Judges 13
JPS Tanakh (Jewish Publication Society, 1917)
Septuagint (Greek Old Testament), second edition
1And the children of Israel again did that which was evil in the sight of the LORD; and the LORD delivered them into the hand of the Philistines forty years.
1ΚΑΙ προσέθηκαν ἔτι οἱ υἱοὶ Ἰσραὴλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ παρέδωκεν αὐτοὺς Κύριος ἐν χειρὶ Φυλιστιΐμ τεσσαράκοντα ἔτη.
2And there was a certain man of Zorah, of the family of the Danites, whose name was Manoah; and his wife was barren, and bore not.
2καὶ ἦν ἀνὴρ εἷς ἀπὸ Σαραὰ ἀπὸ δήμου συγγενείας τοῦ Δανί, καὶ ὄνομα αὐτῷ Μανωέ, καὶ γυνὴ αὐτοῦ στεῖρα καὶ οὐκ ἔτεκε.
3And the angel of the LORD appeared unto the woman, and said unto her: 'Behold now, thou art barren, and hast not borne; but thou shalt conceive, and bear a son.
3καὶ ὤφθη ἄγγελος Κυρίου πρὸς τὴν γυναῖκα, καὶ εἶπε πρὸς αὐτήν· ἰδοὺ σὺ στεῖρα καὶ οὐ τέτοκας, καὶ συλλήψῃ υἱόν.
4Now therefore beware, I pray thee, and drink no wine nor strong drink, and eat not any unclean thing.
4καὶ νῦν φύλαξαι δὴ καὶ μὴ πίῃς οἶνον καὶ μέθυσμα καὶ μὴ φάγῃς πᾶν ἀκάθαρτον·
5For, lo, thou shalt conceive, and bear a son; and no razor shall come upon his head; for the child shall be a Nazirite unto God from the womb; and he shall begin to save Israel out of the hand of the Philistines.'
5ὅτι ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξῃ υἱόν, καὶ σίδηρος ἐπὶ τὴν κεφαλὴν αὐτοῦ οὐκ ἀναβήσεται, ὅτι ναζὶρ Θεοῦ ἔσται τὸ παιδάριον ἀπὸ τῆς κοιλίας, καὶ αὐτὸς ἄρξεται σῶσαι τὸν Ἰσραὴλ ἐκ χειρὸς Φυλιστιΐμ.
6Then the woman came and told her husband, saying: 'A man of God came unto me, and his countenance was like the countenance of the angel of God, very terrible; and I asked him not whence he was, neither told he me his name;
6καὶ εἰσῆλθεν ἡ γυνὴ καὶ εἶπε τῷ ἀνδρὶ αὐτῆς λέγουσα· ἄνθρωπος Θεοῦ ἦλθε πρός με, καὶ εἶδος αὐτοῦ ὡς εἶδος ἀγγέλου Θεοῦ, φοβερὸν σφόδρα· καὶ οὐκ ἠρώτησα αὐτόν, πόθεν ἐστί, καὶ τὸ ὄνομα αὐτοῦ οὐκ ἀπήγγειλέ μοι.
7but he said unto me: Behold, thou shalt conceive, and bear a son; and now drink no wine nor strong drink, and eat not any unclean thing; for the child shall be a Nazirite unto God from the womb to the day of his death.'
7καὶ εἶπέ μοι· ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξῃ υἱόν· καὶ νῦν μὴ πίῃς οἶνον καὶ μέθυσμα καὶ μὴ φάγῃς πᾶν ἀκάθαρτον, ὅτι Θεοῦ ἅγιον ἔσται τὸ παιδάριον ἀπὸ γαστρὸς ἕως ἡμέρας θανάτου αὐτοῦ.
8Then Manoah entreated the LORD, and said: 'Oh, LORD, I pray Thee, let the man of God whom Thou didst send come again unto us, and teach us what we shall do unto the child that shall be born.'
8καὶ προσηύξατο Μανωὲ πρὸς Κύριον καὶ εἶπεν· ἐν ἐμοί, Κύριε Ἀδωναϊέ, τὸν ἄνθρωπον τοῦ Θεοῦ, ὃν ἀπέστειλας, ἐλθέτω δὴ ἔτι πρὸς ἡμᾶς καὶ συμβιβασάτω ἡμᾶς τί ποιήσωμεν τῷ παιδίῳ τῷ τικτομένῳ.
9And God hearkened to the voice of Manoah; and the angel of God came again unto the woman as she sat in the field; but Manoah her husband was not with her.
9καὶ εἰσήκουσεν ὁ Θεὸς τῆς φωνῆς Μανωέ, καὶ ἦλθεν ὁ ἄγγελος τοῦ Θεοῦ ἔτι πρὸς τὴν γυναῖκα, καὶ αὕτη ἐκάθητο ἐν ἀγρῷ, καὶ Μανωὲ ὁ ἀνὴρ αὐτῆς οὐκ ἦν μετ᾿ αὐτῆς.
10And the woman made haste, and ran, and told her husband, and said unto him: 'Behold, the man hath appeared unto me, that came unto me that day.'
10καὶ ἐτάχυνεν ἡ γυνὴ καὶ ἔδραμε καὶ ἀνήγγειλε τῷ ἀνδρὶ αὐτῆς καὶ εἶπε πρὸς αὐτόν· ἰδοὺ ὦπται πρός με ὁ ἀνήρ, ὃς ἦλθεν ἐν ἡμέρᾳ πρός με.
11And Manoah arose, and went after his wife, and came to the man, and said unto him: 'Art thou the man that spokest unto the woman?' And he said: 'I am.'
11καὶ ἀνέστη καὶ ἐπορεύθη Μανωὲ ὀπίσω τῆς γυναικὸς αὐτοῦ καὶ ἦλθε πρὸς τὸν ἄνδρα καὶ εἶπεν αὐτῷ· εἰ σὺ εἶ ὁ ἀνὴρ ὁ λαλήσας πρὸς τὴν γυναῖκα; καὶ εἶπεν ὁ ἄγγελος· ἐγώ.
12And Manoah said: 'Now when thy word cometh to pass, what shall be the rule for the child, and what shall be done with him?'
12καὶ εἶπε Μανωέ· νῦν ἐλεύσεται ὁ λόγος σου· τίς ἔσται κρίσις τοῦ παιδίου καὶ τὰ ποιήματα αὐτοῦ;
13And the angel of the LORD said unto Manoah: 'Of all that I said unto the woman let her beware.
13καὶ εἶπεν ὁ ἄγγελος Κυρίου πρὸς Μανωέ· ἀπὸ πάντων, ὧν εἴρηκα πρὸς τὴν γυναῖκα, φυλάξεται·
14She may not eat of any thing that cometh of the grapevine, neither let her drink wine or strong drink, nor eat any unclean thing; all that I commanded her let her observe.'
14ἀπὸ παντός, ὃ ἐκπορεύεται ἐξ ἀμπέλου τοῦ οἴνου, οὐ φάγεται καὶ οἶνον καὶ μέθυσμα μὴ πιέτω καὶ πᾶν ἀκάθαρτον μὴ φαγέτω· πάντα ὅσα ἐνετειλάμην αὐτῇ, φυλάξεται.
15And Manoah said unto the angel of the LORD: 'I pray thee, let us detain thee, that we may make ready a kid for thee.'
15καὶ εἶπε Μανωὲ πρὸς τὸν ἄγγελον Κυρίου· κατάσχωμεν ὧδέ σε καὶ ποιήσωμεν ἐνώπιόν σου ἔριφον αἰγῶν.
16And the angel of the LORD said unto Manoah: 'Though thou detain me, I will not eat of thy bread; and if thou wilt make ready a burnt-offering, thou must offer it unto the LORD.' For Manoah knew not that he was the angel of the LORD.
16καὶ εἶπεν ὁ ἄγγελος Κυρίου πρὸς Μανωέ· ἐὰν κατάσχῃς με, οὐ φάγομαι ἀπὸ τῶν ἄρτων σου, καὶ ἐὰν ποιήσῃς ὁλοκαύτωμα, τῷ Κυρίῳ ἀνοίσεις αὐτό· ὅτι οὐκ ἔγνω Μανωὲ ὅτι ἄγγελος Κυρίου αὐτός.
17And Manoah said unto the angel of the LORD: 'What is thy name, that when thy words come to pass we may do thee honour?'
17καὶ εἶπε Μανωὲ πρὸς τὸν ἄγγελον Κυρίου· τί τὸ ὄνομά σοι; ὅτι ἔλθοι τὸ ρῆμά σου, καὶ δοξάσομέν σε.
18And the angel of the LORD said unto him: 'Wherefore askest thou after my name, seeing it is hidden?'
18καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος Κυρίου· εἰς τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου; καὶ αὐτό ἐστι θαυμαστόν.
19So Manoah took the kid with the meal-offering, and offered it upon the rock unto the LORD; and the angel did wondrously, and Manoah and his wife looked on.
19καὶ ἔλαβε Μανωὲ τὸν ἔριφον τῶν αἰγῶν καὶ τὴν θυσίαν καὶ ἀνήνεγκεν ἐπὶ τήν πέτραν τῷ Κυρίῳ· καὶ διεχώρισε ποιῆσαι, καὶ Μανωὲ καὶ γυνὴ αὐτοῦ βλέποντες.
20For it came to pass, when the flame went up toward heaven from off the altar, that the angel of the LORD ascended in the flame of the altar; and Manoah and his wife looked on; and they fell on their faces to the ground.
20καὶ ἐγένετο ἐν τῷ ἀναβῆναι τὴν φλόγα ἐπάνω τοῦ θυσιαστηρίου ἕως τοῦ οὐρανοῦ καὶ ἀνέβη ὁ ἄγγελος Κυρίου ἐν τῇ φλογὶ τοῦ θυσιαστηρίου, καὶ Μανωὲ καὶ ἡ γυνὴ αὐτοῦ βλέποντες καὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν ἐπὶ τὴν γῆν.
21But the angel of the LORD did no more appear to Manoah or to his wife. Then Manoah knew that he was the angel of the LORD.
21καὶ οὐ προσέθηκεν ἔτι ὁ ἄγγελος Κυρίου ὀφθῆναι πρὸς Μανωὲ καὶ πρὸς τὴν γυναῖκα αὐτοῦ· τότε ἔγνω Μανωὲ ὅτι ἄγγελος Κυρίου οὗτος.
22And Manoah said unto his wife: 'We shall surely die, because we have seen God.'
22καὶ εἶπε Μανωὲ πρὸς τὴν γυναῖκα αὐτοῦ· θανάτῳ ἀποθανούμεθα, ὅτι Θεὸν εἴδομεν.
23But his wife said unto him: 'If the LORD were pleased to kill us, He would not have received a burnt-offering and a meal-offering at our hand, neither would He have shown us all these things, nor would at this time have told such things as these.'
23καὶ εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ· εἰ ἤθελεν ὁ Κύριος θανατῶσαι ἡμᾶς, οὐκ ἂν ἔλαβεν ἐκ χειρὸς ἡμῶν ὁλοκαύτωμα καὶ θυσίαν καὶ οὐκ ἂν ἔδειξεν ἡμῖν ταῦτα πάντα καὶ καθὼς καιρὸς οὐκ ἂν ἠκούτισεν ἡμᾶς ταῦτα.
24And the woman bore a son, and called his name Samson; and the child grew, and the LORD blessed him.
24καὶ ἔτεκεν ἡ γυνὴ υἱὸν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σαμψών· καὶ ἡδρύνθη τὸ παιδάριον, καὶ εὐλόγησεν αὐτὸ Κύριος.
25And the spirit of the LORD began to move him in Mahaneh-dan, between Zorah and Eshtaol.
25καὶ ἤρξατο πνεῦμα Κυρίου συνεκπορεύεσθαι αὐτῷ ἐν παρεμβολῇ Δὰν καὶ ἀνὰ μέσον Σαραὰ καὶ ἀνὰ μέσον Ἐσθαόλ.
Tip: use the ← and → keys to turn chapters.