ΙΕΖΕΚΙΗΛ 9
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Old Persian Version (ترجمه قدیم)
1Καὶ ἀνέκραγεν εἰς τὰ ὦτά μου φωνῇ μεγάλῃ, λέγων, ἤγγικεν ἡ ἐκδίκησις τῆς πόλεως· καὶ ἕκαστος εἶχε τὰ σκεύη τῆς ἐξολοθρεύσεως ἐν χειρὶ αὐτοῦ.
1و او به آواز بلند به گوش من ندا کرده، گفت: «وکلای شهر را نزدیک بیاور و هرکس آلت خراب کننده خود را در دست خود بدارد.»
2Καὶ ἰδοὺ ἓξ ἄνδρες ἤρχοντο ἀπὸ τῆς ὁδοῦ τῆς πύλης τῆς ὑψηλῆς τῆς βλεπούσης πρὸς Βοῤῥᾶν, καὶ ἑκάστου πέλυξ ἐν τῇ χειρὶ αὐτοῦ· καὶ εἷς ἀνὴρ ἐν μέσῳ αὐτῶν ἐνδεδυκὼς ποδήρη, καὶ ζώνη σαπφείρου ἐπὶ τῆς ὀσφύος αὐτοῦ, καὶ εἰσήλθοσαν καὶ ἔστησαν ἐχόμενοι τοῦ θυσιαστηρίου τοῦ χαλκοῦ.
2و اینک شش مرد از راه دروازه بالایی که بطرف شمال متوجه است آمدند و هرکس تبرخود را در دستش داشت. و در میان ایشان یک مرد ملبس شده به کتان بود و دوات کاتب درکمرش. و ایشان داخل شده، نزد مذبح برنجین ایستادند.
3Καὶ δόξα Θεοῦ τοῦ Ἰσραὴλ ἀνέβη ἀπὸ τῶν χερουβὶμ, ἡ οὖσα ἐπʼ αὐτῶν, εἰς τὸ αἴθριον τοῦ οἴκου·
3و جلال خدای اسرائیل از روی آن کروبی که بالای آن بود به آستانه خانه برآمد و به آن مردی که به کتان ملبس بود و دوات کاتب را درکمر داشت خطاب کرد.
4Καὶ ἐκάλεσε τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὸν ποδήρη, ὃς εἶχεν ἐπὶ τῆς ὀσφύος αὐτοῦ τὴν ζώνην, καὶ εἶπε πρὸς αὐτὸν, δίελθε μέσην Ἱερουσαλὴμ, καὶ δὸς σημεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόντων καὶ τῶν κατοδυνωμένων ἐπὶ πάσαις ταῖς ἀνομίαις ταῖς γινομέναις ἐν μέσῳ αὐτῶν.
4و خداوند به او گفت: «از میان شهر یعنی از میان اورشلیم بگذر و برپیشانی کسانی که بهسبب همه رجاساتی که در آن کرده میشود آه و ناله میکنند نشانی بگذار.
5Καὶ τούτοις εἶπεν ἀκούοντός μου, πορεύεσθε ὀπίσω αὐτοῦ εἰς τὴν πόλιν, καὶ κόπτετε, καὶ μὴ φείδεσθε τοῖς ὀφθαλμοῖς ὑμῶν, καὶ μὴ ἐλεήσητε.
5و به آنان به سمع من گفت که در عقب او از شهربگذرید و هلاک سازید و چشمان شما شفقت نکند و ترحم منمایید.
6Πρεσβύτερον καὶ νεανίσκον καὶ παρθένον καὶ νήπια καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν· ἐπὶ δὲ πάντας ἐφʼ οὕς ἐστι τὸ σημεῖον, μὴ ἐγγίσητε· ἀπὸ τῶν ἁγίων μου ἄρξασθε. Καὶ ἤρξαντο ἀπὸ τῶν ἀνδρῶν τῶν πρεσβυτέρων οἳ ἦσαν ἔσω ἐν τῷ οἴκῳ.
6پیران و جوانان و دختران و اطفال و زنان را تمام به قتل رسانید، اما به هرکسیکه این نشان را دارد نزدیک مشوید و ازقدس من شروع کنید.» پس از مردان پیری که پیش خانه بودند شروع کردند.
7Καὶ εἶπε πρὸς αὐτούς, μιάνατε τὸν οἶκον, καὶ πλήσατε τὰς ὁδοὺς νεκρῶν ἐκπορευόμενοι, καὶ κόπτετε.
7و به ایشان فرمود: «خانه را نجس سازید وصحنها را از کشتگان پر ساخته، بیرون آیید.» پس بیرون آمدند و در شهر به کشتن شروع کردند.
8Καὶ ἐγένετο ἐν τῷ κόπτειν αὐτοὺς, καὶ πίπτω ἐπὶ πρόσωπόν μου, καὶ ἀνεβόησα, καὶ εἶπα, οἴμοι Κύριε, ἐξαλείφεις σὺ τοὺς καταλοίπους τοῦ Ἰσραὴλ, ἐν τῷ ἐκχέαι σε τὸν θυμόν σου ἐπὶ Ἱερουσαλήμ;
8وچون ایشان میکشتند و من باقیمانده بودم به روی خود درافتاده، استغاثه نمودم و گفتم: «آهای خداوند یهوه آیا چون غضب خود را براورشلیم میریزی تمامی بقیه اسرائیل را هلاک خواهی ساخت؟»
9Καὶ εἶπε πρὸς μὲ, ἀδικία τοῦ οἴκου Ἰσραὴλ καὶ Ἰούδα μεμεγάλυνται σφόδρα σφόδρα, ὅτι ἐπλήσθη ἡ γῆ λαῶν πολλῶν, καὶ ἡ πόλις ἐπλήσθη ἀδικίας καὶ ἀκαθαρσίας, ὅτι εἶπαν, ἐγκατέλιπε Κύριος τὴν γῆν, οὐκ ἐφορᾷ ὁ Κύριος.
9او مرا جواب داد: «گناه خاندان اسرائیل و یهودا بینهایت عظیم است وزمین از خون مملو و شهر از ستم پر است. زیرامی گویند: خداوند زمین را ترک کرده است وخداوند نمی بیند.
10Καὶ οὐ φείσεταί μου ὁ ὀφθαλμὸς, οὐδὲ μὴ ἐλεήσω, τὰς ὁδοὺς αὐτῶν εἰς κεφαλὰς αὐτῶν δέδωκα.
10پس چشم من نیز شفقت نخواهد کرد و من رحمت نخواهم فرمود، بلکه رفتار ایشان را بر سر ایشان خواهم آورد.»
11Καὶ ἰδοὺ ὁ ἀνὴρ ὁ ἐνδεδυκὼς τὸν ποδήρη, καὶ ἐζωσμένος τῇ ζώνῃ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀπεκρίνατο λέγων, πεποίηκα καθὼς ἐνετείλω μοι.
11واینک آن مردی که به کتان ملبس بود و دوات را درکمر داشت، جواب داد و گفت: «به نهجی که مراامر فرمودی عمل نمودم.»
Tip: use the ← and → keys to turn chapters.