ΚΡΙΤΑΙ
Chapter 13
Septuagint (Brenton Gree…
vs Old Persian Versio…
Aa
Text size
Line width
Verse numbers

ΚΡΙΤΑΙ 13

Septuagint (Brenton Greek text, with Apocrypha)
Old Persian Version (ترجمه قدیم)
1Καὶ προσέθηκαν ἔτι οἱ υἱοὶ Ἰσραὴλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου· καὶ παρέδωκεν αὐτοὺς Κύριος ἐν χειρὶ Φυλιστιῒμ τεσσαράκοντα ἔτη.
1و بنی‌اسرائیل بار دیگر در نظر خداوندشرارت ورزیدند، و خداوند ایشان را به‌دست فلسطینیان چهل سال تسلیم کرد.
2Καὶ ἦν ἀνὴρ εἷς ἀπὸ Σαραὰ ἀπὸ δήμου συγγενείας τοῦ Δανὶ, καὶ ὄνομα αὐτῷ Μανωὲ, καὶ γυνὴ αὐτοῦ στεῖρα καὶ οὐκ ἔτεκε.
2و شخصی از صرعه از قبیله دان، مانوح نام بود، و زنش نازاد بوده، نمی زایید.
3Καὶ ὤφθη ἄγγελος Κυρίου πρὸς τὴν γυναῖκα, καὶ εἶπε πρὸς αὐτὴν, ἰδοὺ σὺ στεῖρα καὶ οὐ τέτοκας, καὶ συλλήψῃ υἱόν.
3و فرشته خداوند به آن زن ظاهر شده، او را گفت: «اینک توحال نازاد هستی و نزاییده‌ای لیکن حامله شده، پسری خواهی زایید.
4Καὶ νῦν φύλαξαι δὴ, καὶ μὴ πίῃς οἶνον καὶ μέθυσμα, καὶ μὴ φάγῃς πᾶν ἀκάθαρτον,
4و الان باحذر باش و هیچ شراب و مسکری منوش و هیچ‌چیز نجس مخور.
5ὅτι ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξῃ υἱόν· καὶ σίδηρος ἐπὶ τὴν κεφαλὴν αὐτοῦ οὐκ ἀναβήσεται, ὅτι Ναζὶρ Θεοῦ ἔσται τὸ παιδάριον ἀπὸ τῆς κοιλίας· καὶ αὐτὸς ᾄρξεται σῶσαι τὸν Ἰσραὴλ ἐκ χειρὸς Φυλιστιΐμ.
5زیرا یقین حامله شده، پسری خواهی زایید، واستره بر سرش نخواهد آمد، زیرا آن ولد از رحم مادر خود برای خدا نذیره خواهد بود، و او به رهانیدن اسرائیل از دست فلسطینیان شروع خواهد کرد.»
6Καὶ εἰσῆλθεν ἡ γυνὴ, καὶ εἶπε τῷ ἀνδρὶ αὐτῆς, λέγουσα, ἄνθρωπος Θεοῦ ἦλθε πρὸς μὲ, καὶ εἶδος αὐτοῦ ὡς εἶδος ἀγγέλου Θεοῦ, φοβερὸν σφόδρα· καὶ οὐκ ἠρώτησα αὐτὸν πόθεν ἐστὶ, καὶ τὸ ὄνομα αὐτοῦ οὐκ ἀπήγγειλέ μοι.
6پس آن زن آمده، شوهر خود را خطاب کرده، گفت: «مرد خدایی نزد من آمد، و منظر اومثل منظر فرشته خدا بسیار مهیب بود. و نپرسیدم که از کجاست و از اسم خود مرا خبر نداد.
7Καὶ εἶπέ μοι, ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξῃ υἱόν· καὶ νῦν μὴ πίῃς οἶνον καὶ μέθυσμα, καὶ μὴ φάγῃς πᾶν ἀκάθαρτον, ὅτι Θεοῦ ἅγιον ἔσται τὸ παιδάριον ἀπὸ γαστρὸς ἕως ἡμέρας θανάτου αὐτοῦ.
7و به من گفت اینک حامله شده، پسری خواهی زایید، و الان هیچ شراب و مسکری منوش، و هیچ‌چیزنجس مخور زیرا که آن ولد از رحم مادر تا روزوفاتش برای خدا نذیره خواهد بود.»
8Καὶ προσηύξατο Μανωὲ πρὸς Κύριον, καὶ εἶπεν, ἐν ἐμοὶ Κύριε ἀδωναϊὲ τὸν ἄνθρωπον τοῦ Θεοῦ ὃν ἀπέστειλας· ἐλθέτω δὴ ἔτι πρὸς ἡμᾶς, καὶ συμβιβασάτω ἡμᾶς τί ποιήσωμεν τῷ παιδίῳ τῷ τικτομένῳ.
8و مانوح از خداوند استدعا نموده، گفت: «آه‌ای خداوند تمنا اینکه آن مرد خدا که فرستادی بار دیگر نزد ما بیاید و ما را تعلیم دهد که با ولدی که مولود خواهد شد، چگونه رفتار نماییم.»
9Καὶ εἰσήκουσεν ὁ Θεὸς τῆς φωνῆς Μανωὲ, καὶ ἦλθεν ὁ ἄγγελος τοῦ Θεοῦ ἔτι πρὸς τὴν γυναῖκα· καὶ αὕτη ἐκάθητο ἐν ἀγρῷ, καὶ Μανωὲ ὁ ἀνὴρ αὐτῆς οὐκ ἦν μετʼ αὐτῆς.
9و خدا آواز مانوح را شنید و فرشته خدا باردیگر نزد آن زن آمد و او در صحرا نشسته بود، اماشوهرش مانوح نزد وی نبود.
10Καὶ ἐτάχυνεν ἡ γυνὴ καὶ ἔδραμε καὶ ἀνήγγειλε τῷ ἀνδρὶ αὐτῆς, καὶ εἶπε πρὸς αὐτὸν, ἰδοὺ ὦπται πρὸς μὲ ὁ ἀνὴρ ὃς ἦλθεν ἐν ἡμέρᾳ πρὸς μέ.
10و آن زن به زودی دویده، شوهر خود را خبر داده، به وی گفت: «اینک آن مرد که در آن روز نزد من آمد، باردیگر ظاهر شده است.»
11Καὶ ἀνέστη καὶ ἐπορεύθη Μανωὲ ὀπίσω τῆς γυναικὸς αὐτοῦ, καὶ ἦλθε πρὸς τὸν ἄνδρα, καὶ εἶπεν αὐτῷ, εἰ σὺ εἶ ὁ ἀνὴρ, ὁ λαλήσας πρὸς τὴν γυναῖκα; καὶ εἶπεν ὁ ἄγγελος, ἐγώ.
11و مانوح برخاسته، در عقب زن خود روانه شد، و نزد آن شخص آمده، وی را گفت: «آیا توآن مرد هستی که با این زن سخن گفتی؟» او گفت: «من هستم.»
12Καὶ εἶπε Μανωὲ, νῦν ἐλεύσεται ὁ λόγος· τίς ἔσται κρίσις τοῦ παιδίου καὶ τὰ ποιήματα αὐτοῦ;
12مانوح گفت: «کلام تو واقع بشوداما حکم آن ولد و معامله با وی چه خواهد بود؟»
13Καὶ εἶπεν ὁ ἄγγελος Κυρίου πρὸς Μανωὲ, ἀπὸ πάντων ὧν εἴρηκα πρὸς τὴν γυναῖκα, φυλάξεται·
13و فرشته خداوند به مانوح گفت: «از هر‌آنچه به زن گفتم اجتناب نماید.
14Ἀπὸ παντὸς ὃ ἐκπορεύεται ἐξ ἀμπέλου τοῦ οἴνου, οὐ φάγεται, καὶ οἶνον καὶ μέθυσμα μὴ πιέτω, καὶ πᾶν ἀκάθαρτον μὴ φαγέτω· πάντα ὅσα ἐνετειλάμην αὐτῇ, φυλάξεται.
14از هر حاصل مو زنهارنخورد و هیچ شراب و مسکری ننوشد، و هیچ‌چیز نجس نخورد و هر‌آنچه به او امر فرمودم، نگاهدارد.»
15Καὶ εἶπε Μανωὲ πρὸς τὸν ἄγγελον Κυρίου, κατάσχωμεν ὧδέ σε, καὶ ποιήσωμεν ἐνώπιόν σου ἔριφον αἰγῶν.
15و مانوح به فرشته خداوند گفت: «تو راتعویق بیندازیم و برایت گوساله‌ای تهیه بینیم.»
16Καὶ εἶπεν ὁ ἄγγελος Κυρίου πρὸς Μανωὲ, ἐὰν κατάσχῃς, οὐ φάγομαι ἀπὸ τῶν ἄρτων σου· καὶ ἐὰν ποιήσῃς ὁλοκαύτωμα, τῷ Κυρίῳ ἀνοίσεις αὐτό· ὅτι οὐκ ἔγνω Μανωὲ, ὅτι ἄγγελος Κυρίου αὐτός.
16فرشته خداوند به مانوح گفت: «اگر‌چه مراتعویق اندازی، از نان تو نخواهم خورد، و اگرقربانی سوختنی بگذرانی آن را برای یهوه بگذران.» زیرا مانوح نمی دانست که فرشته خداوند است.
17Καὶ εἶπε Μανωὲ πρὸς τὸν ἄγγελον Κυρίου, τί τὸ ὄνομά σοι, ὅτι ἔλθοι τὸ ῥῆμά σου, καὶ δοξάσομέν σε;
17و مانوح به فرشته خداوند گفت: «نام تو چیست تا چون کلام تو واقع شود، تو رااکرام نماییم.»
18Καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος Κυρίου, εἰς τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου; καὶ αὐτό ἐστι θαυμαστόν.
18فرشته خداوند وی را گفت: «چرا درباره اسم من سوال می‌کنی چونکه آن عجیب است.»
19Καὶ ἔλαβε Μανωὲ τὸν ἔριφον τῶν αἰγῶν καὶ τὴν θυσίαν, καὶ ἀνήνεγκεν ἐπὶ τὴν πέτραν τῷ Κυρίῳ· καὶ διεχώρισε ποιῆσαι, καὶ Μανωὲ καὶ ἡ γυνὴ αὐτοῦ βλέποντες.
19پس مانوح گوساله و هدیه آردی را گرفته، بر آن سنگ برای خداوند گذرانید، و فرشته کاری عجیب کرد و مانوح و زنش می‌دیدند.
20Καὶ ἐγένετο ἐν τῷ ἀναβῆναι τὴν φλόγα ἐπάνω τοῦ θυσιαστηρίου ἕως τοῦ οὐρανοῦ, καὶ ἀνέβη ὁ ἄγγελος Κυρίου ἐν τῇ φλογί. καὶ Μανωὲ καὶ ἡ γυνὴ αὐτοῦ βλέποντες, καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν ἐπὶ τὴν γῆν.
20زیراواقع شد که چون شعله آتش از مذبح به سوی آسمان بالا می‌رفت، فرشته خداوند در شعله مذبح صعود نمود، و مانوح و زنش چون دیدند، رو به زمین افتادند.
21Καὶ οὐ προσέθηκεν ἔτι ὁ ἄγγελος Κυρίου ὀφθῆναι πρὸς Μανωὲ καὶ πρὸς τὴν γυναῖκα αὐτοῦ· τότε ἔγνω Μανωὲ, ὅτι ἄγγελος Κυρίου οὗτος.
21و فرشته خداوند بر مانوح وزنش دیگر ظاهر نشد، پس مانوح دانست که فرشته خداوند بود.
22Καὶ εἶπε Μανωὲ πρὸς τὴν γυναῖκα αὐτοῦ, θανάτῳ ἀποθανούμεθα ὅτι Θεὸν εἴδομεν.
22و مانوح به زنش گفت: «البته خواهیم مرد، زیرا خدا را دیدیم.»
23Καὶ εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ, εἰ ἤθελεν ὁ Κύριος θανατῶσαι ἡμᾶς, οὐκ ἂν ἔλαβεν ἐκ χειρὸς ἡμῶν ὁλοκαύτωμα καὶ θυσίαν, καὶ οὐκ ἂν ἔδειξεν ἡμῖν ταῦτα πάντα, καὶ καθὼς καιρός οὐκ ἂν ἠκούτισεν ἡμᾶς ταῦτα.
23امازنش گفت: «اگر خداوند می‌خواست ما را بکشدقربانی سوختنی و هدیه آردی را از دست ما قبول نمی کرد، و همه این چیزها را به ما نشان نمی داد، ودر این وقت مثل این امور را به سمع ما نمی رسانید.»
24Καὶ ἔτεκεν ἡ γυνὴ υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Σαμψών· καὶ ἡδρύνθη τὸ παιδάριον, καὶ εὐλόγησεν αὐτὸ Κύριος.
24و آن زن پسری زاییده، او را شمشون نام نهاد، و پسر نمو کرد و خداوند او را برکت داد.
25Καὶ ἤρξατο πνεῦμα Κυρίου συνεκπορεύεσθαι αὐτῷ ἐν παρεμβολῇ Δὰν, καὶ ἀναμέσον Σαραὰ καὶ ἀναμέσον Ἐσθαόλ.
25و روح خداوند در لشکرگاه دان در میان صرعه و اشتاول به برانگیختن او شروع نمود.

Tip: use the ← and → keys to turn chapters.