ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α 9
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Septuagint (Greek Old Testament), second edition
1Καὶ πᾶς Ἰσραὴλ ὁ συλλοχισμὸς αὐτῶν· καὶ οὗτοι καταγεγραμμένοι ἐν βιβλίῳ τῶν βασιλέων Ἰσραὴλ καὶ Ἰούδα, μετὰ τῶν ἀποικισθέντων εἰς Βαβυλῶνα ἐν ταῖς ἀνομίαις αὐτῶν,
1ΚΑΙ πᾶς Ἰσραὴλ ὁ συλλοχισμὸς αὐτῶν, καὶ οὗτοι καταγεγραμμένοι ἐν βιβλίῳ τῶν βασιλέων Ἰσραὴλ καὶ Ἰούδα μετὰ τῶν ἀποικισθέντων εἰς Βαβυλῶνα ἐν ταῖς ἀνομίαις αὐτῶν,
2καὶ οἱ κατοικοῦντες πρότερον ἐν ταῖς κατασχέσεσιν αὐτῶν ἐν ταῖς πόλεσιν Ἰσραὴλ, οἱ ἱερεῖς, οἱ Λευῖται, καὶ οἱ δεδομένοι.
2καὶ οἱ κατοικοῦντες πρότερον ἐν ταῖς κατασχέσεσιν αὐτῶν ἐν ταῖς πόλεσιν Ἰσραήλ, οἱ ἱερεῖς, οἱ Λευῖται καὶ οἱ δεδομένοι.
3Καὶ ἐν Ἱερουσαλὴμ κατῴκησαν ἀπὸ τῶν υἱῶν Ἰούδα, καὶ ἀπὸ τῶν υἱῶν Βενιαμὶν, καὶ ἀπὸ τῶν υἱῶν Ἐφραῒμ, καὶ Μανασσῆ.
3καὶ ἐν Ἱερουσαλὴμ κατῴκησαν ἀπὸ τῶν υἱῶν Ἰούδα καὶ ἀπὸ τῶν υἱῶν Βενιαμὶν καὶ ἀπὸ τῶν υἱῶν Ἐφραὶμ καὶ Μανασσῆ·
4Καὶ Γνωθὶ, καὶ υἱὸς Σαμιοὺδ, υἱοῦ Ἀμρὶ, υἱοῦ Ἀμβραῒμ, υἱοῦ Βουνὶ, υἱοῦ υἱῶν Φαρὲς, υἱοῦ Ἰούδα.
4Γνωθὶ καὶ υἱὸς Ἀμμιούδ, υἱοῦ Ἀμρί, υἱοῦ υἱῶν Φαρὲς υἱοῦ Ἰούδα.
5Καὶ ἐκ τῶν Σηλωνὶ, Ἀσαΐα πρωτότοκος αὐτοῦ, καὶ ὁ ὑοὶ αὐτοῦ.
5καὶ ἐκ τῶν Σηλωνί· Ἀσαΐα πρωτότοκος αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ.
6Ἐκ τῶν υἱῶν Ζαρὰ, Ἰεὴλ, καὶ ἀδελφοὶ αὐτῶν ἑξακόσιοι καὶ ἐννενήκοντα.
6ἐκ τῶν υἱῶν Ζαρά· Ἰεὴλ καὶ ἀδελφοὶ αὐτῶν, ἑξακόσιοι καὶ ἐνενήκοντα.
7Καὶ ἐκ τῶν υἱῶν Βενιαμὶν Σαλὼμ υἱὸς Μοσλλὰμ, υἱοῦ Ὠδουΐα, υἱοῦ Ἀσινοῦ,
7καὶ ἐκ τῶν υἱῶν Βενιαμίν· Σαλὼ υἱὸς Μοσολλὰμ υἱοῦ Ὠδουΐα υἱοῦ Ἀσινοῦ
8καὶ Ἰεμναὰ υἱὸς Ἱεροβοὰμ, καὶ Ἠλώ· οὗτοι υἱοὶ Ὀζὶ υἱοῦ Μαχίρ· καὶ Μοσολλὰμ υἱὸς Σαφατία, υἱοῦ Ῥαγουὴλ, υἱοῦ Ἰεμναῒ,
8καὶ Ἰεμναὰ υἱὸς Ἱεροβοὰμ καὶ Ἠλώ· οὗτοι υἱοὶ Ὀζὶ υἱοῦ Μαχίρ· καὶ Μασσαλὴμ υἱὸς Σαφατία υἱοῦ Ραγουὴλ υἱοῦ Ἰεμναΐ
9καὶ ἀδελφοὶ αὐτῶν κατὰ γενέσεις αὐτῶν ἐννακόσιοι πεντηκονταὲξ, πάντες οἱ ἄνδρες ἄρχοντες πατριῶν κατʼ οἴκους πατριῶν αὐτῶν.
9καὶ ἀδελφοὶ αὐτῶν κατὰ γενέσεις αὐτῶν, ἐννακόσιοι πεντηκονταέξ, πάντες οἱ ἄνδρες ἄρχοντες πατριῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν.
10Καὶ ἀπὸ τῶν ἱερέων, Ἰωδαὲ, καὶ Ἰωαρὶμ, καὶ Ἰαχὶν,
10καὶ ἀπὸ τῶν ἱερέων· Ἰωδαὲ καὶ Ἰωαρὶμ καὶ Ἰαχὶν
11καὶ Ἀζαρία υἱὸς Χελκία υἱοῦ Μοσολλὰμ, υἱοῦ Σαδὼκ, υἱοῦ Μαραϊὼθ, υἱοῦ Ἀχιτὼβ ἡγουμένου οἴκου τοῦ Θεοῦ,
11καὶ Ἀζαρία υἱὸς Χελκία υἱοῦ Μοσολλὰμ υἱοῦ Σαδὼκ υἱοῦ Μαραϊὼθ υἱοῦ Ἀχιτὼβ ἡγούμενος οἴκου τοῦ Θεοῦ
12καὶ Ἀδαΐα υἱὸς Ἰραὰμ, υἱοῦ Φασχὼρ, υἱοῦ Μελχία, καὶ Μαασαία υἱὸς Ἀδιὴλ, υἱοῦ Ἐζιρὰ, υἱοῦ Μοσολλὰμ, υἱοῦ Μασελμὼθ, υἱοῦ Ἐμμὴρ,
12καὶ Ἀδαΐα υἱὸς Ἰραὰμ υἱοῦ Φασχὼρ υἱοῦ Μελχία καὶ Μαασαία υἱὸς Ἀδιὴλ υἱοῦ Ἐζιρὰ υἱοῦ Μοσολλὰμ υἱοῦ Μασελμὼθ υἱοῦ Ἐμμὴρ
13καὶ ἀδελφοὶ αὐτῶν ἄρχοντες οἴκων πατριῶν αὐτῶν, χίλιοι καὶ ἑπτακόσιοι καὶ ἑξήκοντα, ἰσχυροὶ δυνάμει εἰς ἐργασίαν λειτουργίας οἴκου τοῦ Θεοῦ.
13καὶ ἀδελφοὶ αὐτῶν ἄρχοντες οἴκων πατριῶν αὐτῶν χίλιοι καὶ ἑπτακόσιοι καὶ ἑξήκοντα, ἰσχυροὶ δυνάμει εἰς ἐργασίαν λειτουργίας οἴκου τοῦ Θεοῦ.
14Καὶ ἐκ τῶν Λευιτῶν, Σαμαΐα υἱὸς Ἀσὼβ, υἱοῦ Ἐζρικὰμ, υἱοῦ Ἀσαβία, ἐκ τῶν υἱῶν Μεραρί.
14καὶ ἐκ τῶν Λευιτῶν· Σαμαΐα υἱὸς Ἀσὼβ υἱοῦ Ἐζρικὰμ υἱοῦ Ἀσαβία ἐκ τῶν υἱῶν Μεραρί,
15Καὶ Βακβακὰρ, καὶ Ἀρὴς, καὶ Γαλαὰλ, καὶ Ματθανίας υἱὸς Μιχὰ, υἱοῦ Ζεχρὶ, υἱοῦ Ἀσάφ.
15καὶ Βακβακὰρ καὶ Ἀρὴς καὶ Γαλαὰλ καὶ Ματθανίας υἱὸς Μιχὰ υἱοῦ Ζεχρὶ υἱοῦ Ἀσὰφ
16Καὶ Ἀβδία υἱὸς Σαμία, υἱοῦ Γαλαὰλ, υἱοῦ Ἰδιθοὺν, καὶ Βαραχία υἱὸς Ὀσσὰ, υἱοῦ Ἑλκανὰ, ὁ κατοικῶν ἐν ταῖς κώμαις Νωτεφατί.
16καὶ Ἀβδία υἱὸς Σαμία υἱοῦ Γαλαὰλ υἱοῦ Ἰδιθοῦν καὶ Βαραχία υἱὸς Ὀσσὰ υἱοῦ Ἑλκανά, ὁ κατοικῶν ἐν ταῖς κώμαις Νετωφατί.
17Οἱ πυλωροὶ, Σαλὼμ, Ἀκοὺμ, Τελμὼν, καὶ Διμὰν, καὶ ἀδελφοὶ αὐτῶν· Σαλὼμ ὁ ἄρχων,
17οἱ πυλωροί· Σαλώμ, Ἀκούμ, Τελμὼν καὶ Αἰμὰν καὶ ἀδελφοὶ αὐτῶν, Σαλὼμ ὁ ἄρχων·
18καὶ ἕως ταύτης ἐν τῇ πύλῃ τοῦ βασιλέως κατʼ ἀνατολάς· αὗται αἱ πύλαι τῶν παρεμβολῶν υἱῶν Λευί.
18καὶ ἕως ταύτης ἐν τῇ πύλῃ τοῦ βασιλέως κατ᾿ ἀνατολάς· αὗται αἱ πύλαι τῶν παρεμβολῶν υἱῶν Λευί.
19Καὶ Σελλοὺμ υἱὸς Κορὲ, υἱοῦ Ἀβιασὰφ, υἱοῦ Κορέ· καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς οἶκον πατρὸς αὐτοῦ, οἱ Κορῖται ἐπὶ τῶν ἔργων τῆς λειτουργίας φυλάσσοντες τὰς φυλακὰς τῆς σκηνῆς· καὶ πατέρες αὐτῶν ἐπὶ τῆς παρεμβολῆς Κυρίου φυλάσσοντες τὴν εἴσοδον.
19καὶ Σαλὼμ υἱὸς Κωρὴ υἱοῦ Ἀβιασὰφ υἱοῦ Κορέ. καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς οἶκον πατρὸς αὐτοῦ, οἱ Κορῖται, ἐπὶ τῶν ἔργων τῆς λειτουργίας φυλάσσοντες τὰς φυλακὰς τῆς σκηνῆς, καὶ πατέρες αὐτῶν ἐπὶ τῆς παρεμβολῆς Κυρίου φυλάσσοντες τὴν εἴσοδον.
20Καὶ Φινεὲς υἱὸς Ἐλεάζαρ ἡγούμενος ἦν ἐπʼ αὐτῶν ἔμπροσθεν Κυρίου, καὶ οὗτοι μετʼ αὐτοῦ.
20καὶ Φινεὲς υἱὸς Ἐλεάζαρ ἡγούμενος ἦν ἐπ᾿ αὐτῶν ἔμπροσθεν Κυρίου, καὶ οὗτοι μετ᾿ αὐτοῦ.
21Ζαχαρίας υἱὸς Μοσολλαμὶ πυλωρὸς τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου.
21Ζαχαρίας υἱὸς Μασαλαμὶ πυλωρὸς τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου.
22Πάντες οἱ ἐκλεκτοὶ ἐπὶ τῆς πύλης ἐν ταῖς πύλαις διακόσιοι καὶ δεκαδύο· οὗτοι ἐν ταῖς αὐλαῖς αὐτῶν, ὁ καταλοχισμὸς αὐτῶν· τούτους ἔστησε Δαυὶδ καὶ Σαμουὴλ ὁ βλέπων τῇ πίστει αὐτῶν.
22πάντες οἱ ἐκλεκτοὶ ἐπὶ τῆς πύλης ἐν ταῖς πύλαις διακόσιοι καὶ δεκαδύο· οὗτοι ἐν ταῖς αὐλαῖς αὐτῶν, ὁ καταλοχισμὸς αὐτῶν· τούτους ἔστησε Δαυὶδ καὶ Σαμουὴλ ὁ βλέπων τῇ πίστει αὐτῶν.
23Καὶ οὗτοι καὶ οἱ υἱοὶ αὐτῶν ἐπὶ τῶν πύλων ἐν οἴκῳ Κυρίου, καὶ ἐν οἴκῳ τῆς σκηνῆς τοῦ φυλάσσειν.
23καὶ οὗτοι καὶ οἱ υἱοὶ αὐτῶν ἐπὶ τῶν πυλῶν ἐν οἴκῳ Κυρίου καὶ ἐν οἴκῳ τῆς σκηνῆς τοῦ φυλάσσειν.
24Κατὰ τοὺς τέσσαρας ἀνέμους ἦσαν αἱ πύλαι, κατὰ ἀνατολὰς, θάλασσαν, Βοῤῥᾶν, Νότον.
24κατὰ τοὺς τέσσαρας ἀνέμους ἦσαν αἱ πύλαι, κατὰ ἀνατολάς, θάλασσαν, βορρᾶν, νότον.
25Καὶ ἀδελφοὶ αὐτῶν ἐν ταῖς αὐλαῖς αὐτῶν τοῦ εἰσπορεύεσθαι κατὰ ἑπτὰ ἡμέρας ἀπὸ καιροῦ εἰς καιρὸν μετὰ τούτων·
25καὶ ἀδελφοὶ αὐτῶν ἐν ταῖς αὐλαῖς αὐτῶν τοῦ εἰσπορεύεσθαι κατὰ ἑπτὰ ἡμέρας ἀπὸ καιροῦ εἰς καιρὸν μετὰ τούτων.
26Ὅτι ἐν πίστει εἰσὶ τέσσαρες δυνατοὶ τῶν πυλῶν· καὶ οἱ Λευῖται ἦσαν ἐπὶ τῶν παστοφορίων, καὶ ἐπὶ τῶν θησαυρῶν οἴκου τοῦ Θεοῦ παρεμβάλλουσιν,
26ὅτι ἐν πίστει εἰσὶ τέσσαρες δυνατοὶ τῶν πυλῶν. καὶ οἱ Λευῖται ἦσαν ἐπὶ τῶν παστοφορίων, καὶ ἐπὶ τῶν θησαυρῶν οἴκου τοῦ Θεοῦ παρεμβάλλουσιν,
27ὅτι ἐπʼ αὐτοὺς ἡ φυλακή· καὶ οὗτοι ἐπὶ τῶν κλειδῶν τοπρωῒ πρωῒ ἀνοίγειν τὰς θύρας τοῦ ἱεροῦ.
27ὅτι ἐπ᾿ αὐτοὺς ἡ φυλακή, καὶ οὗτοι ἐπὶ τῶν κλειδῶν τὸ πρωΐ πρωΐ ἀνοίγειν τὰς θύρας τοῦ ἱεροῦ.
28Καὶ ἐξ αὐτῶν ἐπὶ τὰ σκεύη τῆς λειτουργίας, ὅτι ἐν ἀριθμῷ εἰσοίσουσι, καὶ ἐν ἀριθμῷ ἐξόσουσι.
28καὶ ἐξ αὐτῶν ἐπὶ τὰ σκεύη τῆς λειτουργίας, ὅτι ἐν ἀριθμῷ εἰσοίσουσι καὶ ἐν ἀριθμῷ ἐξοίσουσι.
29Καὶ ἐξ αὐτῶν καθεσταμένοι ἐπὶ τὰ σκεύη, καὶ ἐπὶ πάντα σκεύη τὰ ἅγια, καὶ ἐπὶ τῆς σεμιδάλεως, τοῦ οἴνου, τοῦ ἐλαίου, τοῦ λιβανωτοῦ, καὶ τῶν ἀρωμάτων.
29καὶ ἐξ αὐτῶν καθεσταμένοι ἐπὶ τὰ σκεύη καὶ ἐπὶ πάντα σκεύη τὰ ἅγια καὶ ἐπὶ τῆς σεμιδάλεως, τοῦ οἴνου, τοῦ ἐλαίου, τοῦ λιβανωτοῦ καὶ τῶν ἀρωμάτων.
30Καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων ἦσαν μυρεψοὶ τοῦ μύρου, καὶ εἰς τὰ ἀρώματα.
30καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων ἦσαν μυρεψοὶ τοῦ μύρου καὶ εἰς τὰ ἀρώματα.
31Καὶ Ματθαθίας ἐκ τῶν Λευιτῶν, οὗτος ὁ πρωτότοκος τῷ Σαλὼμ τῷ Κορείτῃ, ἐν τῇ πίστει ἐπὶ τὰ ἔργα τῆς θυσίας τοῦ τηγάνου τοῦ μεγάλου ἱερέως.
31καὶ Ματταθίας ἐκ τῶν Λευιτῶν (οὗτος ὁ πρωτότοκος τῷ Σαλὼμ τῷ Κορίτῃ) ἐν τῇ πίστει ἐπὶ τὰ ἔργα τῆς θυσίας τοῦ τηγάνου τοῦ μεγάλου ἱερέως.
32Καὶ Βαναΐας ὁ Κααθίτης ἐκ τῶν ἀδελφῶν αὐτῶν ἐπὶ τῶν ἄρτων τῆς προθέσεως, τοῦ ἑτοιμάσαι σάββατον κατὰ σάββατον.
32καὶ Βαναΐας ὁ Κααθίτης ἐκ τῶν ἀδελφῶν αὐτῶν ἐπὶ τῶν ἄρτων τῆς προθέσεως τοῦ ἑτοιμάσαι σάββατον κατὰ σάββατον.
33Καὶ οὗτοι ψαλτῳδοὶ ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν διατεταγμέναι ἐφημερίαι, ὅτι ἡμέρα καὶ νὺξ ἐπʼ αὐτοῖς ἐν τοῖς ἔργοις.
33καὶ οὗτοι ψαλτῳδοὶ ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν, διατεταγμέναι ἐφημερίαι, ὅτι ἡμέρα καὶ νὺξ ἐπ᾿ αὐτοῖς ἐν τοῖς ἔργοις.
34Οὗτοι ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν κατὰ γενέσεις αὐτῶν, ἄρχοντες οὗτοι κατῴκησαν ἐν Ἱερουσαλήμ.
34οὗτοι ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν κατὰ γενέσεις αὐτῶν ἄρχοντες· οὗτοι κατῴκησαν ἐν Ἱερουσαλήμ.
35Καὶ ἐν Γαβαὼν κατῴκησε πατὴρ Γαβαὼν Ἰεήλ· καὶ ὄνομα γυναικὸς αὐτοῦ Μοωχά.
35καὶ ἐν Γαβαὼν κατῴκησε πατὴρ Γαβαὼν Ἰεήλ, καὶ ὄνομα γυναικὸς αὐτοῦ Μααχά.
36Καὶ υἱὸς αὐτοῦ ὁ πρωτότοκος Ἀβδὼν, καὶ Σοὺρ, καὶ Κὶς, καὶ Βαὰλ, καὶ Νὴρ, καὶ Ναδὰβ,
36καὶ υἱὸς αὐτοῦ ὁ πρωτότοκος Ἀβαδὼν καὶ Σοὺρ καὶ Κὶς καὶ Βαὰλ καὶ Νὴρ καὶ Ναδὰβ
37καὶ Γεδοὺρ καὶ ἀδελφὸς, καὶ Ζακχοὺρ, καὶ Μακελώθ.
37καὶ Γεδοὺρ καὶ ἀδελφὸς καὶ Ζακχοὺρ καὶ Μακελώθ.
38Καὶ Μακελὼθ ἐγέννησε τὸν Σαμαά· καὶ οὗτοι ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν Ἱερουσαλὴμ, ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν.
38καὶ Μακελὼθ ἐγέννησε τὸν Σαμαά. καὶ οὗτοι ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν Ἱερουσαλὴμ ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν.
39Καὶ Νὴρ ἐγέννησε τὸν Κὶς, καὶ Κὶς ἐγέννησε τὸν Σαοὺλ, καὶ Σαοὺλ ἐγέννησε τὸν Ἰωνάθαν, καὶ τὸν Μελχισουὲ, καὶ τὸν Ἀμιναδὰβ, καὶ τὸν Ἀσαβάλ.
39καὶ Νὴρ ἐγέννησε τὸν Κίς, καὶ Κὶς ἐγέννησε τὸν Σαούλ, καὶ Σαοὺλ ἐγέννησε τὸν Ἰωνάθαν καὶ τὸν Μελχισουὲ καὶ τὸν Ἀμιναδὰβ καὶ τὸν Ἀσαβάλ.
40Καὶ υἱὸς Ἰωνάθαν Μεριβάλ· καὶ Μεριβαὰλ ἐγέννησε τὸν Μιχά.
40καὶ υἱὸς Ἰωνάθαν Μεριβαάλ· καὶ Μεριβαὰλ ἐγέννησε τὸν Μιχά.
41Καὶ υἱοὶ Μιχὰ Φιθὼν, καὶ Μαλὰχ, καὶ Θαράχ.
41καὶ υἱοὶ Μιχά· Φιθὼν καὶ Μαλὰχ καὶ Θαράχ.
42Καὶ Ἀχὰζ ἐγέννησε τὸν Ἰαδά· καὶ Ἰαδὰ ἐγέννησε τὸν Γαλεμὲθ, καὶ τὸν Γαζμὼθ, καὶ τὸν Ζαμβρί· και Ζαμβρὶ ἐγέννησε τὸν Μασσά.
42καὶ Ἀχὰζ ἐγέννησε τὸν Ἰαδά, καὶ Ἰαδὰ ἐγέννησε τὸν Γαλεμὲθ καὶ τὸν Γαζμὼθ καὶ τὸν Ζαμβρί, καὶ Ζαμβρὶ ἐγέννησε τὸν Μασά,
43Καὶ Μασσὰ ἐγέννησε τὸν Βαανὰ, καὶ Ῥαφαΐα υἱὸς αὐτοῦ, Ἐλασὰ υἱὸς αὐτοῦ, Ἐσὴλ υἱὸς αὐτοῦ.
43καὶ Μασὰ ἐγέννησε τὸν Βαανά, Ραφαΐα υἱὸς αὐτοῦ, Ἐλασὰ υἱὸς αὐτοῦ, Ἐσὴλ υἱὸς αὐτοῦ.
44Καὶ τῷ Ἐσὴλ ἓξ υἱοί· καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Ἐζρικὰμ πρωτότοκος αὐτοῦ, καὶ Ἰσμαὴλ, καὶ Σαραΐα, καὶ Ἀβδία, καὶ Ἀνὰν, καὶ Ἀσά· οὗτοι υἱοὶ Ἐσήλ.
44καὶ τῷ Ἐσὴλ ἓξ υἱοί, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Ἐζρικὰμ πρωτότοκος αὐτοῦ καὶ Ἰσμαὴλ καὶ Σαραΐα καὶ Ἀβδία καὶ Ἀνὰν καὶ Ἀσά. οὗτοι υἱοὶ Ἐσήλ.
Tip: use the ← and → keys to turn chapters.