ΑΜΩΣ. Βʹ
Chapter 4

ΑΜΩΣ. Βʹ

Septuagint (Brenton Gree…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers

ΑΜΩΣ. Βʹ 4

Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Traditional)
1Ἀκούσατε τὸν λόγον τοῦτον δαμάλεις τῆς Βασανίτιδος, αἱ ἐν τῷ ὄρει τῆς Σαμαρείας, αἱ καταδυναστεύουσαι πτωχοὺς, καὶ καταπατοῦσαι πένητας, αἱ λέγουσαι τοῖς κυρίοις αὐτῶν, ἐπίδοτε ἡμῖν ὅπως πίωμεν.
1你們住 撒馬利亞 山如 巴珊 母牛的啊, 當聽我的話- 你們欺負貧寒的,壓碎窮乏的, 對家主說:拿 酒 來,我們喝吧!
2Ομνύει Κύριος κατὰ τῶν ἁγίων αὐτοῦ, διότι ἰδοὺ ἡμέραι ἔρχονται ἐφʼ ὑμᾶς, καὶ λήψονται ὑμᾶς ἐν ὅπλοις, καὶ τοὺς μεθʼ ὑμῶν εἰς λέβητας ὑποκαιομένους ἐμβαλοῦσιν ἔμπυροι λοιμοὶ,
2主耶和華指着自己的聖潔起誓說: 日子快到,人必用鉤子將你們鉤去, 用魚鉤將你們餘剩的鉤去。
3καὶ ἐξενεχθήσεσθε γυμναὶ κατέναντι ἀλλήλων, καὶ ἀποῤῥιφήσεσθε εἰς τὸ ὄρος τὸ Ῥομμὰν, λέγει Κύριος.
3你們各人必從破口直往前行, 投入 哈門 。 這是耶和華說的。
4Εἰσήλθατε εἰς Βαιθὴλ, καὶ ἠσεβήσατε, καὶ εἰς Γάλγαλα ἐπληθύνατε τοῦ ἀσεβῆσαι· καὶ ἠνέγκατε εἰς τοπρωῒ θυσίας ὑμῶν, εἰς τὴν τριημερίαν τὰ ἐπιδέκατα ὑμῶν.
4以色列 人哪,任你們往 伯特利 去犯罪, 到 吉甲 加增罪過; 每日早晨獻上你們的祭物, 每三日奉上你們的十分之一。
5Καὶ ἀνέγνωσαν ἔξω νόμον, καὶ ἐπεκαλέσαντο ὁμολογίας· ἀναγγείλατε ὅτι ταῦτα ἠγάπησαν οἱ υἱοὶ Ἰσραὴλ, λέγει Κύριος.
5任你們獻有酵的感謝祭, 把甘心祭宣傳報告給眾人, 因為是你們所喜愛的。 這是主耶和華說的。
6Καὶ ἐγὼ δώσω ὑμῖν γομφιασμὸν ὀδόντων ἐν πάσαις ταῖς πόλεσιν ὑμῶν, καὶ ἔνδειαν ἄρτων ἐν πᾶσι τοῖς τόποις ὑμῶν· καὶ οὐκ ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος.
6我使你們在一切城中牙齒乾淨, 在你們各處糧食缺乏, 你們仍不歸向我。 這是耶和華說的。
7Καὶ ἐγὼ ἀνέσχον ἐξ ὑμῶν τὸν ὑετὸν πρὸ τριῶν μηνῶν τοῦ τρυγητοῦ, καὶ βρέξω ἐπὶ πόλιν μίαν, ἐπὶ δὲ πόλιν μίαν οὐ βρέξω· μερὶς μία βραχήσεται, καὶ μερὶς, ἐφʼ ἣν οὐ βρέξω, ξηρανθήσεται.
7在收割的前三月,我使雨停止, 不降在你們那裏; 我降雨在這城, 不降雨在那城; 這塊地有雨, 那塊地無雨; 無雨的就枯乾了。
8Καὶ συναθροισθήσονται δύο καὶ τρεῖς πόλεις εἰς πόλιν μίαν τοῦ πιεῖν ὕδωρ, καὶ οὐ μὴ ἐμπλησθῶσι· καὶ οὐκ ἐπεστράφητε πρὸς μὲ, λέγει Κύριος.
8這樣,兩三城的人湊到一城去找水, 卻喝不足; 你們仍不歸向我。 這是耶和華說的。
9Ἐπάταξα ὑμᾶς ἐν πυρώσει, καὶ ἐν ἰκτέρῳ· ἐπληθύνατε κήπους ὑμῶν, ἀμπελῶνας ὑμῶν, καὶ συκεῶνας ὑμῶν· καὶ ἐλαιῶνας ὑμῶν κατέφαγεν ἡ κάμπη· καὶ οὐδʼ ὡς ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος.
9我以旱 風 、霉爛攻擊你們, 你們園中許多菜蔬、葡萄樹、 無花果樹、橄欖樹都被剪蟲所吃; 你們仍不歸向我。 這是耶和華說的。
10Ἐξαπέστειλα εἰς ὑμᾶς θάνατον ἐν ὁδῷ Αἰγύπτου, καὶ ἀπέκτεινα ἐν ῥομφαίᾳ τοὺς νεανίσκους ὑμῶν, μετὰ αἰχμαλωσίας ἵππων σου, καὶ ἀνήγαγον ἐν πυρὶ τὰς παρεμβολὰς ἐν τῇ ὀργῇ ὑμῶν· καὶ οὐδʼ ὡς ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος.
10我降瘟疫在你們中間, 像在 埃及 一樣; 用刀殺戮你們的少年人, 使你們的馬匹被擄掠, 營中 屍首 的臭氣撲鼻; 你們仍不歸向我。 這是耶和華說的。
11Κατέστρεψα ὑμᾶς, καθὼς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμοῤῥα, καὶ ἐγένεσθε ὡς δαλὸς ἐξέσπασμένος ἐκ πυρός· καὶ οὐδʼ ὡς ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος.
11我傾覆你們中間的 城邑 , 如同我從前傾覆 所多瑪 、 蛾摩拉 一樣, 使你們好像從火中抽出來的一根柴; 你們仍不歸向我。 這是耶和華說的。
12Διατοῦτο οὕτως ποιήσω σοι Ἰσραήλ· πλὴν ὅτι οὕτως ποιήσω σοι, ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν Θεόν σου Ἰσραήλ.
12以色列 啊,我必向你如此行; 以色列 啊,我既這樣行, 你當預備迎見你的上帝。
13Διότι ἰδοὺ ἐγὼ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν χριστὸν αὐτοῦ, ποιῶν ὄρθρον καὶ ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς· Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.
13那創山、造風、將心意指示人、 使晨光變為幽暗、腳踏在地之高處的, 他的名是耶和華-萬軍之上帝。

Tip: use the ← and → keys to turn chapters.