ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α
Chapter 20
Septuagint (Brenton Gree…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α 20

Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Simplified)
1Καὶ ἐγένετο ἐν τῷ ἐπιόντι ἔτει ἐν τῇ ἐξόδῳ τῶν βασιλέων καὶ ἤγαγεν Ἰωὰβ πᾶσαν τὴν δὺναμιν τῆς στρατείας, καὶ ἔφθειραν τὴν χώραν υἱῶν Ἀμμών· καὶ ἦλθεν καὶ περιεκάθισεν τὴν Ῥάββαν. καὶ Δαυεὶδ ἐκάθητο ἐν Ἰερουσαλήμ· καὶ ἐπάταξεν τὴν Ῥαββὰ καὶ κατέσκαψεν αὐτήν.
1过了一年,到列王出战的时候, 约押 率领军兵毁坏 亚扪 人的地,围攻 拉巴 ; 大卫 仍住在 耶路撒冷 。 约押 攻打 拉巴 ,将城倾覆。
2καὶ ἔλαβεν Δαυεὶδ τὸν στέφανον Μολχὸλ βασιλέως αὐτῶν ἀπὸ τῆς κεφαλῆς αὐτοῦ, καὶ εὑρέθη ὁ σταθμὸς αὐτοῦ τάλαντον χρυσίου, καὶ ἐν αὐτῷ λίθος τίμιος, καὶ ἦν ἐπὶ τὴν κεφαλὴν Δαυείδ· καὶ σκῦλα τῆς πόλεως ἐξήνεγκεν πολλὰ σφόδρα.
2大卫 夺了 亚扪 人之王所戴的金冠冕,其上的金子重一他连得,又嵌着宝石;人将这冠冕戴在 大卫 头上。 大卫 从城里夺了许多财物,
3καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἐξήγαγεν καὶ διέπρισεν πρίοσιν καὶ ἐν σκεπάρνοις σιδηροῖς, καὶ οὕτως ἐποίησεν Δαυεὶδ τοῖς παισὶν υἱοῖς Ἀμμών· καὶ ἀνέστρεψεν Δαυεὶδ καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς Ἰερουσαλήμ.
3将城里的人拉出来,放在锯下,或铁耙下,或 铁 斧下, 大卫 待 亚扪 各城的居民都是如此。其后 大卫 和众军都回 耶路撒冷 去了。
4Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γάζερ μετὰ τῶν ἀλλοφύλων· τότε ἐπάταξεν Σοβοχαὶ Θωσαθεὶ τὸν Σαφοὺτ ἀπὸ τῶν υἱῶν τῶν γιγάντων καὶ ἐταπείνωσεν αὐτόν.
4后来, 以色列 人在 基色 与 非利士 人打仗。 户沙 人 西比该 杀了伟人的一个儿子 细派 , 非利士 人就被制伏了。
5Καὶ ἐγένετο ἔτι πόλεμος μετὰ τῶν ἀλλοφύλων, καὶ ἐπάταξεν Ἐλλὰν υἱὸς Ἰαεὶρ τὸν Ἐλεμεὲ ἀδελφὸν Γολιὰθ τοῦ Γεθθαίου, καὶ ξύλον δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων.
5又与 非利士 人打仗。 睚珥 的儿子 伊勒哈难 杀了 迦特 人 歌利亚 的兄弟 拉哈米 ;这人的枪杆粗如织布的机轴。
6Καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γέθ, καὶ ἦν ἀνὴρ ὑπερμεγέθης, καὶ δάκτυλοι αὐτοῦ ἓξ καὶ ἓξ, εἴκοσι τέσσαρες· καὶ οὗτος ἦν ἀπόγονος γιγάντων.
6又在 迦特 打仗。那里有一个身量高大的人,手脚都是六指,共有二十四个指头,他也是伟人的儿子。
7Καὶ ὠνείδισεν τὸν Ἰσραήλ, καὶ ἐπάταξεν αὐτὸν Ἰωναθὰν υἱὸς Σαμαά, υἱὸς ἀδελφοῦ Δαυείδ.
7这人向 以色列 人骂阵, 大卫 的哥哥 示米亚 的儿子 约拿单 就杀了他。
8Οὗτος ἐγένετο Ῥαφὰ ἐν Γέθ· πάντες ἦσαν τέσσαρες γίγαντες, καὶ ἔπεσον ἐν χειρὶ Δαυεὶδ καὶ ἐν χειρὶ παίδων αὐτοῦ.
8这三个人是 迦特 伟人的儿子,都死在 大卫 和他仆人的手下。

Tip: use the ← and → keys to turn chapters.