ΒΑΣΙΛΕΙΩΝ Β
Chapter 12
Septuagint (Brenton Gree…
vs World English Bible
Aa
Text size
Line width
Verse numbers

ΒΑΣΙΛΕΙΩΝ Β 12

Septuagint (Brenton Greek text, with Apocrypha)
World English Bible
1Καὶ ἀπέστειλε Κύριος τὸν Νάθαν τὸν προφήτην πρὸς Δαυίδ· καὶ εἰσῆλθε πρὸς αὐτὸν, καὶ εἶπεν αὐτῷ, δύο ἦσαν ἄνδρες ἐν πόλει μιᾷ, εἷς πλούσιος, καὶ εἷς πένης.
1The LORD sent Nathan to David. He came to him, and said to him, “There were two men in one city: the one rich, and the other poor.
2Καὶ τῷ πλουσίῳ ἦν ποίμνια καὶ βουκόλια πολλὰ σφόδρα.
2The rich man had very many flocks and herds,
3Καὶ τῷ πένητι οὐδὲν ἀλλʼ ἢ ἀμνὰς μία μικρὰ, ἣν ἐκτήσατο καὶ περιεποιήσατο, καὶ ἐξέθρεψεν αὐτὴν, καὶ ἡδρύνθη μετʼ αὐτοῦ καὶ μετὰ τῶν υἱῶν αὐτοῦ ἐπὶ τὸ αὐτὸ, ἐκ τοῦ ἄρτου αὐτοῦ ἤσθιε, καὶ ἐκ τοῦ ποτηρίου αὐτοῦ ἔπινε, καὶ ἐν τῷ κόλπῷ αὐτοῦ ἐκάθευδε, καὶ ἦν αὐτῷ ὡς θυγάτηρ.
3but the poor man had nothing, except one little ewe lamb, which he had bought and raised. It grew up together with him and with his children. It ate of his own food, drank of his own cup, and lay in his bosom, and was like a daughter to him.
4Καὶ ἦλθε πάροδος τῷ ἀνδρὶ τῷ πλουσίῳ, καὶ ἐφείσατο λαβεῖν ἐκ τῶν ποιμνίων αὐτοῦ, καὶ ἐκ τῶν βουκολίων αὐτοῦ, τοῦ ποιῆσαι τῷ ξένῳ ὁδοιπόρῳ τῷ ἐλθόντι πρὸς αὐτὸν, καὶ ἔλαβε τὴν ἀμνάδα τοῦ πένητος. καὶ ἐποίησεν αὐτὴν τῷ ἀνδρὶ τῷ ἐλθόντι πρὸς αὐτόν.
4A traveler came to the rich man, and he didn’t want to take of his own flock and of his own herd to prepare for the wayfaring man who had come to him, but took the poor man’s lamb and prepared it for the man who had come to him.”
5Καὶ ἐθυμώθη ὀργῇ Δαυὶδ σφόδρα τῷ ἀνδρὶ, καὶ εἶπε Δαυὶδ πρὸς Νάθαν, ζῇ Κύριος, ὅτι υἱὸς θανάτου ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο·
5David’s anger burned hot against the man, and he said to Nathan, “As the LORD lives, the man who has done this deserves to die!
6Καὶ τὴν ἀμνάδα ἀποτίσει ἑπταπλασίονα, ἀνθʼ ὧν ὅτι ἐποίησε τὸ ῥῆμα τοῦτο, καὶ περὶ οὗ οὐκ ἐφείσατο.
6He must restore the lamb fourfold, because he did this thing and because he had no pity!”
7Καὶ εἶπε Νάθαν πρὸς Δαυὶδ, σὺ εἶ ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο· τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, ἐγώ εἰμι ὁ χρίσας σε εἰς βασιλέα ἐπὶ Ἰσραὴλ, καὶ ἐγώ εἰμι ἐῤῥυσάμην σε ἐκ χειρὸς Σαοὺλ,
7Nathan said to David, “You are the man! This is what the LORD, the God of Israel, says: ‘I anointed you king over Israel, and I delivered you out of the hand of Saul.
8καὶ ἔδωκά σοι τὸν οἶκον τοῦ κυρίου σου, καὶ τὰς γυναῖκας τοῦ κυρίου σου ἐν τῷ κόλπῳ σου, καὶ ἔδωκά σοι τὸν οἶκον Ἰσραὴλ καὶ Ἰούδα· καὶ εἰ μικρόν ἐστι, προσθήσω σοι κατὰ ταῦτα.
8I gave you your master’s house and your master’s wives into your bosom, and gave you the house of Israel and of Judah; and if that would have been too little, I would have added to you many more such things.
9Τί ὅτι ἐφαύλισας τὸν λόγον Κυρίου, τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς αὐτοῦ; τὸν Οὐρίαν τὸν Χετταῖον ἐπάταξας ἐν ῥομφαίᾳ, καὶ τὴν γυναῖκα αὐτοῦ ἔλαβες σεαυτῷ εἰς γυναῖκα, καὶ αὐτὸν ἀπέκτεινας ἐν ῥομφαίᾳ υἱῶν Ἀμμών.
9Why have you despised the LORD’s word, to do that which is evil in his sight? You have struck Uriah the Hittite with the sword, have taken his wife to be your wife, and have slain him with the sword of the children of Ammon.
10Καὶ νὺν οὐκ ἀποστήσεται ῥομφαία ἐκ τοῦ οἴκου σου ἕως αἰῶνος, ἀνθʼ ὧν ὅτι ἐξουδένωσάς με, καὶ ἔλαβες τὴν γυναῖκα τοῦ Οὐρίου τοῦ Χετταίου, τοῦ εἶναί σοι εἰς γυναῖκα.
10Now therefore the sword will never depart from your house, because you have despised me and have taken Uriah the Hittite’s wife to be your wife.’
11Τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ σὲ κακὰ ἐκ τοῦ οἴκου σου, καὶ λήψομαι τὰς γυναῖκάς σου κατʼ ὀφθαλμούς σου, καὶ δώσω τῷ πλησίον σου, καὶ κοιμηθήσεται μετὰ τῶν γυναικῶν σου ἐναντίον τοῦ ἡλίου τούτου.
11“This is what the LORD says: ‘Behold, I will raise up evil against you out of your own house; and I will take your wives before your eyes and give them to your neighbor, and he will lie with your wives in the sight of this sun.
12Ὅτι σὺ ἐποίησας κρυβῇ, κᾀγὼ ποιήσω τὸ ῥῆμα τοῦτο ἐναντίον παντὸς Ἰσραὴλ, καὶ ἀπέναντι τοῦ ἡλίου τούτου.
12For you did this secretly, but I will do this thing before all Israel, and before the sun.’”
13Καὶ εἶπε Δανὶδ τῷ Νάθαν, ἡμάρτηκα τῷ Κυρίῳ· καὶ εἶπε Νάθαν πρὸς Δαυὶδ, καὶ Κύριος παρεβίβασε τὸ ἁμάρτημά σου· οὐ μὴ ἀποθάνῃς.
13David said to Nathan, “I have sinned against the LORD.” Nathan said to David, “The LORD also has put away your sin. You will not die.
14Πλὴν ὅτι παροργίζων παρώργισας τοὺς ἐχθροὺς Κυρίου ἐν τῷ ῥήματι τούτῳ, καί γε ὁ υἱός σου ὁ τεχθείς σοι θανάτῳ ἀποθανεῖται.
14However, because by this deed you have given great occasion to the LORD’s enemies to blaspheme, the child also who is born to you will surely die.”
15Καὶ ἀπῆλθε Νάθαν εἰς τὸν οἶκον αὐτοῦ· καὶ ἔθραυσε Κύριος τὸ παιδίον ὃ ἔτεκεν ἡ γυνὴ Οὐρίου τοῦ Χετταίου τῷ Δαυὶδ, καὶ ἠῤῥώστησε.
15Then Nathan departed to his house. The LORD struck the child that Uriah’s wife bore to David, and he was very sick.
16Καὶ ἐζήτησε Δαυὶδ τὸν Θεὸν περὶ τοῦ παιδαρίου, καὶ ἐνήστευσε Δαυὶδ νηστείαν, καὶ εἰσῆλθε καὶ ηὐλίσθη ἐπὶ τῆς γῆς.
16David therefore begged God for the child; and David fasted, and went in and lay all night on the ground.
17Καὶ ἀνέστησαν ἐπʼ αὐτὸν οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ ἐγεῖραι αὐτὸν ἀπὸ τῆς γῆς, καὶ οὐκ ἠθέλησε, καὶ οὐ συνέφαγεν αὐτοῖς ἄρτον.
17The elders of his house arose beside him, to raise him up from the earth; but he would not, and he didn’t eat bread with them.
18Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ ἀπέθανε τὸ παιδάριον· καὶ ἐφοβήθησαν οἱ δοῦλοι Δαυὶδ ἀναγγεῖλαι αὐτῷ, ὅτι τέθνηκε τὸ παιδάριον, ὅτι εἶπον, ἰδοὺ ἐν τῷ τὸ παιδάριον ἔτι ζῇν ἐλαλήσαμεν πρὸς αὐτὸν, καὶ οὐκ εἰσήκουσε τῆς φωνῆς ἡμῶν· καὶ πῶς εἴπωμεν πρὸς αὐτὸν ὅτι τέθνηκε τὸ παιδάριον, καὶ ποιήσει κακά;
18On the seventh day, the child died. David’s servants were afraid to tell him that the child was dead, for they said, “Behold, while the child was yet alive, we spoke to him and he didn’t listen to our voice. How will he then harm himself if we tell him that the child is dead?”
19Καὶ συνῆκε Δαυὶδ, ὅτι οἱ παῖδες αὐτοῦ ψιθυρίζουσι, καὶ ἐνόησε Δαυὶδ ὅτι τέθνηκε τὸ παιδάριον· καὶ εἶπε Δαυὶδ πρὸς τοὺς παῖδας αὐτοῦ, εἰ τέθνηκε τὸ παιδάριον; καὶ εἶπαν, τέθνηκε.
19But when David saw that his servants were whispering together, David perceived that the child was dead; and David said to his servants, “Is the child dead?” They said, “He is dead.”
20Καὶ ἀνέστη Δαυὶδ ἐκ τῆς γῆς, καὶ ἐλούσατο, καὶ ἠλείψατο, καὶ ἤλλαξε τὰ ἱμάτια αὐτοῦ, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ προσεκύνησεν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, καὶ ᾔτησεν ἄρτον φαγεῖν, καὶ παρέθηκαν αὐτῷ ἄρτον, καὶ ἔφαγε.
20Then David arose from the earth, and washed and anointed himself, and changed his clothing; and he came into the LORD’s house, and worshiped. Then he came to his own house; and when he requested, they set bread before him and he ate.
21Καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν, τί τὸ ῥῆμα τοῦτο ὃ ἐποίησας ἕνεκα τοῦ παιδαρίου; ἔτι ζῶντος ἐνήστευες καὶ ἔκλαιες καὶ ἠγρύπνεις, καὶ ἡνίκα ἀπέθανε τὸ παιδάριον, ἀνέστης, καὶ ἔφαγες ἄρτον, καὶ πέπωκας;
21Then his servants said to him, “What is this that you have done? You fasted and wept for the child while he was alive, but when the child was dead, you rose up and ate bread.”
22Καὶ εἶπε Δαυὶδ, ἐν τῷ τὸ παιδάριον ἔτι ζῇν ἐνήστευσα καὶ ἔκλαυσα, ὅτι εἶπα, τίς οἶδεν εἰ ἐλεήσει με Κύριος, καὶ ζήσεται τὸ παιδάριον;
22He said, “While the child was yet alive, I fasted and wept; for I said, ‘Who knows whether the LORD will not be gracious to me, that the child may live?’
23Καὶ νῦν τέθνηκεν, ἱνατί τοῦτο ἐγὼ νηστεύω; μὴ δυνήσομαι ἐπιστρέψαι αὐτὸν ἔτι; ἐγὼ πορεύσομαι πρὸς αὐτόν, καὶ αὐτὸς οὐκ ἀναστρέψει πρὸς μέ.
23But now he is dead. Why should I fast? Can I bring him back again? I will go to him, but he will not return to me.”
24Καὶ παρεκάλεσε Δαυὶδ Βηρσαβεὲ τὴν γυναῖκα αὐτοῦ, καὶ εἰσῆλθε πρὸς αὐτὴν, καὶ ἐκοιμήθη μετʼ αὐτῆς, καὶ συνέλαβε καὶ ἔτεκεν υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σαλωμὼν, καὶ Κύριος ἠγάπησεν αὐτόν.
24David comforted Bathsheba his wife, and went in to her, and lay with her. She bore a son, and he called his name Solomon. The LORD loved him;
25Καὶ ἀπέστειλεν ἐν χειρὶ Νάθαν τοῦ προφήτου, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰεδδεδὶ, ἕνεκεν Κυρίου.
25and he sent by the hand of Nathan the prophet, and he named him Jedidiah, for the LORD’s sake.
26Καὶ ἐπολέμησεν Ἰωὰβ ἐν Ῥαββὰθ υἱῶν Ἀμμὼν, καὶ κατέλαβε τὴν πόλιν τῆς βασιλείας.
26Now Joab fought against Rabbah of the children of Ammon, and took the royal city.
27Καὶ ἀπέστειλεν Ἰωὰβ ἀγγέλους πρὸς Δαυὶδ, καὶ εἶπεν, ἐπολέμησα ἐν Ῥαββὰθ, καὶ κατελαβόμην τὴν πόλιν τῶν ὑδάτων.
27Joab sent messengers to David, and said, “I have fought against Rabbah. Yes, I have taken the city of waters.
28Καὶ νῦν συνάγαγε τὸ κατάλοιπον τοῦ λαοῦ, καὶ παρέμβαλε ἐπὶ τὴν πόλιν, καὶ προκαταλαβοῦ αὐτὴν, ἵνα μὴ προκαταλάβωμαι ἐγὼ τὴν πόλιν, καὶ κληθῇ τὸ ὄνομά μου ἐπʼ αὐτήν.
28Now therefore gather the rest of the people together, and encamp against the city and take it; lest I take the city, and it be called by my name.”
29Καὶ συνήγαγε Δαυὶδ πάντα τὸν λαὸν, καὶ ἐπορεύθη εἰς Ῥαββὰθ, καὶ ἐπολέμησεν ἐν αὐτῇ, καὶ κατελάβετο αὐτήν.
29David gathered all the people together and went to Rabbah, and fought against it and took it.
30Καὶ ἔλαβε τὸν στέφανον Μολχὸμ τοῦ βασιλέως αὐτῶν ἀπὸ τῆς κεφαλῆς αὐτοῦ, καὶ ὁ σταθμὸς αὐτοῦ τάλαντον χρυσίου, καὶ λίθου τιμίου, καὶ ἦν ἐπὶ τῆς κεφαλῆς Δαυὶδ, καὶ σκῦλα τῆς πόλεως ἐξήνεγκε πολλὰ σφόδρα.
30He took the crown of their king from off his head; and its weight was a talent of gold, and in it were precious stones; and it was set on David’s head. He brought a great quantity of plunder out of the city.
31Καὶ τὸν λαὸν τὸν ὄντα ἐν αὐτῇ ἐξήγαγε, καὶ ἔθηκεν ἐν τῷ πρίονι, καὶ ἐν τοῖς τριβόλοις τοῖς σιδηροῖς, καὶ ὑποτομεῦσι σιδηροῖς, καὶ διήγαγεν αὐτοὺς διὰ τοῦ πλινθίου· καὶ οὕτως ἐποίησε πάσαις ταῖς πόλεσιν υἱῶν Ἀμμών· καὶ ἐπέστρεψε Δαυὶδ καὶ πᾶς ὁ λαὸς εἰς Ἰερουσαλήμ.
31He brought out the people who were in it, and put them to work under saws, under iron picks, under axes of iron, and made them go to the brick kiln; and he did so to all the cities of the children of Ammon. Then David and all the people returned to Jerusalem.

Tip: use the ← and → keys to turn chapters.