ΚΡΙΤΑΙ
Chapter 5
Septuagint (Brenton Gree…
vs Old Persian Versio…
Aa
Text size
Line width
Verse numbers
Septuagint (Brenton Greek text, with Apocrypha)
Old Persian Version (ترجمه قدیم)
1Καὶ ἦσαν Δεββῶρα καὶ Βαρὰκ υἱὸς Ἀβινεὲμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγοντες,
1و در آن روز دبوره و باراق بن ابینوعم سرودخوانده، گفتند:
2Ἀπεκαλύφθη ἀποκάλυμμα ἐν Ἰσραὴλ ἐν τῷ ἑκουσιασθῆναι λαὸν, εὐλογεῖτε Κύριον.
2«چونکه پیش روان در اسرائیل پیشروی کردند، چونکه قوم نفوس خود را به ارادت تسلیم نمودند، خداوند را متبارک بخوانید.
3Ἀκούσατε βασιλεῖς, καὶ ἐνωτίσασθε σατράπαι· ᾄσομαι ἐγώ εἰμι τῷ Κυρίῳ ἐγώ εἰμι, ψαλῶ τῷ Κυρίῳ τῷ Θεῷ Ἰσραήλ.
3‌ای پادشاهان بشنوید! ای زورآوران گوش دهید! من خود برای خداوند خواهم سرایید. برای یهوه خدای اسرائیل سرود خواهم خواند.
4Κύριε, ἐν τῇ ἐξόδῳ σου ἐν Σηεὶρ, ἐν τῷ ἀπαίρειν σε ἐξ ἀγροῦ Ἐδὼμ, γῆ ἐσείσθη, καὶ ὁ οὐρανὸς ἔσταξε δρόσους, καὶ αἱ νεφέλαι ἔσταξαν ὕδωρ.
4‌ای خداوند وقتی که از سعیر بیرون آمدی، وقتی که از صحرای ادوم خرامیدی، زمین متزلزل شد و آسمان نیز قطره‌ها ریخت. و ابرها هم آبهابارانید.
5Ὄρη ἐσαλεύθησαν ἀπὸ προσώπου Κυρίου Ἐλωῒ, τοῦτο Σινὰ ἀπὸ προσώπου Κυρίου Θεοῦ Ἰσραήλ.
5کوهها از حضور خداوند لرزان شد و این سینا ازحضور یهوه، خدای اسرائیل.
6Ἐν ἡμέραις Σαμεγὰρ υἱοῦ Ἀνὰθ, ἐν ἡμέραις Ἰαὴλ, ἐξέλιπον ὁδοὺς, καὶ ἐπορεύθησαν ἀτραποὺς, ἐπορεύθησαν ὁδοὺς διεστραμμένας.
6در ایام شمجر بن عنات، در ایام یاعیل شاهراههاترک شده بود، و مسافران از راههای غیرمتعارف می رفتند.
7Ἐξέλιπον δυνατοὶ ἐν Ἰσραὴλ, ἐξέλιπον ἕως οὗ ἀνέστη Δεββῶρα, ἕως οὗ ἀνέστη μήτηρ ἐν Ἰσραήλ.
7حاکمان در اسرائیل نایاب و نابود شدند، تا من، دبوره، برخاستم، در اسرائیل، مادر برخاستم.
8Ἐξελέξαντο θεοὺς καινοὺς, τότε ἐπολέμησαν πόλεις ἀρχόντων· θυρεὸς ἐὰν ὀφθῇ καὶ λόγχη ἐν τεσσαράκοντα χιλιάσιν ἐν Ἰσραήλ.
8خدایان جدید را اختیار کردند. پس جنگ دردروازه‌ها رسید. در میان چهل هزار نفر دراسرائیل، سپری و نیزه‌ای پیدا نشد.
9Ἡ καρδία μου εἰς τὰ διατεταγμένα τῷ Ἰσραήλ· οἱ ἑκούσιαζόμενοι ἐν λαῷ εὐλογεῖτε Κύριον.
9قلب من به حاکمان اسرائیل مایل است، که خودرا در میان قوم به ارادت تسلیم نمودند. خداوند رامتبارک بخوانید.
10Ἐπιβεβηκότες ἐπὶ ὄνου θηλείας μεσημβρίας, καθήμενοι ἐπὶ κριτηρίου, καὶ πορευόμενοι ἐπὶ ὁδοὺς συνέδρων ἐφʼ ὁδῷ,
10‌ای شما که بر الاغهای سفید سوارید و برمسندها می‌نشینید، و بر طریق سالک هستید، این را بیان کنید.
11διηγεῖσθε, ἀπὸ φωνῆς ἀνακρουομένων ἀναμέσον ὑδρευομένων· ἐκεῖ δώσουσι δικαιοσύνας· Κύριε δικαιοσύνας αὔξησον ἐν Ἰσραήλ· τότε κατέβη εἰς τὰς πόλεις λαὸς Κυρίου.
11دور از آواز تیراندازان، نزد حوضهای آب درآنجا اعمال عادله خداوند را بیان می‌کنند، یعنی احکام عادله او را در حکومت اسرائیل. آنگاه قوم خداوند به دروازه‌ها فرود می‌آیند.
12Ἐξεγείρου, ἐξεγείρου, Δεββῶρα· ἐξεγείρου, ἐξεγείρου, λάλησον ᾠδήν· ἀνάστα Βαρὰκ, καὶ αἰχμαλώτισον αἰχμάλωσίαν σου υἱὸς Ἀβινεέμ.
12بیدار شو بیدار شو‌ای دبوره. بیدار شو بیدارشو و سرود بخوان. برخیز‌ای باراق و‌ای پسرابینوعم، اسیران خود را به اسیری ببر.
13Τότε κατέβη κατάλειμμα τοῖς ἰσχυροῖς· λαὸς Κυρίου κατέβη αὐτῷ ἐν τοῖς κραταιοῖς ἐξ ἐμοῦ.
13آنگاه جماعت قلیل بر بزرگان قوم تسلطیافتند. و خداوند مرا بر جباران مسلط ساخت.
14Ἐφραῒμ ἐξεῤῥίζωσεν αὐτοὺς ἐν τῷ Ἀμαλὴκ, ὀπίσω σου Βενιαμὶν ἐν τοῖς λαοῖς σου· ἐν ἐμοὶ Μαχὶρ κατέβησαν ἐξερευνῶντες· καὶ ἀπὸ Ζαβουλὼν ἕλκοντες ἐν ῥάβδῳ διηγήσεως γραμματέως.
14از افرایم آمدند، آنانی که مقر ایشان در عمالیق است. در عقب تو بنیامین با قومهای تو، و از ماکیرداوران آمدند. و از زبولون آنانی که عصای صف آرا را به‌دست می‌گیرند.
15Καὶ ἀρχηγοι ἐν Ἰσσάχαρ μετὰ Δεββώρας καὶ Βαράκ· οὕτω Βαρὰκ ἐν κοιλάσιν ἀπέστειλεν ἐν ποσὶν αὐτοῦ, εἰς τὰς μερίδας Ῥουβὴν, μεγάλοι ἐξικνούμενοι καρδίαν.
15و سروران یساکار همراه دبوره بودند. چنانکه باراق بود همچنان یساکار نیز بود. در عقب او به وادی هجوم آوردند. فکرهای دل نزد شعوب روبین عظیم بود.
16Εἰς τί ἐκάθισαν ἀναμέσον τῆς διγομίας τοῦ ἀκοῦσαι συρισμοῦ ἀγελῶν εἰς διαιρέσεις Ῥουβήν; μεγάλοι ἐξετασμοὶ καρδίας.
16چرا در میان آغلها نشستی. آیا تا نی گله‌ها رابشنوی؟ مباحثات دل، نزد شعوب روبین عظیم بود.
17Γαλαάδ ἐν τῷ πέραν τοῦ Ἰορδάνου οὗ ἐσκήνωσε· καὶ Δὰν εἰς τί παροικεῖ πλοίοις; Ἀσὴρ ἐκάθισε παραλίαν θαλασσῶν, καὶ ἐπὶ διεξόδοις αὐτοῦ σκηνώσει.
17جلعاد به آن طرف اردن ساکن ماند. و دان چرانزد کشتیها درنگ نمود. اشیر به کناره دریانشست. و نزد خلیجهای خود ساکن ماند.
18Ζαβουλὼν λαὸς ὠνείδισε ψυχὴν αὐτοῦ εἰς θάνατον, καὶ Νεφθαλὶ ἐπὶ ὕψη ἀγροῦ
18و زبولون قومی بودند که جان خود را به خطرموت تسلیم نمودند. و نفتالی نیز در بلندیهای میدان.
19ἦλθον αὐτῶν. Βασιλεῖς παρετάξαντο, τότε ἐπολέμησαν βασιλεῖς Χαναὰν ἐν Θαναὰχ ἐπὶ ὕδατι Μαγεδδὼ, δῶρον ἀργυρίου οὐκ ἔλαβον.
19پادشاهان آمده، جنگ کردند. آنگاه پادشاهان کنعان مقاتله نمودند. در تعنک نزد آبهای مجدو. و هیچ منفعت نقره نبردند.
20Ἐξ οὐρανοῦ παρετάξαντο οἱ ἀστέρες, ἐκ τρίβων αὐτῶν παρετάξαντο μετὰ Σισάρα.
20از آسمان جنگ کردند. ستارگان از منازل خودبا سیسرا جنگ کردند.
21Χειμάῤῥους Κισῶν ἐξέσυρεν αὐτοὺς, χειμάῤῥους ἀρχαίων, χειμάῤῥους Κισῶν· καταπατήσει αὐτὸν ψυχή μου δυνατή.
21نهر قیشون ایشان را در ربود. آن نهر قدیم یعنی نهر قیشون. ای جان من قوت را پایمال نمودی.
22Ὅτε ἐνεποδίσθησαν πτέρναι ἵππου, σπουδῇ ἔσπευσαν ἰσχυροὶ αὐτοῦ
22آنگاه اسبان، زمین را پازدن گرفتند. به‌سبب تاختن یعنی تاختن زورآوران ایشان.
23καταρᾶσθαι Μηρὼζ, εἶπεν ἄγγελος Κυρίου, καταρᾶσθε· ἐπικατάρατος πᾶς ὁ κατοικῶν αὐτὴν, ὅτι οὐκ ἤλθοσαν εἰς βοήθειαν Κυρίου, εἰς βοήθειαν ἐν δυνατοῖς.
23فرشته خداوند می‌گوید میروز را لعنت کنید، ساکنانش را به سختی لعنت کنید، زیرا که به امدادخداوند نیامدند تا خداوند را در میان جباران اعانت نمایند.
24Εὐλογηθείη ἐν γυναιξὶν Ἰαὴλ γυνὴ Χαβὲρ τοῦ Κιναίου, ἀπὸ γυναικῶν ἐν σκηναῖς εὐλογηθείη.
24یاعیل، زن حابرقینی، از سایر زنان مبارک باد! از زنان چادرنشین مبارک باد!
25Ὕδωρ ᾔτησε, γάλα ἔδωκεν ἐν λεκάνῃ· ὑπερεχόντων προσήνεγκε βούτυρον.
25او آب خواست و شیر به وی داد، و سرشیر رادر ظرف ملوکانه پیش آورد.
26Χεῖρα αὐτῆς ἀριστερὰν εἰς πάσσαλον ἐξέτεινε, καὶ δεξιὰν αὐτῆς εἰς σφύραν κοπίωντων, καὶ ἐσφυροκόπησε Σισάρα, διήλωσε κεφαλὴν αὐτοῦ καὶ ἐπάταξε, διήλωσε κρόταφον αὐτοῦ.
26دست خود را به میخ دراز کرد، و دست راست خود را به چکش عمله. و به چکش سیسرا را زده، سرش را سفت. و شقیقه او را شکافت و فرودوخت.
27Ἀναμέσον τῶν ποδῶν αὐτῆς κατεκυλίσθη· ἔπεσε καὶ ἐκοιμήθη ἀναμέσον τῶν ποδῶν αὐτῆς, κατακλιθεὶς ἔπεσε· καθὼς κατεκλίθη ἐκεῖ ἔπεσεν ἐξοδευθείς.
27نزد پایهایش خم شده، افتاد و دراز شد. نزدپایهایش خم شده، افتاد. جایی که خم شد درآنجا کشته افتاد.
28Διὰ τῆς θυρίδος παρέκυψε μήτηρ Σισάρα ἐκτὸς τοῦ τοξικοῦ, διότι ᾐσχύνθη ἅρμα αὐτοῦ; διότι ἐχρόνισαν πόδες ἁρμάτων αὐτοῦ;
28از دریچه نگریست و نعره زد، مادر سیسرا از شبکه (نعره زد): چرا ارابه‌اش در‌آمدن تاخیرمی کند؟ و چرا چرخهای ارابه هایش توقف می‌نماید؟
29Αἱ σοφαὶ ἄρχουσαι αὐτῆς ἀπεκρίθησαν πρὸς αὐτὴν, καὶ αὐτὴ ἀπέστρεψε λόγους αὐτῆς ἑαυτῇ,
29خاتونهای دانشمندش در جواب وی گفتند. لیکن او سخنان خود را به خود تکرار کرد.
30οὐχ εὑρήσουσιν αὐτὸν διαμερίζοντα σκῦλα; οἰκτίρμων οἰκτειρήσει εἰς κεφαλὴν ἀνδρός· σκῦλα βαμμάτων τῷ Σισάρᾳ, σκῦλα βαμμάτων ποικιλίας, βάμματα ποικιλτῶν αὐτὰ τῷ τραχήλῳ αὐτοῦ σκῦλα.
30آیا غنیمت را نیافته، و تقسیم نمی کنند؟ یک دختر دو دختر برای هر مرد. و برای سیسراغنیمت رختهای رنگارنگ، غنیمت رختهای رنگارنگ قلابدوزی، رخت رنگارنگ قلابدوزی دورو. بر گردنهای اسیران.
31Οὕτως ἀπόλοιντο πάντες οἱ ἐχθροί σου, Κύριε· καὶ οἱ ἀγαπῶντες αὐτὸν, ὡς ἔξοδος ἡλίου ἐν δυνάμει αὐτοῦ. Καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη.
31همچنین‌ای خداوند جمیع دشمنانت هلاک شوند. و اما محبان او مثل آفتاب باشند، وقتی که در قوتش طلوع می‌کند.» و زمین چهل سال آرامی یافت.

Tip: use the ← and → keys to turn chapters.