ΕΞΟΔΟΣ 27
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Freedom Bible (Thai)
1Καὶ ποιήσεις θυσιαστήριον ἐκ ξύλων ἀσήπτων, πέντε πήχεων τὸ μῆκος, καὶ πέντε πήχεων τὸ εὖρος· τετράγωνον ἔσται τὸ θυσιαστήριον, καὶ τριῶν πήχεων τὸ ὕψος αὐτοῦ.
1“จงทำแท่นบูชาจากไม้กระถิน ยาว 5 ศอก กว้าง 5 ศอก ให้เป็นสี่เหลี่ยมจัตุรัส และสูง 3 ศอก
2Καὶ ποιήσεις τὰ κέρατα ἐπὶ τῶν τεσσάρων γωνιῶν· ἐξ αὐτοῦ ἔσται τὰ κέρατα, καὶ καλύψεις αὐτὰ χαλκῷ.
2ทำเชิงงอนที่มุมทั้ง 4 ให้เป็นเนื้อเดียวกับแท่น แล้วหุ้มแท่นด้วยทองสัมฤทธิ์
3Καὶ ποιήσεις στεφάνην τῷ θυσιαστηρίῳ· καὶ τὸν καλυπτῆρα αὐτοῦ, καὶ τὰς φιάλας αὐτοῦ, καὶ τὰς κρεάγρας αὐτοῦ, καὶ τὸ πυρεῖον αὐτοῦ, καὶ πάντα τὰ σκεύη αὐτοῦ ποιήσεις χαλκᾶ.
3ทำหม้อสำหรับใส่ขี้เถ้า พลั่ว อ่าง ส้อมเกี่ยวเนื้อ และกระถางไฟ เครื่องใช้ทั้งหมดทำจากทองสัมฤทธิ์
4Καὶ ποιήσεις αὐτῷ ἐσχάραν ἔργῳ δικτυωτῷ χαλκῆν· καὶ ποιήσεις τῇ ἐσχάρᾳ τέσσαρες δακτυλίους χαλκοῦς ὑπὸ τὰ τέσσαρα κλίτη.
4ทำตะแกรงเป็นตาข่ายทองสัมฤทธิ์ และทำห่วงทองสัมฤทธิ์ 4 ห่วงติดไว้ที่มุมทั้ง 4 ของตะแกรง
5Καὶ ὑποθήσεις αὐτοὺς ὑπὸ τὴν ἐσχάραν τοῦ θυσιαστήριου κάτωθεν· ἔσται δὲ ἡ ἐσχάρα ἕως τοῦ ἡμίσους τοῦ θυσιαστηρίου.
5วางตะแกรงไว้ใต้ขอบแท่นด้านล่าง ให้ตะแกรงอยู่สูงถึงครึ่งหนึ่งของแท่น
6Καὶ ποιήσεις τῷ θυσιαστηρίῳ ἀναφορεῖς ἐκ ξύλων ἀσήπτων, καὶ περιχαλκώσεις αὐτοὺς χαλκῷ.
6ทำคานหามแท่นบูชาจากไม้กระถิน แล้วหุ้มด้วยทองสัมฤทธิ์
7Καὶ εἰσάξεις τοὺς ἀναφορεῖς εἰς τοὺς δακτυλίους· καὶ ἔστωσαν ἀναφορεῖς κατὰ πλευρὰ τοῦ θυσιαστηρίου ἐν τῷ αἴρειν αὐτό.
7สอดคานเข้าในห่วง ให้คานอยู่สองข้างของแท่นเวลาหาม
8Κοῖλον συνιδωτὸν ποιήσεις αὐτό· κατὰ τὸ παραδειχθέν σοι ἐν τῷ ὄρει, οὕτω ποιήσεις αὐτό.
8ทำแท่นให้กลวงด้วยแผ่นไม้ ต้องทำตามแบบที่แสดงให้เจ้าเห็นบนภูเขา
9Καὶ ποιήσεις αὐλὴν τῇ σκηνῇ· εἰς τὸ κλίτος τὸ πρὸς Λίβα ἱστία τῆς αὐλῆς ἐκ βύσσου κεκλωσμένης· μῆκος ἑκατὸν πήχεων τῷ ἑνὶ κλίτει.
9“จงทำลานรอบพลับพลา ทางทิศใต้ให้มีผ้าม่านลานจากผ้าป่านเนื้อละเอียดตีเกลียวยาว 100 ศอก
10Καὶ οἱ στύλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι χαλκαῖ, καὶ οἱ κρίκοι αὐτῶν καὶ αἱ ψαλίδες ἀργυραῖ.
10มีเสา 20 ต้นกับฐาน 20 ฐานทำจากทองสัมฤทธิ์ ตะขอและแถบรัดเสาทำจากเงิน
11Οὕτως τῷ κλίτει τῷ πρὸς ἀπηλιώτην ἱστία ἑκατὸν πήχεων μῆκος· καὶ οἱ στύλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι χαλκαῖ· καὶ οἱ κρίκοι καὶ αἱ ψαλίδες τῶν στύλων, καὶ αἱ βάσεις αὐτῶν περιηργυρωμέναι ἀργυρίῳ.
11ทางทิศเหนือก็เช่นเดียวกัน ให้มีผ้าม่านยาว 100 ศอก เสา 20 ต้น ฐานทองสัมฤทธิ์ 20 ฐาน ตะขอและแถบรัดเสาทำจากเงิน
12Τὸ δὲ εὖρος τῆς αὐλῆς τὸ κατὰ θάλασσαν ἱστία πεντήκοντα πήχεων· στύλοι αὐτῶν δέκα, καὶ βάσεις αὐτῶν δέκα.
12ทางทิศตะวันตกของลานให้มีผ้าม่านกว้าง 50 ศอก เสา 10 ต้น และฐาน 10 ฐาน
13Καὶ εὖρος τῆς αὐλῆς τῆς πρὸς Νότον ἱστία πεντήκοντα πήχεων· στύλοι αὐτῶν δέκα, καὶ βάσεις αὐτῶν δέκα.
13ทางทิศตะวันออกของลานกว้าง 50 ศอก
14Καὶ πεντεκαίδεκα πήχεων τὸ ὕψος τῶν ἱστίων τῷ κλίτει τῷ ἑνί· στύλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς.
14ด้านหนึ่งของทางเข้ามีผ้าม่านยาว 15 ศอก เสา 3 ต้น และฐาน 3 ฐาน
15Καὶ τὸ κλίτος τὸ δεύτερον δεκαπέντε πήχεων τῶν ἱστίων τὸ ὕψος· στύλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς.
15อีกด้านหนึ่งก็มีผ้าม่านยาว 15 ศอก เสา 3 ต้น และฐาน 3 ฐาน
16Καὶ τῇ πύλῃ τῆς αὐλῆς κάλυμμα· εἴκοσι πήχεων τὸ ὕψος ἐξ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου κεκλωσμένου, καὶ βύσσου κεκλωσμένης τῇ ποικιλίᾳ τοῦ ῥαφιδευτοῦ· στύλοι αὐτῶν τέσσαρες, καὶ αἱ βάσεις αὐτῶν τέσσαρες.
16ทางเข้าลานให้มีม่านยาว 20 ศอก ทำจากด้ายสีน้ำเงิน สีม่วง สีแดงเข้ม และผ้าป่านเนื้อละเอียดตีเกลียว เป็นฝีมือช่างปัก มีเสา 4 ต้นและฐาน 4 ฐาน
17Πάντες οἱ στύλοι τῆς αὐλῆς κύκλῳ κατηργυρωμένοι ἀργυρίῳ, καὶ αἱ κεφαλίδες αὐτῶν ἀργυραῖ, καὶ αἱ βάσεις αὐτῶν χαλκαῖ.
17เสาทั้งหมดรอบลานให้มีแถบรัดเงิน ตะขอเงิน และฐานทองสัมฤทธิ์
18Τὸ δὲ μῆκος τῆς αὐλῆς ἑκατὸν ἐφʼ ἑκατόν· καὶ εὖρος πεντήκοντα ἐπὶ πεντήκοντα· καὶ ὕψος πέντε πήχεῶν ἐκ βύσσου κεκλωσμένης, καὶ βάσεις αὐτῶν χαλκαῖ.
18ลานยาว 100 ศอก กว้าง 50 ศอกเท่ากันตลอด และสูง 5 ศอก ผ้าม่านทำจากผ้าป่านเนื้อละเอียดตีเกลียว ฐานทำจากทองสัมฤทธิ์
19Καὶ πᾶσα ἡ κατασκευὴ καὶ πάντα τὰ ἐργαλεῖα καὶ οἱ πάσσαλοι τῆς αὐλῆς χαλκοῖ.
19เครื่องใช้ทุกชิ้นของพลับพลาสำหรับงานทุกอย่าง รวมทั้งหมุดของพลับพลาและหมุดของลาน ต้องทำจากทองสัมฤทธิ์
20Καὶ σὺ σύνταξον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ λαβέτωσάν σοι ἔλαιον ἐξ ἐλαιῶν ἀτρυγον καθαρὸν κεκομμένον εἰς φῶς καῦσαι, ἵνα καίηται λύχνος διαπαντός
20“จงสั่งชาวอิสราเอลให้นำน้ำมันมะกอกบริสุทธิ์ที่คั้นแล้วมาให้เจ้าใช้จุดตะเกียง เพื่อให้ตะเกียงติดอยู่เสมอ
21ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· ἔξωθεν τοῦ καταπετάσματος τοῦ ἐπὶ τῆς διαθήκης καύσει αὐτὸ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἀφʼ ἑσπέρας ἕως πρωῒ, ἐναντίον Κυρίου, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν παρὰ τῶν υἱῶν Ἰσραήλ.
21ในเต็นท์นัดพบ ด้านนอกม่านที่อยู่หน้าพันธสัญญา อาโรนกับลูกชายต้องดูแลตะเกียงต่อหน้าพระยาห์เวห์ตั้งแต่เย็นถึงเช้า นี่เป็นข้อกำหนดถาวรสำหรับชาวอิสราเอลตลอดทุกชั่วอายุ”
Tip: use the ← and → keys to turn chapters.