Judith 3
King James Version with ApocryphaTranslation
King James Version with Apocrypha
Septuagint (Greek Old Testament), second edition
1So they sent ambassadors unto him to treat of peace, saying,
1ΚΑΙ ἀπέστειλαν πρὸς αὐτὸν ἀγγέλους λόγοις εἰρηνικοῖς λέγοντες·
2Behold, we the servants of Nabuchodonosor the great king lie before thee; use us as shall be good in thy sight.
2ἰδοὺ ἡμεῖς οἱ παῖδες Ναβουχοδονόσορ βασιλέως μεγάλου παρακείμεθα ἐνώπιόν σου, χρῆσαι ἡμῖν καθὼς ἀρεστόν ἐστι τῷ προσώπῳ σου·
3Behold, our houses, and all our places, and all our fields of wheat, and flocks, and herds, and all the lodges of our tents lie before thy face; use them as it pleaseth thee.
3ἰδοὺ αἱ ἐπαύλεις ἡμῶν καὶ πᾶν πεδίον πυρῶν καὶ τὰ ποίμνια καὶ τὰ βουκόλια καὶ πᾶσαι αἱ μάνδραι τῶν σκηνῶν ἡμῶν παράκεινται πρὸ προσώπου σου, χρῆσαι καθ᾿ ὃν ἂν ἀρέσκῃ σοι.
4Behold, even our cities and the inhabitants thereof are thy servants; come and deal with them as seemeth good unto thee.
4ἰδοὺ καὶ αἱ πόλεις ἡμῶν καὶ οἱ κατοικοῦντες ἐν αὐταῖς δοῦλοί σού εἰσιν· ἐλθὼν ἀπάντησον αὐταῖς ὡς ἔστιν ἀγαθὸν ἐν ὀφθαλμοῖς σου.
5So the men came to Holofernes, and declared unto him after this manner.
5καὶ παρεγένοντο οἱ ἄνδρες πρὸς Ὀλοφέρνην καὶ ἀπήγγειλαν αὐτῷ κατὰ τὰ ρήματα ταῦτα.
6Then came he down toward the sea coast, both he and his army, and set garrisons in the high cities, and took out of them chosen men for aid.
6καὶ κατέβη ἐπὶ τὴν παραλίαν αὐτὸς καὶ ἡ δύναμις αὐτοῦ καὶ ἐφρούρησε τὰς πόλεις τὰς ὑψηλὰς καὶ ἔλαβεν ἐξ αὐτῶν εἰς συμμαχίαν ἄνδρας ἐπιλέκτους·
7So they and all the country round about received them with garlands, with dances, and with timbrels.
7καὶ ἐδέξαντο αὐτὸν αὐτοὶ καὶ πᾶσα ἡ περίχωρος αὐτῶν μετὰ στεφάνων καὶ χορῶν καὶ τυμπάνων.
8Yet he did cast down their frontiers, and cut down their groves: for he had decreed to destroy all the gods of the land, that all nations should worship Nabuchodonosor only, and that all tongues and tribes should call upon him as god.
8καὶ κατέσκαψε πάντα τὰ ὅρια αὐτῶν καὶ τὰ ἄλση αὐτῶν ἐξέκοψε, καὶ ἦν δεδομένον αὐτῷ ἐξολοθρεῦσαι πάντας τοὺς θεοὺς τῆς γῆς, ὅπως αὐτῷ μόνῳ τῷ Ναβουχοδονόσορ λατρεύσωσι πάντα τὰ ἔθνη, καὶ πᾶσαι αἱ γλῶσσαι καὶ πᾶσαι αἱ φυλαὶ αὐτῶν ἐπικαλέσωνται αὐτὸν εἰς θεόν.
9Also he came over against Esdraelon near unto Judea, over against the great strait of Judea.
9καὶ ἦλθε κατὰ πρόσωπον Ἐσδρηλὼν πλησίον τῆς Δωταίας, ἥ ἐστιν ἀπέναντι τοῦ πρίονος τοῦ μεγάλου τῆς Ἰουδαίας,
10And he pitched between Geba and Scythopolis, and there he tarried a whole month, that he might gather together all the carriages of his army.
10καὶ κατεστρατοπέδευσεν ἀνὰ μέσον Γαβαὶ καὶ Σκυθῶν πόλεως, καὶ ἦν ἐκεῖ μῆνα ἡμερῶν εἰς τὸ συλλέξαι πᾶσαν τὴν ἀπαρτίαν τῆς δυνάμεως αὐτοῦ.
Tip: use the ← and → keys to turn chapters.