ΕΞΟΔΟΣ
Chapter 3
Septuagint (Brenton Gree…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers
Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Simplified)
1Καὶ Μωυσῆς ἦν ποιμαίνων τὰ πρόβατα Ἰοθὸρ τοῦ γαμβροῦ αὐτοῦ, τοῦ ἱερέως Μαδιὰμ, καὶ ἤγαγεν τὰ πρόβατα ὑπὸ τὴν ἔρημον, καὶ ἦλθεν εἰς τὸ ὄρος Χωρήβ.
1摩西 牧养他岳父 米甸 祭司 叶忒罗 的羊群;一日领羊群往野外去,到了 神的山,就是 何烈山 。
2Ὤφθη δὲ αὐτῷ Ἄγγελος Κυρίου ἐν πυρὶ φλογὸς ἐκ τοῦ βάτου· καὶ ὁρᾷ ὅτι ὁ βάτος καίεται πυρί, ὁ δὲ βάτος οὐ κατεκαίετο.
2耶和华的使者从荆棘里火焰中向 摩西 显现。 摩西 观看,不料,荆棘被火烧着,却没有烧毁。
3Εἶπε δὲ Μωυσῆς, παρελθὼν ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο, ὅτι οὐ κατακαίεται ὁ βάτος.
3摩西 说:「我要过去看这大异象,这荆棘为何没有烧坏呢?」
4Ὡς δὲ εἶδεν Κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν Κύριος ἐκ τοῦ βάτου, λέγων, Μωυσῆ, Μωυσῆ· ὁ δὲ εἶπε, τί ἐστιν;
4耶和华 神见他过去要看,就从荆棘里呼叫说:「 摩西 ! 摩西 !」他说:「我在这里。」
5Ὁ δὲ εἶπε, μὴ ἐγγίσῃς ὧδε· λύσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου, ὁ γὰρ τόπος. ἐν ᾧ σὺ ἕστηκας, γῆ ἁγία ἐστί.
5神说:「不要近前来。当把你脚上的鞋脱下来,因为你所站之地是圣地」;
6Καὶ εἶπεν, ἐγώ εἰμι ὁ Θεὸς τοῦ πατρός σου, Θεὸς Ἁβραὰμ, καὶ Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακώβ· ἀπέστρεψε δὲ Μωυσῆς τὸ πρόσωπον αὐτοῦ, εὐλαβεῖτο γὰρ κατεμβλέψαι ἐνώπιον τοῦ Θεοῦ.
6又说:「我是你父亲的 神,是 亚伯拉罕 的 神, 以撒 的 神, 雅各 的 神。」 摩西 蒙上脸,因为怕看 神。
7Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν, ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τῆς κραυγῆς αὐτῶν ἀκήκοα ἀπὸ τῶν ἐργοδιωκτῶν· οἶδα γὰρ τὴν ὀδύνην αὐτων,
7耶和华说:「我的百姓在 埃及 所受的困苦,我实在看见了;他们因受督工的辖制所发的哀声,我也听见了。我原知道他们的痛苦,
8καὶ κατέβην ἐξελέσθαι αὐτοὺς ἐκ χειρὸς τῶν Αἰγυπτίων, καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς γῆς ἐκείνης, καὶ εἰσαγαγεῖν αὐτοὺς εἰς γῆν ἀγαθὴν καὶ πολλήν, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι, εἰς τὸν τόπον τῶν Χαναναίων, καὶ Χετταίων, καὶ Ἀμοῤῥαίων, καὶ Φερεζαίων, καὶ Γεργεσαὶων, καὶ Εὐαίων, καὶ Ἰεβουσαίων.
8我下来是要救他们脱离 埃及 人的手,领他们出了那地,到美好、宽阔、流奶与蜜之地,就是到 迦南 人、 赫 人、 亚摩利 人、 比利洗 人、 希未 人、 耶布斯 人之地。
9Καὶ νῦν ἰδοὺ κραυγὴ τῶν υἱῶν Ἰσραὴλ ἥκει πρὸς με· κᾀγὼ ἑώρακα τὸν θλιμμὸν, ὃν οἱ Αἰγύπτιοι θλίβουσιν αὐτούς.
9现在 以色列 人的哀声达到我耳中,我也看见 埃及 人怎样欺压他们。
10Καὶ νῦν δεῦρο, ἀποστείλω σε πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ ἐξάξεις τὸν λαόν μου τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου.
10故此,我要打发你去见法老,使你可以将我的百姓 以色列 人从 埃及 领出来。」
11Καὶ εἶπε Μωυσῆς πρὸς τὸν Θεὸν, τίς εἰμι ἐγὼ, ὅτι πορεύσομαι πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ ὅτι ἐξάξω τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου;
11摩西 对 神说:「我是什么人,竟能去见法老,将 以色列 人从 埃及 领出来呢?」
12Εἶπε δὲ ὁ Θεὸς Μωυσῇ, λέγων, ὅτι ἔσομαι μετὰ σοῦ· καὶ τοῦτό σοι τὸ σημεῖον ὅτι ἐγώ σε ἐξαποστελῶ, ἐν τῷ ἐξαγαγεῖν σε τὸν λαόν μου ἐξ Αἰγύπτου, καὶ λατρεύσετε τῷ Θεῷ ἐν τῷ ὄρει τοῦτῳ.
12神说:「我必与你同在。你将百姓从 埃及 领出来之后,你们必在这山上事奉我;这就是我打发你去的证据。」
13Καὶ εἶπε Μωυσῆς πρὸς τὸν Θεὸν, ἰδοὺ ἐγὼ ἐξελεύσομαι πρὸς τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἐρῶ πρὸς αὐτοὺς, ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἀπέσταλκέ με πρὸς ὑμᾶς· ἐρωτήσουσί με, τί ὄνομα αὐτῷ; τί ἐρῶ πρὸς αὐτούς;
13摩西 对 神说:「我到 以色列 人那里,对他们说:『你们祖宗的 神打发我到你们这里来。』他们若问我说:『他叫什么名字?』我要对他们说什么呢?」
14Καὶ εἶπεν ὁ Θεὸς πρὸς Μωυσῆν, λέγων, ἐγώ εἰμι ὁ Ὤν· καὶ εἶπεν, οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραὴλ, ὁ Ὢν ἀπέσταλκέ με πρὸς ὑμᾶς.
14神对 摩西 说:「我是自有永有的」;又说:「你要对 以色列 人这样说:『那自有的打发我到你们这里来。』」
15Καὶ εἶπεν ὁ Θεὸς πάλιν πρὸς Μωυσῆν, οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ, Κύριος ὁ Θεὸς τῶν πατέρων ἡμῶν, Θεὸς Ἀβραὰμ, καὶ Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακὼβ, ἀπέσταλκέ με πρὸς ὑμᾶς· τοῦτό μου ἐστὶν ὄνομα αἰώνιον, καὶ μνημόσυνον γενεῶν γενεαῖς.
15神又对 摩西 说:「你要对 以色列 人这样说:『耶和华—你们祖宗的 神,就是 亚伯拉罕 的 神, 以撒 的 神, 雅各 的 神,打发我到你们这里来。』耶和华是我的名,直到永远;这也是我的纪念,直到万代。
16Ἐλθὼν οὐν συνάγαγε τὴν γερουσίαν τῶν υἱῶν Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, Κύριος ὁ Θεὸς τῶν πατέρων ἡμων ὦπταί μοι, Θεὸς Ἀβραὰμ, καὶ Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακὼβ, λέγων, ἐπισκοπῇ ἐπέσκεμμαι ὑμᾶς, καὶ ὅσα συμβέβηκεν ὑμῖν ἐν Αἰγύπτῳ.
16你去招聚 以色列 的长老,对他们说:『耶和华—你们祖宗的 神,就是 亚伯拉罕 的 神, 以撒 的 神, 雅各 的 神,向我显现,说:我实在眷顾了你们,我也 看见 埃及 人怎样待你们。
17Καὶ εἶπεν, ἀναβιβάσω ὑμᾶς ἐκ τῆς κακώσεως τῶν Αἰγυπτίων, εἰς τὴν γῆν τῶν Χαναναίων, καὶ Χετταίων, καὶ Ἀμοῤῥαίων, καὶ Φερεζαίων, καὶ Γεργεσαίων, καὶ Εὑαίων, καὶ Ἰεβουσαίων, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι.
17我也说:要将你们从 埃及 的困苦中领出来,往 迦南 人、 赫 人、 亚摩利 人、 比利洗 人、 希未 人、 耶布斯 人的地去,就是到流奶与蜜之地。』
18Καὶ εἰσακούσονταί σου τῆς φωνῆς· καὶ εἰσελεύσῃ σὺ, καὶ ἡ γερουσία Ἰσραὴλ, πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ ἐρεῖς πρὸς αὐτὸν ὁ Θεὸς τῶν Ἑβραίων προσκέκληται ἡμᾶς· πορευσόμεθα οὖν ὁδὸν τριῶν ἡμερῶν εἰς τὴν ἔρημον, ἵνα θύσωμεν τῷ Θεῷ ἡμῶν.
18他们必听你的话。你和 以色列 的长老要去见 埃及 王,对他说:『耶和华— 希伯来 人的 神遇见了我们,现在求你容我们往旷野去,走三天的路程,为要祭祀耶和华—我们的 神。』
19Ἐγὼ δὲ οἶδα ὅτι οὐ προήσεται ὑμᾶς Φαραὼ βασιλεὺς Αἰγύπτου πορευθῆναι, ἐὰν μὴ μετὰ χειρὸς κραταιᾶς.
19我知道虽用大能的手, 埃及 王也不容你们去。
20Καὶ ἐκτείνας τὴν χεῖρα, πατάξω τοὺς Αἰγυπτίους ἐν πᾶσι τοῖς θαυμασίοις μου, οἷς ποιήσω ἐν αὐτοῖς· καὶ μετὰ ταῦτα ἐξαποστελεῖ ὑμᾶς.
20我必伸手在 埃及 中间施行我一切的奇事,攻击那地,然后他才容你们去。
21Καὶ δώσω χάριν τῷ λαῷ τούτῳ ἐναντίον τῶν Αἰγυπτίων· ὅταν δὲ ἀποτρέχητε, οὐκ ἀπελεύσεσθε κενοί·
21我必叫你们在 埃及 人眼前蒙恩,你们去的时候就不至于空手而去。
22Ἀλλὰ αἰτήσει γυνὴ παρὰ γείτονος καὶ συσκήνου αὐτῆς σκεύη ἀργυρᾶ, καὶ χρυσᾶ, καὶ ἱματισμόν· καὶ ἐπιθήσετε ἐπὶ τοὺς υἱοὺς ὑμῶν, καὶ ἐπὶ τὰς θυγατέρας ὑμῶν, καὶ σκυλεύσατε τοὺς Αἰγυπτίους.
22但各妇女必向她的邻舍,并居住在她家里的女人,要金器银器和衣裳,好给你们的儿女穿戴。这样你们就把 埃及 人的 财物 夺去了。」

Tip: use the ← and → keys to turn chapters.