ΒΑΣΙΛΕΙΩΝ Β
Chapter 8
Septuagint (Brenton Gree…
vs Douay-Rheims Bible…
Aa
Text size
Line width
Verse numbers

ΒΑΣΙΛΕΙΩΝ Β 8

Septuagint (Brenton Greek text, with Apocrypha)
Douay-Rheims Bible, American Edition (1899)
1Καὶ ἐγένετο μετὰ ταῦτα, καὶ ἐπάταξε Δαυὶδ τοὺς ἀλλοφύλους, καὶ ἐτροπώσατο αὐτούς· καὶ ἔλαβε Δαυὶδ τὴν ἀφωρισμένην ἐκ χειρὸς τῶν ἀλλοφύλων.
1And it came to pass after this that David defeated the Philistines, and brought them down, and David took the bridle of tribute out of the hand of the Philistines.
2Καὶ ἐπάταξε Δαυὶδ τὴν Μωὰβ, καὶ διεμέτρησεν αὐτοὺς ἐν σχοινίοις, κοιμίσας αὐτοὺς ἐπὶ τὴν γῆν· καὶ ἐγένετο τὰ δύο σχοινίσματα τοῦ θανατῶσαι, καὶ τὰ δύο σχοινίσματα ἐζώγρησε· καὶ ἐγένετο Μωὰβ τῷ Δαυὶδ εἰς δούλους φέροντας ξένια.
2And he defeated Moab, and measured them with a line, casting them down to the earth: and he measured with two lines, one to put to death, and one to save alive: and Moab was made to serve David under tribute.
3Καὶ ἐπάταξε Δαυὶδ τὸν Ἁδρααζὰρ υἱὸν Ῥαὰβ, βασιλέα Σουβὰ, πορευομένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν Εὐφράτην.
3David defeated also Adarezer the son of Rohob king of Soba, when he went to extend his dominion over the river Euphrates.
4Καὶ προκατελάβετο Δαυὶδ τῶν αὐτοῦ χίλια ἅρματα, καὶ ἑπτὰ χιλιάδας ἱππέων, καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν· καὶ παρέλυσε Δαυὶδ πάντα τὰ ἅρματα, καὶ ὑπελείπετο ἑαυτῷ ἑκατὸν ἅρματα.
4And David took from him a thousand and seven hundred horsemen, and twenty thousand footmen, and houghed all the chariot horses: and only reserved of them for one hundred chariots.
5Καὶ παραγίνεται Συρία Δαμασκοῦ βοηθῆσαι τῷ Ἀδρααζὰρ βασιλεῖ Σουβὰ, καὶ ἐπάταξε Δαυὶδ ἐν τῷ Σύρῳ εἴκοσι δύο χιλιάδας ἀνδρῶν.
5And the Syrians of Damascus came to succour Adarezer the king of Soba: and David slew of the Syrians two and twenty thousand men.
6Καὶ ἔθετο Δαυὶδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκὸν, καὶ ἐγένετο ὁ Σύρος τῷ Δαυὶδ εἰς δούλους φέροντας ξένια· καὶ ἔσωσε Κύριος τὸν Δαυὶδ ἐν πᾶσιν οἷς ἐπορεύετο.
6And David put garrisons in Syria of Damascus: and Syria served David under tribute: and the Lord preserved David in all his enterprises, whithersoever he went.
7Καὶ ἔλαβε Δαυὶδ τοὺς χλιδῶνας τοὺς χρυσοῦς, οἳ ἦσαν ἐπὶ τῶν παίδων τῶν Ἀδρααζὰρ βασιλέως Σουβὰ, καὶ ἤνεγκεν αὐτὰ εἰς Ἱερουσαλήμ· καὶ ἔλαβεν αὐτὰ Σουσακὶμ βασιλεὺς Αἰγύπτου, ἐν τῷ ἀναβῆναι αὐτὸν εἰς Ἱερουσαλὴμ ἐν ἡμέραις Ῥοβοὰμ υἱοῦ Σαλωμῶντος.
7And David took the arms of gold, which the servants of Adarezer wore, and brought them to Jerusalem.
8Καὶ ἐκ τῆς Μετεβὰκ καὶ ἐκ τῶν ἐκλεκτῶν πόλεων τοῦ Ἀδρααζὰρ ἔλαβεν ὁ βασιλεὺς Δαυὶδ χαλκὸν πολὺν σφόδρα· ἐν αὐτῷ ἐποίησε Σαλωμὼν τὴν θάλασσαν τὴν χαλκῆν, καὶ τοὺς στύλους, καὶ τοὺς λουτῆρας, καὶ πάντα τὰ σκεύη.
8And out of Bete, and out of Beroth, cities of Adarezer, king David took an exceeding great quantity of brass.
9Καὶ ἤκουσε Θοοὺ ὁ βασιλεὺς Ἡμὰθ, ὅτι ἐπάταξε Δαυὶδ πᾶσαν τὴν δύναμιν Ἀδρααζὰρ,
9And Thou the king of Emath heard that David had defeated all the forces of Adarezer.
10καὶ ἀπέστειλε Θοοὺ Ἰεδδουρὰμ τὸν υἱὸν αὐτοῦ πρὸς βασιλέα Δαυὶδ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην, καὶ εὐλογῆσαι αὐτὸν ὑπὲρ οὗ ἐπολέμησε τὸν Ἀδρααζὰρ, καὶ ἐπάταξεν αὐτὸν, ὅτι ἀντικείμενος ἦν τῷ Ἀδρααζάρ· καὶ ἐν ταῖς χερσὶν αὐτοῦ ἦσαν σκεύη ἀργυρᾶ, καὶ σκεύη χρυσᾶ, καὶ σκεύη χαλκᾶ.
10And Thou sent Joram his son to king David, to salute him, and to congratulate with him, and to return him thanks: because he had fought against Adarezer, and had defeated him. For Thou was an enemy to Adarezer, and in his hand were vessels of gold, and vessels of silver, and vessels of brass:
11Καὶ ταῦτα ἡγίασεν ὁ βασιλεὺς Δαυὶδ τῷ Κυρίῳ, μετὰ τοῦ ἀργυρίου καὶ μετὰ τοῦ χρυσίου οὗ ἡγίασεν ἐκ πασῶν τῶν πόλεων ὧν κατεδυνάστευσεν,
11And king David dedicated them to the Lord, together with the silver and gold that he had dedicated of all the nations, which he had subdued:
12ἐκ τῆς Ἰδουμαίας, καὶ ἐκ τῆς Μωὰβ, καὶ ἐκ τῶν υἱῶν Ἀμμὼν, καὶ ἐκ τῶν ἀλλοφύλων, καὶ ἐξ Ἀμαλὴκ, καὶ ἐκ τῶν σκύλων Ἀδρααζὰρ υἱοῦ Ῥαὰβ βασιλέως Σουβά.
12Of Syria, and of Moab, and of the children of Ammon, and of the Philistines, and of Amalec, and of the spoils of Adarezer the son of Rohob king of Soba.
13Καὶ ἐποίησε Δαυὶδ ὄνομα· καὶ ἐν τῷ ἀνακάμπτειν αὐτὸν ἐπάταξε τὴν Ἰδουμαίαν ἐν Γεβελὲμ εἰς ὀκτωκαίδεκα χιλιάδας.
13David also made himself a name, when he returned after taking Syria in the valley of the saltpits, killing eighteen thousand:
14Καὶ ἔθετο ἐν τῇ Ἰδουμαίᾳ φρουρὰν, ἐν πάσῃ τῇ Ἰδουμαίᾳ· καὶ ἐγένοντο πάντες οἱ Ἰδουμαῖοι δοῦλοι τῷ βασιλεῖ· καὶ ἔσωσε Κύριος τὸν Δαυὶδ ἐν πᾶσιν οἷς ἐπορεύετο.
14And he put guards in Edom, and placed there a garrison: and all Edom was made to serve David: and the Lord preserved David in all enterprises he went about.
15Καὶ ἐβασίλευσε Δαυὶδ ἐπὶ πάντα Ἰσραήλ· καὶ ἦν Δαυὶδ ποιῶν κρίμα καὶ δικαιοσύνην ἐπὶ πάντα τὸν λαὸν αὐτοῦ.
15And David reigned over all Israel: and David did judgment and justice to all his people.
16Καὶ Ἰωὰβ υἱὸς Σαρουίας ἐπὶ τῆς στρατιᾶς· καὶ Ἰωσαφὰτ υἱὸς Ἀχιλοὺδ ἐπὶ τῶν ὑπομνημάτων·
16And Joab the son of Sarvia was over the army: and Josaphat the son of Ahilud was recorder:
17καὶ Σαδὼκ υἱὸς Ἀχιτὼβ καὶ Ἀχιμέλεχ υἱὸς Ἀβιάθαρ ἱερεῖς· καὶ Σασὰ ὁ γραμματεύς·
17And Sadoc the son of Achitob, and Achimelech the son of Abiathar, were the priests: and Saraias was the scribe:
18καὶ Βαναίας υἱὸς Ἰωδαὲ σύμβουλος· καὶ ὁ Χελεθὶ, καὶ ὁ Φελετὶ, καὶ οἱ υἱοὶ Δαυὶδ αὐλάρχαι ἦσαν.
18And Banaias the son of Joiada was over the Cerethi and Phelethi: and the sons of David were the princes.

Tip: use the ← and → keys to turn chapters.