ΒΑΣΙΛΕΙΩΝ Α 19
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Freedom Bible (Thai)
1Καὶ ἐλάλησε Σαοὺλ πρὸς Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ, καὶ πρὸς πὰντας τοὺς παῖδας αὐτοῦ θανατῶσαι τὸν Δαυίδ.
1ซาอูลบอกโยนาธานลูกชายและคนรับใช้ทั้งหมดให้ฆ่าดาวิด แต่โยนาธานลูกของซาอูลรักใคร่ดาวิดมาก
2Καὶ Ἰωνάθαν ὁ υἱὸς Σαοὺλ ἡρεῖτο τὸν Δαυὶδ σφόδρα· καὶ ἀπήγγειλεν Ἰωνάθαν τῷ Δαυὶδ, λέγων, Σαοὺλ ζητεῖ θανατῶσαί σε· φύλαξαι οὖν αὔριον πρωῒ, καὶ κρύβηθι καὶ κάθισον κρυδῇ·
2โยนาธานเตือนดาวิดว่า “ซาอูลพ่อของฉันอยากฆ่าเจ้า พรุ่งนี้เช้าจงระวังตัว ไปซ่อนในที่ลับ
3Καὶ ἐγὼ ἐξελεύσομαι καὶ στήσομαι ἐχόμενος τοῦ πατρός μου ἐν ἀγρῷ οὗ ἐὰν ᾖς ἐκεῖ· καὶ ἐγὼ λαλήσω περὶ σοῦ πρὸς τὸν πατέρα μου, καὶ ὄψομαι ὅ, τι ἐὰν ᾖ, καὶ ἀπαγγελῶ σοι.
3ฉันจะออกไปยืนข้างพ่อในทุ่งที่เจ้าซ่อนอยู่ แล้วพูดเรื่องเจ้ากับเขา หากรู้อะไรจะบอกเจ้า”
4Καὶ ἐλάλησεν Ἰωνάθαν περὶ Δαυὶδ ἀγαθὰ πρὸς Σαοὺλ τὸν πατέρα αὐτοῦ, καὶ εἶπε πρὸς αὐτὸν, μὴ ἁμαρτησάτω ὁ βασιλεὺς εἰς τὸν δοῦλόν σου Δαυὶδ, ὅτι οὐχ ἡμάρτηκεν εἰς σὲ, καὶ τὰ ποιήματα αὐτοῦ ἀγαθὰ σφόδρα·
4โยนาธานพูดถึงดาวิดในทางดีให้ซาอูลพ่อฟังว่า “อย่าให้กษัตริย์ทำบาปต่อดาวิดคนรับใช้ของท่านเลย เขาไม่ได้ทำผิดต่อท่าน และสิ่งที่เขาทำก็เป็นประโยชน์อย่างยิ่งต่อท่าน
5Καὶ ἔθετο τὴν ψυχὴν αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐπάταξε τὸν ἀλλόφυλον, καὶ ἐποίησε Κύριος σωτηρίαν μεγάλην, καὶ πᾶς Ἰσραὴλ εἶδον, καὶ ἐχάρησαν· καὶ ἱνατί ἁμαρτάνεις εἰς αἷμα ἀθῶον θανατῶσαι τὸν Δαυὶδ δωρεάν;
5เขาเสี่ยงชีวิตฆ่าชาวฟีลิสเตียคนนั้น พระยาห์เวห์ทรงนำชัยชนะยิ่งใหญ่มาสู่อิสราเอล ท่านเห็นกับตาและเคยยินดี แล้วทำไมจะทำบาปด้วยการฆ่าคนบริสุทธิ์อย่างดาวิดโดยไม่มีเหตุ?”
6Καὶ ἤκουσε Σαοὺλ τῆς φωνῆς Ἰωνάθαν· καὶ ὤμοσε Σαοὺλ, λέγων, ζῇ Κύριος, εἰ ἀποθανεῖται.
6ซาอูลฟังโยนาธานแล้วสาบานว่า “พระยาห์เวห์ทรงพระชนม์อยู่แน่ฉันใด ดาวิดก็จะไม่ถูกฆ่าฉันนั้น”
7Καὶ ἐκάλεσεν Ἰωνάθαν τὸν Δαυὶδ, καὶ ἀπήγγειλεν αὐτῷ πάντα τὰ ῥήματα ταῦτα· καὶ εἰσήγαγεν Ἰωνάθαν τὸν Δαυὶδ πρὸς Σαοὺλ, καὶ ἦν ἐνώπιον αὐτοῦ, ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν.
7โยนาธานเรียกดาวิดมาเล่าเรื่องทั้งหมด แล้วพาไปหาซาอูล ดาวิดจึงกลับไปอยู่ต่อหน้าเขาเหมือนก่อน
8Καὶ προσέθετο ὁ πόλεμος γενέσθαι πρὸς Σαοὺλ, καὶ κατίσχυσε Δαυὶδ, καὶ ἐπολέμησε τοὺς ἀλλοφύλους, καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην σφόδρα, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ.
8เกิดสงครามอีก ดาวิดออกไปสู้ชาวฟีลิสเตีย ฆ่าพวกเขาจำนวนมากจนต้องหนีไป
9Καὶ ἐγένετο πνεῦμα Θεοῦ πονηρὸν ἐπὶ Σαοὺλ, καὶ αὐτὸς ἐν οἴκῳ καθεύδων, καὶ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ Δαυὶδ ἔψαλλε ταῖς χερσὶν αὐτοῦ.
9วิญญาณชั่วจากพระยาห์เวห์มาถึงซาอูลขณะเขานั่งถือหอกอยู่ในบ้าน และดาวิดกำลังเล่นดนตรี
10Καὶ ἐζήτει Σαοὺλ πατάξαι τὸ δόρυ εἰς Δαυίδ· καὶ ἀπέστη Δαυὶδ ἐκ προσώπου Σαούλ· καὶ ἐπάταξε τὸ δόρυ εἰς τὸν τοῖχον· καὶ Δαυὶδ ἀνεχώρησε καὶ διεσώθη.
10ซาอูลพยายามใช้หอกตรึงดาวิดติดกำแพง แต่ดาวิดหลบพ้น หอกจึงปักกำแพง ดาวิดหนีรอดไปในคืนนั้น
11Καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ ἀπέστειλε Σαοὺλ ἀγγελους εἰς οἶκον Δαυὶδ φυλάξαι αὐτὸν, τοῦ θανατῶσαι αὐτὸν πρωΐ· καὶ ἀπήγγειλε τῷ Δαυὶδ Μελχὸλ ἡ γυνὴ αὐτοῦ, λέγουσα, ἐὰν μὴ σὺ σώσῃς τὴν ψυχὴν σαυτοῦ τὴν νύκτα ταύτην, αὔριον θανατωθήσῃ.
11ซาอูลส่งคนไปเฝ้าบ้านดาวิด เพื่อจะฆ่าเขาตอนเช้า มีคาลภรรยาของดาวิดเตือนว่า “ถ้าคืนนี้เธอไม่หนีเอาชีวิตรอด พรุ่งนี้เธอจะถูกฆ่า”
12Καὶ κατάγει ἡ Μελχὸλ τὸν Δαυὶδ διὰ τῆς θυρίδος, καὶ ἀπῆλθε καὶ ἔφυγε καὶ σώζεται.
12มีคาลจึงหย่อนดาวิดลงทางหน้าต่าง เขาหนีรอดไป
13Καὶ ἔλαβεν ἡ Μελχὸλ τὰ κενοτάφια, καὶ ἔθετο ἐπὶ τὴν κλίνην, καὶ ἧπαρ τῶν αἰγῶν ἔθετο πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκάλυψεν αὐτὰ ἱματίῳ.
13มีคาลนำเทราฟิม มาวางบนเตียง เอาหมอนที่ทำจากขนแพะวางตรงส่วนหัว แล้วคลุมด้วยเสื้อผ้า
14Καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους λαβεῖν τὸν Δαυὶδ, καὶ λέγουσιν ἐνοχλεῖσθαι αὐτόν.
14เมื่อคนของซาอูลมาจับดาวิด นางบอกว่า “เขาป่วย”
15Καὶ ἀποστέλλει ἐπὶ τὸν Δαυὶδ, λέγων, ἀγάγετε αὐτὸν ἐπὶ τῆς κλίνης πρὸς μὲ τοῦ θανατῶσαι αὐτόν.
15ซาอูลสั่งคนไปดูดาวิดอีกว่า “หามเขามาหาฉันทั้งเตียง ฉันจะฆ่าเขา”
16Καὶ ἔρχονται οἱ ἄγγελοι, καὶ ἰδοὺ τὰ κενοτάφια ἐπὶ τῆς κλίνης, καὶ ἧπαρ τῶν αἰγῶν πρὸς κεφαλῆς αὐτοῦ.
16เมื่อคนเหล่านั้นเข้าไป ก็เห็นเทราฟิมบนเตียง มีหมอนขนแพะอยู่ตรงส่วนหัว
17Καὶ εἶπε Σαοὺλ τῇ Μελχὸλ, ἱνατί οὕτως παρελογίσω με, καὶ ἐξαπέστειλας τὸν ἐχθρόν μου, καὶ διεσώθη; καὶ εἶπε Μελχὸλ τῷ Σαοὺλ, αὐτὸς εἶπεν, ἐξαπόστειλόν με, εἰ δὲ μὴ, θανατώσω σε.
17ซาอูลถามมีคาลว่า “ทำไมเจ้าหลอกฉัน ปล่อยศัตรูของฉันหนีไป?” มีคาลตอบพ่อว่า “เขาบอกดิฉันว่า ‘ปล่อยฉันไป! จะให้ฉันฆ่าเธอหรือ?’”
18Καὶ Δαυὶδ ἔφυγε καὶ διεσώθη, καὶ παραγίνεται πρὸς Σαμουὴλ εἰς Ἀρμαθαὶμ, καὶ ἀπαγγέλλει αὐτῷ πάντα ὅσα ἐποίησεν αὐτῷ Σαούλ· καὶ ἐπορεύθη Σαμουὴλ καὶ Δαυὶδ, καὶ ἐκάθισαν ἐν Ναυὰθ ἐν Ῥαμᾶ.
18ดาวิดหนีมาหาซามูเอลที่รามาห์ เล่าเรื่องที่ซาอูลทำกับตนให้ฟัง แล้วทั้งสองไปอยู่ที่นาโยท
19Καὶ ἀπηγγέλη τῷ Σαοὺλ, λέγοντες, ἰδοὺ Δαυὶδ ἐν Ναυὰθ ἐν Ῥαμᾴ.
19มีคนบอกซาอูลว่า “ดาวิดอยู่ที่นาโยทในรามาห์”
20Καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους λαβεῖν τὸν Δαυὶδ, καὶ εἶδον τὴν ἐκκλησίαν τῶν προφητῶν, καὶ Σαμουὴλ εἱστήκει καθεστηκὼς ἐπʼ αὐτῶν· καὶ ἐγενήθη ἐπὶ τούς ἀγγέλους τοῦ Σαοὺλ πνεῦμα Θεοῦ, καὶ προφητεύουσι.
20ซาอูลส่งคนไปจับดาวิด แต่เมื่อพวกเขาเห็นกลุ่มผู้เผยพระวจนะกำลังเผยพระวจนะ และซามูเอลยืนเป็นผู้นำอยู่ พระวิญญาณของพระเจ้าก็เสด็จมาเหนือคนของซาอูล พวกเขาจึงเผยพระวจนะด้วย
21Καὶ ἀπηγγέλη τῷ Σαοὺλ, καὶ ἀπέστειλεν ἀγγέλους ἑτέρους, καὶ ἐπροφήτευσαν καὶ αὐτοί· καὶ προσέθετο Σαοὺλ ἀποστεῖλαι ἀγγέλους τρίτους, καὶ ἐπροφήτευσαν καὶ αὐτοί.
21ซาอูลได้ข่าวก็ส่งคนกลุ่มที่สองไป พวกเขาก็เผยพระวจนะเช่นกัน ส่งกลุ่มที่สามไป พวกเขาก็เผยพระวจนะอีก
22Καὶ ἐθυμώθη ὀργῇ Σαοὺλ, καὶ ἐπορεύθη καὶ αὐτὸς εἰς Ἁρμαθαὶμ, καὶ ἔρχεται ἕως τοῦ φρέατος τοῦ ἅλω τοῦ ἐν τῷ Σεφί, καὶ ἠρώτησε καὶ εἶπε, ποῦ Σαμουὴλ καὶ Δαυίδ; καὶ εἶπαν, ἰδοὺ ἐν Ναυὰθ ἐν Ῥαμᾷ.
22ซาอูลจึงไปยังรามาห์ด้วยตนเอง พอมาถึงบ่อน้ำใหญ่ที่เสคู เขาถามว่า “ซามูเอลกับดาวิดอยู่ที่ไหน?” คนหนึ่งตอบว่า “อยู่ที่นาโยทในรามาห์”
23Καὶ ἐπορεύθη ἐκεῖθεν εἰς Ναυὰθ ἐν Ῥαμᾷ· καὶ ἐγενήθη καὶ ἐπʼ αὐτῷ πνεῦμα Θεοῦ, καὶ ἐπορεύετο προφητεύων ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Ναυὰθ ἐν Ῥαμᾷ.
23เขาจึงไปที่นาโยทในรามาห์ พระวิญญาณของพระเจ้าเสด็จมาเหนือเขาด้วย เขาเผยพระวจนะไปตลอดทางจนถึงนาโยท
24Καὶ ἐξεδύσατο τὰ ἱμάτια αὐτοῦ, καὶ ἐπροφήτευσεν ἐνώπιον αὐτῶν· καὶ ἔπεσε γυμνὸς ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα· διὰ τοῦτο ἔλεγον, εἰ καὶ Σαοὺλ ἐν προφήταις;
24ซาอูลถอดเสื้อผ้าออก เผยพระวจนะต่อหน้าซามูเอล และนอนเปลือยอยู่ทั้งวันทั้งคืน จึงเกิดคำพูดว่า “ซาอูลก็เป็นหนึ่งในผู้เผยพระวจนะด้วยหรือ?”
Tip: use the ← and → keys to turn chapters.