ΙΕΖΕΚΙΗΛ 23
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Old Persian Version (ترجمه قدیم)
1Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,
1و کلام خداوند بر من نازل شده، گفت:
2υἱὲ ἀνθρώπου, δύο γυναῖκες ἦσαν θυγατέρες μητρὸς μιᾶς,
2«ای پسر انسان دو زن دختر یک مادربودند.
3καὶ ἐξεπόρνευσαν ἐν Αἰγύπτῳ ἐν τῇ νεότητι αὐτῶν, ἐκεῖ ἔπεσον οἱ μαστοὶ αὐτῶν, ἐκεῖ διεπαρθενεύθησαν.
3و ایشان در مصر زنا کرده، در جوانی خودزناکار شدند. در آنجا سینه های ایشان را مالیدند وپستانهای بکارت ایشان را افشردند.
4Καὶ τὰ ὀνόματα αὐτῶν ἦν Ὀολὰ ἡ πρεσβυτέρα, καὶ Ὀολιβὰ ἡ ἀδελφὴ αὐτῆς· καὶ ἐγένοντό μοι, καὶ ἔτεκον υἱοὺς καὶ θυγατέρας, καὶ τὰ ὀνόματα αὐτῶν, Σαμάρεια ἦν Ὀολὰ, καὶ Ἱερουσαλὴμ ἦν Ὀολιβά.
4و نامهای ایشان بزرگتر اهوله و خواهر او اهولیبه بود. وایشان از آن من بوده، پسران و دختران زاییدند. واما نامهای ایشان اهوله، سامره میباشد و اهولیبه، اورشلیم.
5Καὶ ἐξεπόρνευσεν ἡ Ὀολὰ ἀπʼ ἐμοῦ, καὶ ἐπέθετο ἐπὶ τοὺς ἐραστὰς αὐτῆς, ἐπὶ τοὺς Ἀσσυρίους τοὺς ἐγγίζοντας αὐτῇ,
5و اهوله از من رو تافته، زنا نمود و برمحبان خود یعنی بر آشوریان که مجاور او بودندعاشق گردید؛
6ἐνδεδυκότας ὑακίνθινα, ἡγουμένους καὶ στρατηγούς· νεανίσκοι καὶ ἐπίλεκτοι, πάντες ἱππεῖς ἱππαζόμενοι ἐφʼ ἵππων.
6کسانی که به آسمانجونی ملبس بودند؛ حاکمان و سرداران که همه ایشان جوانان دلپسند و فارسان اسبسوار بودند.
7Καὶ ἔδωκε τὴν πορνείαν αὐτῆς ἐπʼ αὐτούς· ἐπίλεκτοι υἱοὶ Ἀσσυρίων πάντες· καὶ ἐπὶ πάντας οὓς ἐπέθετο, ἐν πᾶσι τοῖς ἐνθυμήμασιν αὐτοῖς ἐμιαίνετο.
7و به ایشان یعنی به جمیع برگزیدگان بنی آشور فاحشگی خود را بذل نمود و خود را از جمیع بتهای آنانی که بر ایشان عاشق میبود نجس میساخت.
8Καὶ τὴν πορνείαν αὐτῆς ἐξ Αἰγύπτου οὐκ ἐγκατέλιπεν, ὅτι μετʼ αὐτῆς ἐκοιμῶντο ἐν νεότητι αὐτῆς, καὶ αὐτοὶ διεπαρθένευσαν αὐτὴν, καὶ ἐξέχεαν τὴν πορνείαν αὐτῶν ἐπʼ αὐτήν.
8وفاحشگی خود را که در مصر مینمود، ترک نکرد. زیرا که ایشان در ایام جوانیش با او همخواب میشدند و پستانهای بکارت او را افشرده، زناکاری خود را بر وی میریختند.
9Διατοῦτο παρέδωκα αὐτὴν εἰς χεῖρας τῶν ἐραστῶν αὐτῆς, εἰς χεῖρας υἱῶν Ἀσσυρίων, ἐφʼ οὓς ἐπετίθετο.
9لهذا من او رابهدست عاشقانش یعنی بهدست بنی آشور که اوبر ایشان عشق میورزید، تسلیم نمودم.
10Αὐτοὶ ἀπεκάλυψαν τὴν αἰσχύνην αὐτῆς, υἱοὺς καὶ θυγατέρας αὐτῆς ἔλαβον, καὶ αὐτὴν ἐν ῥομφαίᾳ ἀπέκτειναν· καὶ ἐγένετο λάλημα εἰς γυναῖκας, καὶ ἐποίησαν ἐκδικήσεις ἐν αὐτῇ εἰς τὰς θυγατέρας.
10که ایشان عورت او را منکشف ساخته، پسران ودخترانش را گرفتند. و او را به شمشیر کشتند که در میان زنان عبرت گردید و بر وی داوری نمودند.
11Καὶ εἶδεν ἡ ἀδελφὴ αὐτῆς Ὀολιβὰ, καὶ διέφθειρε τὴν ἐπίθεσιν αὐτῆς ὑπὲρ ἐπί θεσιν αὐτῆς, καὶ τὴν πορνείαν αὐτῆς ὑπὲρ τὴν πορνείαν τῆς τῆς ἀδελφῆς αὐτῆς.
11«و چون خواهرش اهولیبه این را دید، درعشقبازی خویش از او زیادتر فاسد گردید وبیشتر از زناکاری خواهرش زنا نمود.
12Ἐπὶ τοὺς υἱοὺς τῶν Ἀσσυρίων ἐπέθετο, ἡγουμένους καὶ στρατηγοὺς, τοὺς ἐγγὺς αὐτῆς, ἐνδεδυκότας εὐπάρυφα, ἱππεῖς ἱππαζομένους ἐφʼ ἵππων· νεανίσκοι ἐπίλεκτοι πάντες·
12و بر بنی آشور عاشق گردید که جمیع ایشان حاکمان وسرداران مجاور او بودند و ملبس به آسمانجونی و فارسان اسبسوار و جوانان دلپسند بودند.
13Καὶ ἴδον ὅτι μεμίανται ὁδὸς μία τῶν δύο.
13ودیدم که او نیز نجس گردیده و طریق هردوی ایشان یک بوده است.
14Καὶ προσέθετο πρὸς τὴν πορνείαν αὐτῆς, καὶ εἶδεν ἄνδρας ἐζωγραφημένους ἐπὶ τοῦ τοίχου, εἰκόνας Χαλδαίων ἐζωγραφημένους ἐν γραφίδι,
14پس زناکاری خود رازیاد نمود، زیرا صورتهای مردان که بر دیوارهانقش شده بود یعنی تصویرهای کلدانیان را که به شنجرف کشیده شده بود، دید.
15ἐζωσμένους ποικίλματα ἐπὶ τὰς ὀσφύας αὐτῶν, παραβαπτὰ καὶ ἐπὶ τῶν κεφαλῶν αὐτῶν, ὄψις τρισσὴ πάντων, ὁμοίωμα υἱῶν Χαλδαίων, γῆς πατρίδος αὐτοῦ·
15که کمرهای ایشان به کمربندها بسته و عمامهای رنگارنگ برسر ایشان پیچیده بود. و جمیع آنها مانند سرداران و به شبیه اهل بابل که مولد ایشان زمین کلدانیان است بودند.
16Καὶ ἐπέθετο ἐπʼ αὐτοὺς τῇ ὁράσει ὀφθαλμῶν αὐτῆς· καὶ ἐξαπέστειλεν ἀγγέλους πρὸς αὐτοὺς εἰς γῆν Χαλδαίων.
16و چون چشم او بر آنها افتاد، عاشق ایشان گردید. و رسولان نزد ایشان به زمین کلدانیان فرستاد.
17Καὶ ἤλθοσαν πρὸς αὐτὴν υἱοὶ Βαβυλῶνος, εἰς κοίτην καταλυόντων, καὶ ἐμίαινον αὐτὴν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐμιάνθη ἐν αὐτοῖς, καὶ ἀπέστη ἡ ψυχὴ αὐτῆς ἀπʼ αὐτῶν.
17و پسران بابل نزد وی در بسترعشق بازی درآمده، او را از زناکاری خود نجس ساختند. پس چون خود را از ایشان نجس یافت، طبع وی از ایشان متنفر گردید.
18Καὶ ἀπεκάλυψε τὴν πορνείαν αὐτῆς, καὶ ἀπεκάλυψεν αἰσχύνην αὐτῆς· καὶ ἀπέστη ἡ ψυχή μου ἀπʼ αὐτῆς, ὃν τρόπον ἀπέστη ἡ ψυχή μου ἀπὸ τῆς ἀδελφῆς αὐτῆς.
18و چون که زناکاری خود را آشکار کرد و عورت خود رامنکشف ساخت، جان من از او متنفر گردید، چنانکه جانم از خواهرش متنفر شده بود.
19Καὶ ἐπλήθυνας τὴν πορνείαν σου, τοῦ ἀναμνῆσαι ἡμέραν νεότητός σου, ἐν αἷς ἐπόρνευσας ἐν Αἰγύπτῳ,
19امااو ایام جوانی خود را که در آنها در زمین مصر زناکرده بود به یاد آورده، باز زناکاری خود را زیادنمود.
20καὶ ἐπέθου ἐπὶ τοὺς Χαλδαίους, ὧν ὡς ὄνων αἱ σάρκες αὐτῶν, καὶ αἰδοῖα ἵππων τὰ αἰδοῖα αὐτῶν,
20و بر معشوقه های ایشان عشق ورزید که گوشت ایشان، مثل گوشت الاغان و نطفه ایشان چون نطفه اسبان میباشد.
21καὶ ἐπεσκέψω τὴν ἀνομίαν νεότητός σου, ἃ ἐποίεις ἐν Αἰγύπτῳ ἐν τῷ καταλύματί σου, οὗ οἱ μαστοὶ νεότητός σου.
21و قباحت جوانی خود را حینی که مصریان پستانهایت را بهخاطرسینه های جوانیت افشردند به یاد آوردی.
22Διατοῦτο, Ὀολιβὰ, τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐξεγείρω τοὺς ἐραστάς σου ἐπὶ σὲ, ἀφʼ ὧν ἀπέστη ἡ ψυχή σου ἀπʼ αὐτῶν, καὶ ἐπάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν,
22«بنابراینای اهولیبه خداوند یهوه چنین میفرماید: اینک من عاشقانت را که جانت ازایشان متنفر شده است به ضد تو برانگیزانیده، ایشان را از هر طرف برتو خواهم آورد.
23υἱοὺς Βαβυλῶνος, καὶ πάντας τοὺς Χαλδαίους, Φακοὺκ, καὶ Σουὲ, καὶ Ὑχουὲ, καὶ πάντας υἱοὺς Ἀσσυρίων μετʼ αὐτῶν, νεανίσκους ἐπιλέκτους, ἡγεμόνας καὶ στρατηγοὺς, πάντας τρισσοὺς καὶ ὀνομαστὺος, ἱππεύοντας ἐφʼ ἵππων.
23یعنی پسران بابل و همه کلدانیان را از فقود و شوع وقوع. و همه پسران آشور را همراه ایشان که جمیع ایشان جوانان دلپسند و حاکمان و والیان و سرداران و نامداران هستند و تمامی ایشان اسبسوارند.
24Καὶ πάντες ἥξουσιν ἐπὶ σὲ ἀπὸ Βοῤῥᾶ, ἅρματα καὶ τροχοὶ μετʼ ὄχλου λαῶν, θυρεοὶ καὶ πέλται, καὶ βαλεῖ φυλακὴν ἐπὶ σὲ κύκλῳ·
24و با اسلحه و کالسکهها و ارابهها وگروه عظیمی بر تو خواهند آمد و با مجنها وسپرها و خودها تو را احاطه خواهند نمود. و من داوری تو را به ایشان خواهم سپرد تا تو را برحسب احکام خود داوری نمایند.
25καὶ δώσω πρὸ προσώπου αὐτῶν κρίμα, καὶ ἐκδικήσουσί σε ἐν τοῖς κρίμασιν αὐτῶν. Καὶ δώσω τὸν ζῆλόν μου ἐν σοὶ, καὶ ποιήσουσι μετὰ σου ἐν ὀργῇ θυμοῦ· μυκτῆρά σου καὶ ὦτά σου ἀφελοῦσι, καὶ τοὺς καταλοίπους σου ἐν ῥομφαίᾳ καταβαλοῦσιν· αὐτοὶ υἱούς σου καὶ θυγατέρας σου λήψονται, καὶ τοὺς καταλοίπους σου πῦρ καταφάγεται.
25و من غیرت خود را به ضد تو خواهم برانگیخت تا با تو به غضب عمل نمایند. و بینی و گوشهایت راخواهند برید و بقیه تو با شمشیر خواهند افتاد وپسران و دخترانت را خواهند گرفت و بقیه تو به آتش سوخته خواهند شد.
26Καὶ ἐκδύσουσί σε τὸν ἱματισμόν σου, καὶ λήψονται τὰ σκεύη τῆς καυχήσεώς σου.
26و لباس تو را از توکنده، زیورهای زیبایی تو را خواهند برد.
27Καὶ ἀποστρέψω τὰς ἀσεβείας σου ἐκ σοῦ, καὶ τὴν πορνείαν σου ἐκ γῆς Αἰγύπτου· καὶ οὐ μὴ ἄρῃς τοὺς ὀφθαλμούς σου ἐπʼ αὐτοὺς, καὶ Αἰγύπτου οὐ μὴ μνησθῇς οὐκέτι.
27پس قباحت تو و زناکاریت را که از زمین مصرآوردهای، از تو نابود خواهم ساخت. و چشمان خود را بسوی ایشان بر نخواهی افراشت و دیگرمصر را به یاد نخواهی آورد.
28Διότι τάδε λέγει Κύριος Κύριος, ἰδοὺ ἐγὼ παραδίδωμί σε εἰς χεῖρας ὧν μισεῖς, ἀφʼ ὧν ἀπέστη ἡ ψυχή σου ἀπʼ αὐτῶν.
28زیرا خداوندیهوه چنین میگوید: اینک تو را بهدست آنانی که از ایشان نفرت داری و بهدست آنانی که جانت ازایشان متنفر است، تسلیم خواهم نمود.
29Καὶ ποιήσουσιν ἐν σοὶ ἑν μίσει, καὶ λήψονται πάντας τοὺς πόνους σου καὶ τοὺς μόχθους σου, καὶ ἔσῃ γυμνὴ καὶ αἰσχύνουσα, καὶ ἀποκαλυφθήσεται αἰσχύνη πορνείας σου· καὶ ἀσέβειά σου, καὶ ἡ πορνεία σου
29و با تواز راه بغض رفتار نموده، تمامی حاصل تو راخواهند گرفت و تو را عریان و برهنه وا خواهم گذاشت. تا آنکه برهنگی زناکاری تو و قباحت وفاحشه گری تو ظاهر شود.
30ἐποίησε ταῦτά σοι, ἐν τῷ ἐκπορνεῦσαί σε ὀπίσω ἐθνῶν, καὶ ἐμιαίνου ἐν τοῖς ἐνθυμήμασιν αὐτῶν.
30و این کارها را به توخواهم کرد، از این جهت که در عقب امتها زنانموده، خویشتن را از بتهای ایشان نجس ساختهای.
31Ἐν τῇ ὁδῷ τῆς ἀδελφῆς σου ἐπορεύθης· καὶ δώσω τὸ ποτήριον αὐτὴς εἰς χεῖράς σου.
31و چونکه به طریق خواهر خودسلوک نمودی، جام او را بهدست تو خواهم داد.
32Τάδε λέγει Κύριος, τὸ ποτήριον τῆς ἀδελφῆς σου πίεσαι, τὸ βαθὺ καὶ τὸ πλατὺ, καὶ τὸ πλεονάζον τοῦ συντελέσαι μέθην.
32و خداوند یهوه چنین میفرماید: جام عمیق وبزرگ خواهر خود را خواهی نوشید. و محل سخریه و استهزا خواهی شد که متحمل آن نتوانی شد.
33Καὶ ἐκλύσεως πλησθήσῃ, καὶ τὸ ποτήριον ἀφανισμοῦ, ποτήριον ἀδελφῆς σου Σαμαρείας, πίεσαι αὐτό·
33و از مستی و حزن پر خواهی شد. از جام حیرت و خرابی یعنی از جام خواهرت سامره.
34καὶ τὰς ἑορτὰς καὶ τὰς νουμηνίας αὐτῆς ἀποστρέψω· διότι ἐγὼ λελάληκα, λέγει Κύριος.
34و آن را خواهی نوشید و تا ته خواهی آشامید و خورده های آن را خواهی خایید وپستانهای خود را خواهی کند، زیرا خداوند یهوه میگوید که من این را گفتهام.
35Διατοῦτο τάδε λέγει Κύριος, ἀνθʼ ὧν ἐπελάθον μου, καὶ ἀπέῤῥιψάς με ὀπίσω τοῦ σώματός σου, καὶ σὺ λάβε τὴν ἀσέβειάν σου καὶ τὴν πορνείαν σου.
35بنابراین خداوندیهوه چنین میفرماید: چونکه مرا فراموش کردی و مرا پشت سر خود انداختی، لهذا تو نیز متحمل قباحت و زناکاری خود خواهی شد.»
36Καὶ εἶπε Κύριος πρὸς μὲ, υἱὲ ἀνθρώπου, οὐ κρινεῖς τὴν Ὀολὰν καὶ τὴν Ὀολιβὰν, καὶ ἀναγγελεῖς αὐταῖς τὰς ὀνομίας αὐτῶν;
36و خداوند مرا گفت: «ای پسر انسان! آیابراهوله و اهولیبه داوری خواهی نمود؟ بلکه ایشان را از رجاسات ایشان آگاه ساز.
37Ὅτι ἐμοιχῶντο, καὶ αἷμα ἐν χερσὶν αὐτῶν, τὰ ἐνθυμήματα αὐτῶν ἐμοιχῶντο, καὶ τὰ τέκνα αὐτῶν ἃ ἐγέννησάν μοι, διήγαγον αὐτοῖς διʼ ἐμπύρων.
37زیرا که زنا نمودهاند و دست ایشان خون آلود است و بابتهای خویش مرتکب زنا شدهاند. و پسران خودرا نیز که برای من زاییده بودند، به جهت آنها ازآتش گذرانیدهاند تا سوخته شوند.
38Ἕως καὶ ταῦτα ἐποίησάν μοι, τὰ ἅγιά μου ἐμίαινον, καὶ τὰ σάββατά μου ἐβεβήλουν,
38و علاوه برآن این را هم به من کردهاند که در همانروز مقدس مرا بیعصمت کرده، سبت های مرا بیحرمت نمودهاند.
39καὶ ἐν τῷ σφάζειν αὐτοὺς τὰ τέκνα αὐτῶν τοῖς εἰδώλοις αὐτῶν, καὶ εἰσεπορεύοντο εἰς τὰ ἅγιά μου, τοῦ βεβηλοῦν αὐτά· καὶ ὅτι οὕτως ἐποίουν ἐν μέσῳ τοῦ οἴκου μου,
39زیرا چون پسران خود را برای بتهای خویش ذبح نموده بودند، در همان روز به مقدس داخل شده، آن را بیعصمت نمودند و هان این عمل را در خانه من بجا آوردند.
40καὶ ὅτι τοῖς ἀνδράσι τοῖς ἐρχομένοις μακρόθεν, οἷς ἀγγέλους ἐξαπέστειλαν πρὸς αὐτοὺς, καὶ ἅμα τῷ ἔρχεσθαι αὐτοὺς, εὐθὺς ἐλούου, καὶ ἐστιβίζου τοὺς ὀφθαλμούς σου, καὶ ἐκόσμου κόσμῳ,
40بلکه نزدمردانی که از دور آمدند، فرستادید که نزد ایشان قاصدی فرستاده شد. و چون ایشان رسیدند، خویشتن را برای ایشان غسل دادی و سرمه به چشمانت کشیدی و خود را به زیورهایت آرایش دادی.
41καὶ ἐκάθου ἐπὶ κλίνης ἐστρωμένης, καὶ τράπεζα κεκοσμημένη πρὸ προσώπου αὐτῆς, καὶ τὸ θυμίαμα καὶ τὸ ἔλαιόν μου εὐφραίνοντο ἐν αὐτοῖς,
41و بر بستر فاخری که سفره پیش آن آماده بود نشسته، بخور و روغن مرا بر آن نهادی.
42καὶ φωνὴν ἁρμονίας ἀνεκρούοντο, καὶ πρὸς ἄνδρας ἐκ πλήθους ἀνθρώπων ἥκοντας ἐκ τῆς ἐρήμου· καὶ ἐδίδοσαν ψέλλια ἐπὶ τὰς χεῖρας αὐτῶν, καὶ στέφανον καυχήσεως ἐπὶ τὰς κεφαλὰς αὐτῶν.
42و در آن آواز گروه عیاشان مسموع شد. وهمراه آن گروه عظیم صابیان از بیابان آورده شدندکه دستبندها بر دستها و تاجهای فاخر بر سر هردوی آنها گذاشتند.
43Καὶ εἶπα, οὐκ ἐν τούτοις μοιχεύουσι; καὶ ἔργα πόρνης καὶ αὐτὴ ἐξεπόρνευσε;
43و من درباره آن زنی که در زناکاری فرسوده شده بود گفتم: آیا ایشان الان بااو زنا خواهند کرد و او با ایشان؟
44Καὶ εἰσεπορεύοντο πρὸς αὐτὴν, ὃν τρόπον εἰσπορεύονται πρὸς γυναῖκα πόρνην, οὕτως εἰσεπορεύοντο πρὸς Ὀολὰν, καὶ πρὸς Ὀολιβὰν, τοῦ ποιῆσαι ἀνομίαν.
44و به اودرآمدند به نهجی که نزد فاحشهها درمی آیند. همچنان به آن دو زن قباحت پیشه یعنی اهوله واهولیبه درآمدند.
45Καὶ ἄνδρες δίκαιοι αὐτοὶ καὶ ἐκδικήσουσιν αὐτὰς ἐκδικήσει μοιχαλίδος, καὶ ἐκδικήσει αἵματος, ὅτι μοιχαλίδες εἰσὶ, καὶ αἷμα ἐν χερσὶν αὐτῶν.
45پس مردان عادل بر ایشان قصاص زنان زناکار و خونریز را خواهند رسانید، زیرا که ایشان زانیه میباشند و دست ایشان خون آلود است.
46Τάδε λέγει Κύριος Κύριος, ἀνάγαγε ἐπʼ αὐτὰς ὄχλον, καὶ δὸς ἐν αὐταῖς ταραχὴν καὶ διαρπαγὴν,
46زیرا خداوند یهوه چنین میفرماید: من گروهی به ضد ایشان خواهم برانگیخت. و ایشان را مشوش ساخته، به تاراج تسلیم خواهم نمود.
47καὶ λιθοβόλησον ἐπʼ αὐτὰς λίθοις ὄχλων, καὶ κατακέντει αὐτὰς ἐν τοῖς ξίφεσιν αὐτῶν· υἱοὺς αὐτῶν καὶ θυγατέρας αὐτῶν ἀποκτενοὺσι, καὶ τοὺς οἴκους αὐτῶν ἐμπρήσουσι.
47و آن گروه ایشان را به سنگها سنگسار نموده، به شمشیرهای خود پاره خواهند کرد. و پسران و دختران ایشان را کشته، خانه های ایشان را به آتش خواهند سوزانید.
48Καὶ ἀποστρέψω ἀσεβείαν ἐκ τῆς γῆς, καὶ παιδευθήσονται πᾶσαι αἱ γυναῖκες, καὶ οὐ μὴ ποιήσουσι κατὰ τὰς ἀσεβείας αὐτῶν.
48وقباحت را از زمین نابود خواهم ساخت. پس جمیع زنان متنبه خواهند شد که مثل شما مرتکب قباحت نشوند.
49Καὶ δοθήσεται ἡ ἀσέβεια ὑμῶν ἐφʼ ὑμᾶς, καὶ τὰς ἁμαρτίας τῶν ἐνθυμημάτων ὑμῶν λήψεσθε, καὶ γνώσεσθε διότι ἐγὼ Κύριος.
49و سزای قباحت شما را بر شماخواهند رسانید. و متحمل گناهان بتهای خویش خواهید شد و خواهید دانست که من خداوندیهوه میباشم.»
Tip: use the ← and → keys to turn chapters.