ΓΕΝΕΣΙΣ
Chapter 23
Septuagint (Brenton Gree…
vs Old Persian Versio…
Aa
Text size
Line width
Verse numbers

ΓΕΝΕΣΙΣ 23

Septuagint (Brenton Greek text, with Apocrypha)
Old Persian Version (ترجمه قدیم)
1Ἐγένετο δὲ ἡ ζωὴ Σάῤῥας, ἔτη ἑκατὸν εἰκοσιεπτά.
1و ایام زندگانی ساره، صد و بیست وهفت سال بود، این است سالهای عمرساره.
2Καὶ ἀπέθανε Σάῤῥα ἐν πόλει Ἀρβὸκ, ἥ ἐστιν ἐν τῷ κοιλώματι· αὕτη ἔστι Χεβρὼν ἐν τῇ γῇ Χαναάν ἦλθε δὲ Ἁβραὰμ κόψασθαι Σάῤῥαν, καὶ πενθῆσαι.
2و ساره در قریه اربع، که حبرون باشد، درزمین کنعان مرد. و ابراهیم آمد تا برای ساره ماتم و گریه کند.
3Καὶ ἀνέστη Ἁβραὰμ ἀπὸ τοῦ νεκροῦ αὐτοῦ· καὶ εἶπεν Ἁβραὰμ τοῖς υἱοῖς τοῦ Χὲτ, λέγων,
3و ابراهیم از نزد میت خودبرخاست، و بنی حت را خطاب کرده، گفت:
4Πάροικος καὶ παρεπίδημος ἐγώ εἰμι μεθʼ ὑμῶν· δότε μοι οὖν κτῆσιν τάφου μεθʼ ὑμῶν, καὶ θάψω τὸν νεκρόν μου ἀπʼ ἐμοῦ.
4«من نزد شما غریب و نزیل هستم. قبری از نزد خود به ملکیت من دهید، تا میت خود را از پیش روی خود دفن کنم.»
5Ἀπεκρίθησαν δὲ οἱ υἱοὶ Χὲτ πρὸς Ἁβραὰμ, λέγοντες, μὴ, κύριε.
5پس بنی حت در جواب ابراهیم گفتند:
6Ἄκουσον δὲ ἡμῶν· βασιλεὺς παρὰ Θεοῦ σὺ εἶ ἐν ἡμῖν· ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου· οὐδεὶς γὰρ ἡμῶν οὐ μὴ κωλύσει τὸ μνημεῖον αὐτοῦ ἀπὸ σοῦ, τοῦ θάψαι τὸν νεκρόν σου ἐκεῖ.
6«ای مولای من، سخن ما را بشنو. تو درمیان ما رئیس خدا هستی. در بهترین مقبره های ما، میت خود را دفن کن. هیچ کدام از ما، قبرخویش را از تو دریغ نخواهد داشت که میت خودرا دفن کنی.»
7Ἀναστὰς δὲ Ἁβραὰμ προσεκύνησε τῷ λαῷ τῆς γῆς, τοῖς υἱοῖς τοῦ Χέτ.
7پس ابراهیم برخاست، و نزد اهل آن زمین، یعنی بنی حت، تعظیم نمود.
8Καὶ ἐλάλησε πρὸς αὐτοὺς Ἁβραὰμ, λέγων, εἰ ἔχετε τῇ ψυχῇ ὑμῶν, ὥστε θάψαι τὸν νεκρόν μου ἀπὸ προσώπου μου, ἀκούσατέ μου, καὶ λαλήσατε περὶ ἐμοῦ Ἐφρὼν τῷ τοῦ Σαάρ.
8و ایشان را خطاب کرده، گفت: «اگر مرضی شما باشد که میت خود را از نزد خود دفن کنم، سخن مرابشنوید و به عفرون بن صوحار، برای من سفارش کنید،
9Καὶ δότω μοι τὸ σπήλαιον τὸ διπλοῦν, ὅ ἐστιν αὐτῷ, τὸ ὂν ἐν μέρει τοῦ ἀγροῦ αὐτοῦ· ἀργυρίου τοῦ ἀξίου δότε μοι αὐτὸ ἐν ὑμῖν εἰς κτῆσιν μνημείου.
9تا مغاره مکفیله را که از املاک او در کنارزمینش واقع است، به من دهد، به قیمت تمام، درمیان شما برای قبر، به ملکیت من بسپارد.»
10Ἐφρὼν δὲ ἐκάθητο ἐν μέσῳ τῶν υἱῶν Χέτ· ἀποκριθεὶς δὲ Ἐφρὼν ὁ Χετταῖος πρὸς Ἁβραὰμ εἶπεν, ἀκουόντων τῶν υἱῶν Χὲτ, καὶ τῶν εἰσπορευομένων εἰς τὴν πόλιν πάντων, λέγων,
10و عفرون در میان بنی حت نشسته بود. پس عفرون حتی، در مسامع بنی حت، یعنی همه که به دروازه شهر او داخل می‌شدند، در جواب ابراهیم گفت:
11Παρʼ ἐμοὶ γενοῦ, κύριε, καὶ ἄκουσόν μου· τὸν ἀγρὸν, καὶ τὸ σπήλαιον τὸ ἐν αὐτῷ, σοὶ δίδωμι· ἐναντίον πάντων τῶν πολιτῶν μου δέδωκά σοι· θάψον τὸν νεκρόν σου.
11«ای مولای من، نی، سخن مرا بشنو، آن زمین را به تو می‌بخشم، و مغاره‌ای را که در آن است به تو می‌دهم، بحضور ابنای قوم خود، آن رابه تو می‌بخشم. میت خود را دفن کن.»
12Καὶ προσεκύνησεν Ἁβραὰμ ἐναντίον τοῦ λαοῦ τῆς γῆς.
12پس ابراهیم نزد اهل آن زمین تعظیم نمود،
13Καὶ εἶπε τῷ Ἐφρὼν εἰς τὰ ὦτα ἐναντίον τοῦ λαοῦ τῆς γῆς, ἐπειδὴ πρὸς ἐμοῦ εἶ, ἄκουσόν μου· τὸ ἀργύριον τοῦ ἀγροῦ λάβε παρʼ ἐμοῦ, καὶ θάψω τὸν νεκρόν μου ἐκεῖ.
13و عفرون را به مسامع اهل زمین خطاب کرده، گفت: «اگر تو راضی هستی، التماس دارم عرض مرا اجابت کنی. قیمت زمین را به تو می‌دهم، از من قبول فرمای، تا در آنجا میت خود را دفن کنم.»
14Ἀπεκρίθη δὲ Ἐφρὼν τῷ Ἁβραὰμ, λέγων,
14عفرون در جواب ابراهیم گفت:
15Οὐχὶ, κύριε· ἀκήκοα γὰρ, γῆ τετρακοσίων διδράχμων ἀργύριου· ἀλλὰ τί ἂν εἴη τοῦτο ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ; σὺ δὲ τὸν νεκρόν σου θάψον.
15«ای مولای من، از من بشنو، قیمت زمین چهارصد مثقال نقره است، این در میان من و تو چیست؟ میت خود رادفن کن.»
16καὶ ἤκουσεν Ἁβραὰμ τοῦ Ἐφρών· καὶ ἀπεκατέστησεν Ἁβραὰμ τῷ Ἐφρὼν τὸ ἀργύριον, ὃ ἐλάλησεν εἰς τὰ ὦτα τῶν υἱῶν Χὲτ, τετρακόσια δίδραχμα ἀργυρίου δοκίμου ἐμπόροις.
16پس ابراهیم، سخن عفرون را اجابت نمود، و آن مبلغی را که در مسامع بنی حت گفته بود، یعنی چهارصد مثقال نقره رایج المعامله، به نزدعفرون وزن کرد.
17Καὶ ἔστη ὁ ἀγρὸς Ἐφρών, ὃς ἦν ἐν τῷ διπλῷ σπηλαίῳ, ὅς ἐστι κατὰ πρόσωπον Μαμβρῆ, ὁ ἀγρὸς καὶ τὸ σπήλαιον, ὃ ἦν ἐν αὐτῷ, καὶ πᾶν δένδρον, ὃ ἦν ἐν τῷ ἀγρῷ, καὶ πᾶν ὅ ἐστιν ἐν τοῖς ὁρίοις αὐτοῦ κύκλῳ,
17پس زمین عفرون، که درمکفیله، برابر ممری واقع است، یعنی زمین ومغاره‌ای که در آن است، با همه درختانی که در آن زمین، و در تمامی حدود و حوالی آن بود، مقررشد
18τῷ Ἁβραὰμ, εἰς κτῆσιν ἐναντίον τῶν υἱῶν Χὲτ, καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν.
18به ملکیت ابراهیم، بحضور بنی حت، یعنی همه که به دروازه شهرش داخل می‌شدند.
19Μετὰ ταῦτα ἔθαψεν Ἁβραὰμ Σάῤῥαν τὴν γυναῖκα αὐτοῦ ἐν τῷ σπηλαίῳ τοῦ ἀγροῦ τῷ διπλῷ, ὅ ἐστιν ἀπέναντι Μαμβρῆ· αὕτη ἐστὶ Χεβρὼν ἐν τῇ γῇ Χαναάν.
19ازآن پس، ابراهیم، زوجه خود، ساره را در مغاره صحرای مکفیله، در مقابل ممری، که حبرون باشد، در زمین کنعان دفن کرد.
20Καὶ ἐκυρώθη ὁ ἀγρὸς καὶ τὸ σπήλαιον ὃ ἦν ἐν αὐτῷ τῷ Ἁβραὰμ εἰς κτῆσιν τάφου, παρὰ τῶν υἱῶν Χέτ.
20و آن صحرا، بامغاره‌ای که در آن است، از جانب بنی حت، به ملکیت ابراهیم، به جهت قبر مقرر شد.

Tip: use the ← and → keys to turn chapters.