Judith 6
King James Version with ApocryphaTranslation
King James Version with Apocrypha
Septuagint (Greek Old Testament), second edition
1And when the tumult of men that were about the council was ceased, Holofernes the chief captain of the army of Assur said unto Achior and all the Moabites before all the company of other nations,
1ΚΑΙ ὡς κατέπαυσεν ὁ θόρυβος τῶν ἀνδρῶν τῶν κύκλῳ τῆς συνεδρίας, καὶ εἶπεν Ὀλοφέρνης ὁ ἀρχιστράτηγος δυνάμεως Ἀσσοὺρ πρὸς Ἀχιὼρ ἐναντίον παντὸς τοῦ δήμου ἀλλοφύλων καὶ πρὸς πάντας υἱοὺς Μωάβ·
2And who art thou, Achior, and the hirelings of Ephraim, that thou hast prophesied against us as to day, and hast said, that we should not make war with the people of Israel, because their God will defend them? and who is God but Nabuchodonosor?
2καὶ τίς εἶ σύ, Ἀχιὼρ καὶ οἱ μισθωτοὶ τοῦ Ἐφραίμ, ὅτι ἐπροφήτευσας ἐν ἡμῖν καθὼς σήμερον καὶ εἶπας τὸ γένος Ἰσραὴλ μὴ πολεμῆσαι, ὅτι ὁ Θεὸς αὐτῶν ὑπερασπιεῖ αὐτῶν; καὶ τίς ὁ Θεὸς εἰ μὴ Ναβουχοδονόσορ; οὗτος ἀποστελεῖ τὸ κράτος αὐτοῦ καὶ ἐξολοθρεύσει αὐτοὺς ἀπὸ προσώπου τῆς γῆς, καὶ οὐ ρύσεται αὐτοὺς ὁ Θεὸς αὐτῶν·
3He will send his power, and will destroy them from the face of the earth, and their God shall not deliver them: but we his servants will destroy them as one man; for they are not able to sustain the power of our horses.
3ἀλλ᾿ ἡμεῖς οἱ δοῦλοι αὐτοῦ πατάξομεν αὐτοὺς ὡς ἄνθρωπον ἕνα, καὶ οὐχ ὑποστήσονται τὸ κράτος τῶν ἵππων ἡμῶν.
4For with them we will tread them under foot, and their mountains shall be drunken with their blood, and their fields shall be filled with their dead bodies, and their footsteps shall not be able to stand before us, for they shall utterly perish, saith king Nabuchodonosor, lord of all the earth: for he said, None of my words shall be in vain.
4κατακαύσομεν γὰρ αὐτοὺς ἐν αὐτοῖς, καὶ τὰ ὄρη αὐτῶν μεθυσθήσεται ἐν τῷ αἵματι αὐτῶν, καὶ τὰ πεδία αὐτῶν πληρωθήσεται νεκρῶν αὐτῶν, καὶ οὐκ ἀντιστήσεται τὸ ἴχνος τῶν ποδῶν αὐτῶν κατὰ πρόσωπον ἡμῶν, ἀλλὰ ἀπωλείᾳ ἀπολοῦνται, λέγει ὁ βασιλεὺς Ναβουχοδονόσορ ὁ κύριος πάσης τῆς γῆς· εἶπε γάρ, οὐ ματαιωθήσεται τὰ ρήματα τῶν λόγων αὐτοῦ.
5And thou, Achior, an hireling of Ammon, which hast spoken these words in the day of thine iniquity, shalt see my face no more from this day, until I take vengeance of this nation that came out of Egypt.
5σὺ δὲ Ἀχιὼρ μισθωτὲ τοῦ Ἀμμών, ὃς ἐλάλησας τοὺς λόγους τούτους ἐν ἡμέρᾳ ἀδικίας σου, οὐκ ὄψει ἔτι τὸ πρόσωπόν μου ἀπὸ τῆς ἡμέρας ταύτης, ἕως οὗ ἐκδικήσω τὸ γένος τῶν ἐξ Αἰγύπτου·
6And then shall the sword of mine army, and the multitude of them that serve me, pass through thy sides, and thou shalt fall among their slain, when I return.
6καὶ τότε διελεύσεται ὁ σίδηρος τῆς στρατιᾶς μου καὶ ὁ λαὸς τῶν θεραπόντων μου τὰς πλευράς σου, καὶ πεσῇ ἐν τοῖς τραυματίαις αὐτῶν, ὅταν ἐπιστρέψω.
7Now therefore my servants shall bring thee back into the hill country, and shall set thee in one of the cities of the passages:
7καὶ ἀποκαταστήσουσί σε οἱ δοῦλοί μου εἰς τὴν ὀρεινὴν καὶ θήσουσί σε ἐν μιᾷ τῶν πόλεων τῶν ἀναβάσεων,
8And thou shalt not perish, till thou be destroyed with them.
8καὶ οὐκ ἀπολῇ ἕως οὗ ἐξολοθρευθῇς μετ᾿ αὐτῶν.
9And if thou persuade thyself in thy mind that they shall be taken, let not thy countenance fall: I have spoken it, and none of my words shall be in vain.
9καὶ εἴπερ ἐλπίζεις τῇ καρδίᾳ σου ὅτι οὐ ληφθήσονται, μὴ συμπεσέτω σου τὸ πρόσωπον· ἐλάλησα, καὶ οὐδὲν διαπεσεῖται τῶν ρημάτων μου.
10Then Holofernes commanded his servants, that waited in his tent, to take Achior, and bring him to Bethulia, and deliver him into the hands of the children of Israel.
10καὶ προσέταξεν Ὀλοφέρνης τοῖς δούλοις αὐτοῦ, οἳ ἦσαν παρεστηκότες ἐν τῇ σκηνῇ αὐτοῦ, συλλαβεῖν τὸν Ἀχιὼρ καὶ ἀποκαταστῆσαι αὐτὸν εἰς Βαιτυλούα καὶ παραδοῦναι εἰς χεῖρας υἱῶν Ἰσραήλ.
11So his servants took him, and brought him out of the camp into the plain, and they went from the midst of the plain into the hill country, and came unto the fountains that were under Bethulia.
11καὶ συνέλαβον αὐτὸν οἱ δοῦλοι αὐτοῦ καὶ ἤγαγον αὐτὸν ἔξω τῆς παρεμβολῆς εἰς τὸ πεδίον καὶ ἀπῇραν ἐκ μέσου τῆς πεδινῆς εἰς τὴν ὀρεινὴν καὶ παρεγένοντο ἐπὶ τὰς πηγάς, αἳ ἦσαν ὑποκάτω Βαιτυλούα.
12And when the men of the city saw them, they took up their weapons, and went out of the city to the top of the hill: and every man that used a sling kept them from coming up by casting of stones against them.
12καὶ ὡς εἶδαν αὐτοὺς οἱ ἄνδρες τῆς πόλεως ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, ἀνέλαβον τὰ ὅπλα αὐτῶν καὶ ἀπῆλθον ἔξω τῆς πόλεως ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, καὶ πᾶς ἀνὴρ σφενδονήτης διεκράτησαν τὴν ἀνάβασιν αὐτῶν καὶ ἔβαλον ἐν λίθοις ἐπ᾿ αὐτούς.
13Nevertheless having gotten privily under the hill, they bound Achior, and cast him down, and left him at the foot of the hill, and returned to their lord.
13καὶ ὑποδύσαντες ὑποκάτω τοῦ ὄρους ἔδησαν τὸν Ἀχιὼρ καὶ ἀφῆκαν ἐρριμμένον ὑπὸ τὴν ρίζαν τοῦ ὄρους καὶ ἀπῴχοντο πρὸς τὸν κύριον αὐτῶν.
14But the Israelites descended from their city, and came unto him, and loosed him, and brought him to Bethulia, and presented him to the governors of the city:
14καταβάντες δὲ υἱοὶ Ἰσραὴλ ἐκ τῆς πόλεως αὐτῶν ἐπέστησαν αὐτῷ καὶ λύσαντες αὐτὸν ἀπήγαγον εἰς τὴν Βαιτυλούα καὶ κατέστησαν αὐτὸν ἐπὶ τοὺς ἄρχοντας τῆς πόλεως αὐτῶν,
15Which were in those days Ozias the son of Micha, of the tribe of Simeon, and Chabris the son of Gothoniel, and Charmis the son of Melchiel.
15οἳ ἦσαν ἐν ταῖς ἡμέραις ἐκείναις, Ὀζίας ὁ τοῦ Μιχὰ ἐκ τῆς φυλῆς Συμεὼν καὶ Ἀβρὶς ὁ τοῦ Γοθονιὴλ καὶ Χαρμὶς υἱὸς Μελχιήλ.
16And they called together all the ancients of the city, and all their youth ran together, and their women, to the assembly, and they set Achior in the midst of all their people. Then Ozias asked him of that which was done.
16καὶ συνεκάλεσαν πάντας τοὺς πρεσβυτέρους τῆς πόλεως, καὶ συνέδραμον πᾶς νεανίσκος αὐτῶν καὶ αἱ γυναῖκες εἰς τὴν ἐκκλησίαν, καὶ ἔστησαν τὸν Ἀχιὼρ ἐν μέσῳ παντὸς τοῦ λαοῦ αὐτῶν, καὶ ἐπηρώτησεν αὐτὸν Ὀζίας τὸ συμβεβηκός.
17And he answered and declared unto them the words of the council of Holofernes, and all the words that he had spoken in the midst of the princes of Assur, and whatsoever Holofernes had spoken proudly against the house of Israel.
17καὶ ἀποκριθεὶς ἀπήγγειλεν αὐτοῖς τὰ ρήματα τῆς συνεδρίας Ὀλοφέρνου καὶ πάντα τὰ ρήματα, ὅσα ἐλάλησεν ἐν μέσῳ τῶν ἀρχόντων υἱῶν Ἀσσούρ, καὶ ὅσα ἐμεγαλορρημόνησεν Ὀλοφέρνης εἰς τὸν οἶκον Ἰσραήλ.
18Then the people fell down and worshipped God, and cried unto God. saying,
18καὶ πεσόντες ὁ λαὸς προσεκύνησαν τῷ Θεῷ καὶ ἐβόησαν λέγοντες·
19O Lord God of heaven, behold their pride, and pity the low estate of our nation, and look upon the face of those that are sanctified unto thee this day.
19Κύριε ὁ Θεὸς τοῦ οὐρανοῦ, κάτιδε ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν καὶ ἐλέησον τὴν ταπείνωσιν τοῦ γένους ἡμῶν καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τῶν ἡγιασμένων σοι ἐν τῇ ἡμέρᾳ ταύτῃ.
20Then they comforted Achior, and praised him greatly.
20καὶ παρεκάλεσαν τὸν Ἀχιὼρ καὶ ἐπῃ£νεσαν αὐτὸν σφόδρα.
21And Ozias took him out of the assembly unto his house, and made a feast to the elders; and they called on the God of Israel all that night for help.
21καὶ παρέλαβεν αὐτὸν Ὀζίας ἐκ τῆς ἐκκλησίας εἰς οἶκον αὐτοῦ καὶ ἐποίησε πότον τοῖς πρεσβυτέροις, καὶ ἐπεκαλέσαντο τὸν Θεὸν Ἰσραὴλ εἰς βοήθειαν ὅλην τὴν νύκτα ἐκείνην.
Tip: use the ← and → keys to turn chapters.