ΙΕΖΕΚΙΗΛ 42
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Old Persian Version (ترجمه قدیم)
1Καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν κατὰ ἀνατολὰς, κατέναντι τῆς πύλης τῆς πρὸς Βοῤῥᾶν, καὶ εἰσήγαγέ με· καὶ ἰδοὺ ἐξέδραι πέντε, ἐχόμεναι τοῦ ἀπολοίπου, καὶ ἐχόμεναι τοῦ διορίζοντος πρὸς Βοῤῥᾶν,
1و مرا به صحن بیرونی از راه سمت شمالی بیرون برد و مرا به حجرهای که مقابل مکان منفصل و روبروی بنیان بطرف شمال بود آورد.
2ἐπὶ πήχεις ἑκατὸν μῆκος πρὸς Βοῤῥᾶν, καὶ τὸ πλάτος πεντήκοντα,
2جلو طول صد ذراعی درشمالی بود و عرضش پنجاه ذراع بود.
3διαγεγραμμέναι ὃν τρόπον αἱ πύλαι τῆς αὐλῆς τῆς ἐσωτέρας, καὶ ὃν τρόπον τὰ περίστυλα τῆς αὐλῆς τῆς ἐξωτέρας ἐστοιχισμέναι, ἀντιπρόσωποι στοαὶ τρισσαί.
3مقابل بیست ذراع که از آن صحن اندرونی بود و مقابل سنگفرشی که از صحن بیرونی بود دهلیزی روبروی دهلیزی در سه طبقه بود.
4Καὶ κατέναντι τῶν ἐξεδρῶν περίπατος πηχῶν δέκα τὸ πλάτος, ἐπὶ πήχεις ἑκατὸν τὸ μῆκος, καὶ τὰ θυρώματα αὐτῶν πρὸς Βοῤῥᾶν,
4و پیش روی حجرهها بطرف اندرون خرندی به عرض ده ذراع بود و راهی یک ذراع و درهای آنها بطرف شمال بود.
5καὶ οἱ περίπατοι οἱ ὑπερῷοι ὡσαύτως· ὅτι ἐξείχετο τὸ περίστυλον ἐξ αὐτοῦ, ἐκ τοῦ ὑποκάτωθεν περιστύλου, καὶ τὸ διάστημα· οὕτως περίστυλον καὶ διάστημα, καὶ οὕτως στοαὶ δύο.
5و حجره های فوقانی کوتاه بود زیرا که دهلیزها از آنها میگرفتند بیشتر از آنچه آنها ازحجره های تحتانی و وسطی بنیان میگرفتند.
6Διότι τριπλαῖ ἦσαν, καὶ στύλους οὐκ εἶχον καθὼς οἱ στύλοι τῶν ἐξωτέρων· διατοῦτο ἐξείχοντο τῶν ὑποκάτωθεν καὶ τῶν μέσων ἀπὸ τῆς γῆς.
6چونکه سه طبقه بود و ستونها مثل ستونهای صحنها نداشت و از این سبب، طبقه فوقانی ازطبقات تحتانی و وسطی از زمین تنگتر میشد.
7Καὶ φῶς ἔξωθεν, ὃν τρόπον αἱ ἐξέδραι τῆς αὐλῆς τῆς ἐξωτέρας, αἱ βλέπουσαι ἀπέναντι τῶν ἐξεδρῶν τῶν πρὸς Βοῤῥᾶν, μῆκος πηχῶν πεντήκοντα.
7وطول دیواری که بطرف بیرون مقابل حجره هابسوی صحن بیرونی روبروی حجرهها بود پنجاه ذراع بود.
8Ὅτι τὸ μῆκος τῶν ἐξεδρῶν τῶν βλεπουσῶν εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, ἦν πηχῶν πεντήκοντα, καὶ αὗταί εἰσιν αἱ ἀντιπρόσωποι ταύταις· τὸ πᾶν πηχῶν ἑκατόν.
8زیرا طول حجره هایی که در صحن بیرونی بود پنجاه ذراع بود و اینک جلو هیکل صدذراع بود.
9Καὶ αἱ θύραι τῶν ἐξεδρῶν τούτων τῆς εἰσόδου τῆς πρὸς ἀνατολὰς, τοῦ εἰσπορεύεσθαι διʼ αὐτῶν ἐκ τῆς αὐλῆς τῆς ἐξωτέρας,
9و زیر این حجرهها از طرف شرقی مدخلی بود که از آن به آنها از صحن بیرونی داخل میشدند.
10κατὰ τὸ φῶς τοῦ ἐν ἀρχῇ περιπάτου, καὶ τὰ πρὸς Νότον κατὰ πρόσωπον τοῦ Νότου κατὰ πρόσωπον τοῦ ἀπολοίπου, καὶ κατὰ πρόσωπον τοῦ διορίζοντος, καὶ αἱ ἐξέδραι.
10و در حجم دیوار صحن که بطرف مشرق بود پیش روی مکان منفصل و مقابل بنیان حجرهها بود.
11Καὶ ὁ περίπατος κατὰ πρόσωπον αὐτῶν, κατὰ τὰ μέτρα ἐξεδρῶν τῶν πρὸς Βοῤῥᾶν, καὶ κατὰ τὸ μῆκος αὐτῶν, καὶ κατὰ τὸ εὖρος αὐτῶν, καὶ κατὰ πάσας τὰς ἐξόδους αὐτῶν, καὶ κατὰ πάσας τὰς ἐπιστροφὰς αὐτῶν, καὶ κατὰ τὰ φῶτα αὐτῶν, καὶ κατὰ τὰ θυρώματα αὐτῶν,
11و راه مقابل آنها مثل نمایش راه حجره های سمت شمال بود، عرض آنها مطابق طول آنها بود و تمامی مخرج های اینها مثل رسم آنها و درهای آنها.
12τῶν ἐξεδρῶν τῶν πρὸς Νότον, καὶ κατὰ τὰ θυρώματα ἀπʼ ἀρχῆς τοῦ περιπάτου, ὡς ἐπὶ φῶς διαστμήατος καλάμου, καὶ κατὰ ἀνατολὰς τοῦ εἰσπορεύεσθαι διʼ αὐτῶν.
12و مثل درهای حجره های سمت جنوب دری بر سر راه بود یعنی بر راهی که راست پیش روی دیوار مشرقی بود جایی که به آنها داخل میشدند.
13Καὶ εἶπε πρὸς μὲ, αἱ ἐξέδραι αἱ πρὸς Βοῤῥᾶν, καὶ αἱ ἐξέδραι αἱ πρὸς Νότον, οὖσαι κατὰ πρόσωπον τῶν διαστημάτων, αὗταί εἰσιν αἱ ἐξέδραι τοῦ ἁγίου, ἐν αἷς φάγονται ἐκεῖ οἱ ἱερεῖς υἱοὶ Σαδδοὺκ, οἱ ἐγγίζοντες πρὸς Κύριον, τὰ ἅγια τῶν ἁγίων, καὶ ἐκεῖ θήσουσι τὰ ἅγια τῶν ἁγίων, καὶ τὴν θυσίαν, καὶ τὰ περὶ ἁμαρτίας, καὶ τὰ περὶ ἀγνοίας, διότι ὁ τόπος ἅγιος.
13و مرا گفت: «حجره های شمالی وحجره های جنوبی که پیش روی مکان منفصل است، حجره های مقدس میباشد که کاهنانی که به خداوند نزدیک میآیند قدس اقداس را درآنها میخورند و قدس اقداس و هدایای آردی وقربانی های گناه و قربانی های جرم را در آنهامی گذارند زیرا که این مکان مقدس است.
14Οὐκ εἰσελεύσονται ἐκεῖ πάρεξ τῶν ἱερέων, οὐκ ἐξελεύσονται ἐκ τοῦ ἁγίου εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, ὅπως διαπαντὸς ἅγιοι ὦσιν οἱ προσάγοντες, καὶ μὴ ἅπτωνται τοῦ στολισμοῦ αὐτῶν, ἐν οἷς λειτουργοῦσιν ἐν αὐτοῖς, διότι ἅγιά ἐστι· καὶ ἐνδύσονται ἱμάτια ἕτερα, ὅταν ἅπτωνται τοῦ λαοῦ.
14وچون کاهنان داخل آنها میشوند دیگر از قدس به صحن بیرونی بیرون نمی آیند بلکه لباسهای خودرا که در آنها خدمت میکنند در آنها میگذارندزیرا که آنها مقدس میباشد و لباس دیگرپوشیده، به آنچه به قوم تعلق دارد نزدیک میآیند.»
15Καὶ συνετελέσθη ἡ διαμέτρησις τοῦ οἴκου ἔσωθεν· καὶ ἐξήγαγέ με καθʼ ὁδὸν τῆς πύλης τῆς βλεπούσης πρὸς ἀνατολὰς, καὶ διεμέτρησε τὸ ὑπόδειγμα τοῦ οἴκου κυκλόθεν ἐν διατάξει.
15و چون پیمایشهای خانه اندرونی را به اتمام رسانید، مرا بسوی دروازهای که رویش به سمت مشرق بود بیرون آورد و آن را از هر طرف پیمود.
16Καὶ ἔστη κατὰ νώτου τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολὰς, καὶ διεμέτρησε πεντακοσίους ἐν τῷ καλάμῳ τοῦ μέτρου.
16جانب شرقی آن را به نی پیمایش، پانصد نی پیمود یعنی به نی پیمایش آن را از هرطرف (پیمود).
17Καὶ ἐπέστρεψε πρὸς Βοῤῥᾶν, καὶ διεμέτρησε τὸ κατὰ πρόσωπον τοῦ Βοῤῥᾶ, πήχεις πεντακοσίους ἐν τῷ καλάμῳ τοῦ μέτρου.
17و جانب شمالی را به نی پیمایش از هر طرف پانصد نی پیمود.
18Καὶ ἐπέστρεψε πρὸς θάλασσαν, καὶ διεμέτρησε τὸ κατὰ πρόσωπον θαλάσσης, πεντακοσίους ἐν τῷ καλάμῳ τοῦ μέτρου.
18و جانب جنوبی را به نی پیمایش، پانصد نی پیمود.
19Καὶ ἐπέστρεψε πρὸς Νότον, καὶ διεμέτρησε κατέναντι τοῦ Νότου, πεντακοσίους ἐν τῷ καλάμῳ τοῦ μέτρου,
19پس به سوی جانب غربی برگشته، آن را به نی پیمایش پانصد نی پیمود.
20τὰ τέσσαρα μέρη τοῦ αὐτοῦ καλάμου· καὶ διέταξεν αὐτὸν, καὶ περίβολον αὐτῶν κύκλῳ, πεντακοσίων πρὸς ἀνατολὰς, καὶ πεντακοσίων πηχῶν εὖρος, τοῦ διαστέλλειν ἀναμέσον τῶν ἁγίων, καὶ ἀναμέσον τοῦ προτειχίσματος, τοῦ ἐν διατάξει τοῦ οἴκου.
20هرچهار جانب آن را پیمود وآن را دیواری بود که طولش پانصد و عرضش پانصد (نی ) بود تا در میان مقدس و غیرمقدس فرق گذارد.
Tip: use the ← and → keys to turn chapters.