20Καὶ εἶπε πρὸς αὐτὸν ὁ ἄγγελος τοῦ Θεοῦ, λάβε τὰ κρέα καὶ τὰ ἄζυμα, καὶ θὲς πρὸς τὴν πέτραν ἐκείνην, καὶ τὸν ζωμὸν ἐχόμενα ἔκχεε· καὶ ἐποιήσεν οὕτως.
20و فرشته خدا او را گفت: «گوشت و قرصهای فطیر را بردار و بر روی این صخره بگذار، و آب گوشت را بریز.» پس چنان کرد.
21Καὶ ἐξέτεινεν ὁ ἄγγελος Κυρίου τὸ ἄκρον τῆς ῥάβδου τῆς ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἥψατο τῶν κρεῶν καὶ τὼν ἀζύμων· καὶ ἀνέβη πῦρ ἐκ τῆς πέτρας, καὶ κατέφαγε τὰ κρέα καὶ τοὺς ἀζύμους· καὶ ὁ ἄγγελος Κυρίου ἐπορεύθη ἀπʼ ὀφθαλμῶν αὐτοῦ.
21آنگاه فرشته خداوند نوک عصا را که دردستش بود، دراز کرده، گوشت و قرصهای فطیررا لمس نمود که آتش از صخره برآمده، گوشت وقرصهای فطیر را بلعید، و فرشته خداوند ازنظرش غایب شد.
22Καὶ εἶδε Γεδεὼν, ὅτι ἄγγελος Κυρίου οὗτός ἐστι· καὶ εἶπε Γεδεὼν, ἆ ἆ, Κύριέ μου Κύριε, ὅτι εἶδον τὸν ἄγγελον Κυρίου πρόσωπον πρὸς πρόσωπον.
22پس جدعون دانست که اوفرشته خداوند است. و جدعون گفت: «آه‌ای خداوند یهوه، چونکه فرشته خداوند را روبرودیدم.»
23Καὶ εἶπεν αὐτῷ Κύριος, εἰρήνη σοι, μὴ φοβοῦ, οὐ μὴ ἀποθάνῃς.
23خداوند وی را گفت: «سلامتی بر توباد! مترس نخواهی مرد.»
24Καὶ ᾠκοδόμησεν ἐκεῖ Γεδεὼν θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἐπεκάλεσεν αὐτῷ, εἰρήνη Κυρίου, ἕως τῆς ἡμέρας ταύτης, ἔτι αὐτοῦ ὄντος ἐν Ἐφραθὰ πατρὸς τοῦ Ἐσδρί.
24پس جدعون درآنجا برای خداوند مذبحی بنا کرد و آن را یهوه شالوم نامید که تا امروز در عفره ابیعزریان باقی است.
25Καὶ ἐγένετο ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ εἶπεν αὐτῷ Κύριος, λάβε τὸν μόσχον τὸν ταῦρον ὅς ἐστι τῷ πατρί σου, καὶ μόσχον δεύτερον ἑπταετῇ, καὶ καθελεῖς τὸ θυσιαστήριον τοῦ Βάαλ ὅ ἐστι τῷ πατρί σου, καὶ τὸ ἄλσος τὸ ἐπʼ αὐτὸ ὀλοθρεύσεις.
25و در آن شب، خداوند او را گفت: «گاو پدرخود، یعنی گاو دومین را که هفت ساله است بگیر، و مذبح بعل را که از آن پدرت است منهدم کن، وتمثال اشیره را که نزد آن است، قطع نما.
26Καὶ οἰκοδομήσεις θυσιαστήριον τῷ Κυρίῳ τῷ Θεῷ σου ἐπὶ κορυφὴν Μαωζὶ τούτου ἐν τῇ παρατάξει καὶ λήψῃ τὸν μόσχον τὸν δεύτερον, καὶ ἀνοίσεις ὁλοκαυτώματα ἐν τοῖς ξύλοις τοῦ ἄλσοῦς, οὗ ἐξολοθρεύσεις.
26وبرای یهوه، خدای خود، بر سر این قلعه مذبحی موافق رسم بنا کن، و گاو دومین را گرفته، با چوب اشیره که قطع کردی برای قربانی سوختنی بگذران.»
27Καὶ ἔλαβε Γεδεὼν δέκα ἄνδρας ἀπὸ τῶν δούλων ἑαυτοῦ, καὶ ἐποίησεν ὃν τρόπον ἐλάλησε πρὸς αὐτὸν Κύριος· καὶ ἐγενήθη ὡς ἐφοβήθη τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ καὶ τοὺς ἄνδρας τῆς πόλεως τοῦ ποιῆσαι ἡμέρας, καὶ ἐποίησε νυκτός.
27پس جدعون ده نفر از نوکران خود رابرداشت و به نوعی که خداوند وی را گفته بود، عمل نمود، اما چونکه از خاندان پدر خود ومردان شهر می‌ترسید، این کار را در روز نتوانست کرد، پس آن را در شب کرد.
28Καὶ ὤρθρισαν οἱ ἄνδρες τῆς πόλεως τοπρωΐ· καὶ ἰδοὺ καθῄρητο τὸ θυσιαστήριον τοῦ Βάαλ, καὶ τὸ ἄλσος τὸ ἐπʼ αὐτῷ ὠλόθρευτο· καὶ εἶδον τὸν μόσχον τὸν δεύτερον, ὃν ἀνήνεγκεν ἐπὶ τὸ θυσιαστήριον τὸ ᾠκοδομημένον.
28و چون مردمان شهر در صبح برخاستند، اینک مذبح بعل منهدم شده، و اشیره که در نزد آن بود، بریده، و گاو دومین بر مذبحی که ساخته شده بود، قربانی گشته.
29Καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ, τίς ἐποίησε τὸ ῥῆμα τοῦτο; καὶ ἐπεζήτησαν καὶ ἠρεύνησαν, καὶ ἔγνωσαν ὅτι Γεδεὼν υἱὸς Ἰωὰς ἐποίησε τὸ ῥῆμα τοῦτο.
29پس به یکدیگر گفتند، کیست که این کار را کرده است، و چون دریافت وتفحص کردند، گفتند جدعون بن یوآش این کار راکرده است.
30Καὶ εἶπαν οἱ ἄνδρες τῆς πόλεως πρὸς Ἰωὰς, ἐξένεγκε τὸν υἱόν σου, καὶ ἀποθανέτω, ὅτι καθεῖλε τὸ θυσιαστήριον τοῦ Βάαλ, καὶ ὅτι ὠλόθρευσε τὸ ἄλσος τὸ ἐπʼ αὐτῷ.
30پس مردان شهر به یوآش گفتند: «پسر خود را بیرون بیاور تا بمیرد زیرا که مذبح بعل را منهدم ساخته، و اشیره را که نزد آن بود، بریده است.»
31Καὶ εἶπε Γεδεὼν υἱὸς Ἰωὰς τοῖς ἀνδράσι πᾶσιν, οἳ ἐπανέστησαν αὐτῷ, μὴ ὑμεῖς νῦν δικάζεσθε ὑπὲρ τοῦ Βάαλ; ἢ ὑμεῖς σώσετε αὐτόν; ὃς ἐὰν δικάσηται αὐτῷ, θανατωθήτω ἕως πρωΐ· εἰ θεός ἐστι, δικαζέσθω αὐτῷ, ὅτι καθεῖλε τὸ θυσιαστήριον αὐτοῦ.
31اما یوآش به همه کسانی که برضد او برخاسته بودند، گفت: «آیا شما برای بعل محاجه می‌کنید؟ و آیا شما او را می‌رهانید؟ هرکه برای او محاجه نماید همین صبح کشته شود، واگر او خداست، برای خود محاجه نماید چونکه کسی مذبح او را منهدم ساخته است.
32Καὶ ἐκάλεσεν αὐτὸ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Ἱεροβάαλ, λέγων, δικαζέσθω ἐν αὐτῷ ὁ Βάαλ, ὅτι καθῃρέθη τὸ θυσιαστήριον αὐτοῦ.
32پس درآن روز او را یربعل نامید و گفت: «بگذارید تا بعل با او محاجه نماید زیرا که مذبح او را منهدم ساخته است.»
33Καὶ πᾶσα Μαδιὰμ, καὶ Ἀμαλὴκ, καὶ υἱοὶ ἀνατολῶν συνήχθησαν ἐπὶ τοαυτὸ, καὶ παρενέβαλον ἐν τῇ κοιλάδι Ἰεζραέλ.
33آنگاه جمیع اهل مدیان و عمالیق وبنی مشرق با هم جمع شدند و عبور کرده، دروادی یزرعیل اردو زدند.
34Καὶ πνεῦμα Κυρίου ἐνέδυσε τὸν Γεδεὼν, καὶ ἐσάλπισεν ἐν κερατίνῃ, καὶ ἐβόησεν Ἀβιέζερ ὀπίσω αὐτοῦ.
34و روح خداوندجدعون را ملبس ساخت، پس کرنا را نواخت واهل ابیعزر در عقب وی جمع شدند.
35Καὶ ἀγγέλους ἐξαπέστειλεν εἰς πάντα Μανασσῆ, καὶ ἐν Ἀσὴρ, καὶ ἐν Ζαβουλὼν, καὶ ἐν Νεφθαλί· καὶ ἀνέβη εἰς συνάντησιν αὐτῶν.
35ورسولان در تمامی منسی فرستاد که ایشان نیز درعقب وی جمع شدند و در اشیر و زبولون و نفتالی رسولان فرستاد و به استقبال ایشان برآمدند.
36Καὶ εἶπε Γεδεὼν πρὸς τὸν Θεὸν, εἰ σὺ σώζεις ἐν χειρί μου τὸν Ἰσραὴλ, καθὼς ἐλάλησας,
36و جدعون به خدا گفت: «اگر اسرائیل رابرحسب سخن خود به‌دست من نجات خواهی داد،
37ἰδοὺ ἐγὼ τίθημι τὸν πόκον τοῦ ἐρίου ἐν τῇ ἅλωνι· ἐὰν δρόσος γένηται ἐπὶ τὸν πόκον μόνον, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ξηρασία, γνώσομαι ὅτι σώσεις ἐν χειρί μου τὸν Ἰσραὴλ, καθὼς ἐλάλησας.
37اینک من در خرمنگاه، پوست پشمینی می گذارم و اگر شبنم فقط بر پوست باشد و برتمامی زمین خشکی بود، خواهم دانست که اسرائیل را برحسب قول خود به‌دست من نجات خواهی داد.»
38Καὶ ἐγένετο οὕτως· καὶ ὤρθρισε τῇ ἐπαύριον, καὶ ἐξεπίασε τὸν πόκον, καὶ ἔσταξε δρόσος ἀπὸ τοῦ πόκου πλήρης λεκάνη ὕδατος.
38و همچنین شد و بامدادان به زودی برخاسته، پوست را فشرد و کاسه‌ای پر ازآب شبنم از پوست بیفشرد.
39Καὶ εἶπε Γεδεὼν πρὸς τὸν Θεὸν, μὴ δὴ ὀργισθήτω ὁ θυμός σου ἐν ἐμοὶ, καὶ λαλήσω ἔτι ἅπαξ· πειράσω δὴ καί γε ἔτι ἅπαξ ἐν τῷ πόκῳ· καὶ γενέσθω ἡ ξηρασία ἐπὶ τὸν πόκον μόνον, καὶ ἐπὶ πᾶσαν τὴν γῆν γενηθήτω δρόσος.
39و جدعون به خداگفت: «غضب تو بر من افروخته نشود و همین یک مرتبه خواهم گفت، یک دفعه دیگر فقط با پوست تجربه نمایم، این مرتبه پوست به تنهایی خشک باشد و بر تمامی زمین شبنم.»
40Καὶ ἐποίησεν ὁ Θεὸς οὕτως ἐν τῇ νυκτὶ ἐκείνῃ· καὶ ἐγένετο ξηρασία ἐπὶ τὸν πόκον μόνον, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἐγενήθη δρόσος.
40و خدا در آن شب چنان کرد که بر پوست فقط، خشکی بود و برتمامی زمین شبنم.

Tip: use the ← and → keys to turn chapters.