黙示録
Chapter 13
Freedom Bible (フリーダム・バイブル)
vs SBL Greek New Test…
Aa
Text size
Line width
Verse numbers
Freedom Bible (フリーダム・バイブル)
SBL Greek New Testament
1それから私は海辺の砂の上に立った。すると、一匹の獣が海から上って来るのを見た。獣には七つの頭と十本の角があり、その角には十の冠があり、頭には神を冒涜する名が記されていた。
1Καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον, ἔχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτά, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ⸀ὀνόματα βλασφημίας.
2私が見た獣はひょうに似ており、足は熊の足のようで、口は獅子の口のようであった。竜はこの獣に、自分の力と王座と大きな権威を与えた。
2καὶ τὸ θηρίον ὃ εἶδον ἦν ὅμοιον παρδάλει, καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος. καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ καὶ ἐξουσίαν μεγάλην.
3獣の頭の一つは、致命的な傷を負ったように見えた。しかし、その致命傷は治った。全地は驚嘆して獣に従い、
3καὶ μίαν ἐκ τῶν κεφαλῶν αὐτοῦ ⸀ὡς ἐσφαγμένην εἰς θάνατον, καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη. καὶ ⸀ἐθαυμάσθη ⸂ὅλη ἡ γῆ⸃ ὀπίσω τοῦ θηρίου,
4獣に権威を与えた竜を礼拝した。また、獣を礼拝して言った。「だれがこの獣のようであろうか。だれがこれと戦うことができようか。」
4καὶ προσεκύνησαν τῷ δράκοντι ⸂ὅτι ἔδωκεν⸃ τὴν ἐξουσίαν τῷ θηρίῳ, καὶ προσεκύνησαν τῷ θηρίῳ λέγοντες· Τίς ὅμοιος τῷ θηρίῳ, καὶ τίς ⸀δύναται πολεμῆσαι μετʼ αὐτοῦ;
5獣には、大言と冒涜の言葉を語る口が与えられた。また、四十二か月の間戦う権威が与えられた。
5Καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ ⸀βλασφημίας, καὶ ἐδόθη αὐτῷ ⸀ἐξουσία ποιῆσαι μῆνας ⸀τεσσεράκοντα δύο.
6獣は口を開いて神を冒涜し、神の名とその住まい、また天に住む者たちを冒涜した。
6καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ εἰς ⸀βλασφημίας πρὸς τὸν θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ, τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας.
7また、聖徒たちと戦って彼らに打ち勝つことが許され、あらゆる部族、民族、言語、国民を支配する権威が与えられた。
7καὶ ἐδόθη αὐτῷ ποιῆσαι πόλεμον μετὰ τῶν ἁγίων καὶ νικῆσαι αὐτούς, καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος.
8世の初めから、屠られた小羊の命の書に名が記されていない地上の住民は、みな獣を礼拝する。
8καὶ προσκυνήσουσιν ⸀αὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ⸀οὗ οὐ γέγραπται τὸ ὄνομα ⸀αὐτοῦ ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου.
9耳のある者は聞きなさい。
9Εἴ τις ἔχει οὖς ἀκουσάτω.
10捕らわれの身になることが定められている者は、捕らわれの身になる。剣で殺されることが定められている者は、剣で殺されなければならない。ここに、聖徒たちの忍耐と信仰がある。
10εἴ τις ⸂εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν⸃ ὑπάγει· εἴ τις ἐν μαχαίρῃ ⸀ἀποκτανθῆναι αὐτὸν ἐν μαχαίρῃ ἀποκτανθῆναι. ὧδέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων.
11また、別の獣が地から上って来るのを見た。それには小羊のような二本の角があり、竜のように語った。
11Καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχεν κέρατα δύο ὅμοια ἀρνίῳ, καὶ ἐλάλει ὡς δράκων.
12この獣は、第一の獣の前で、そのすべての権威を行使した。そして地とそこに住む者たちに、致命傷の癒えた第一の獣を礼拝させた。
12καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ. καὶ ⸀ποιεῖ τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας ἵνα ⸀προσκυνήσουσιν τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ.
13また、大きなしるしを行い、人々の目の前で天から地上に火さえ降らせた。
13καὶ ποιεῖ σημεῖα μεγάλα, ⸂ἵνα καὶ πῦρ ποιῇ⸃ ἐκ τοῦ οὐρανοῦ ⸂καταβαίνειν εἰς⸃ τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων.
14この獣は、第一の獣の前で行うことを許されたしるしによって、地上に住むわたし自身の民を惑わした。そして地上に住む者たちに、剣で傷を負いながら生き返った獣の像を造るように命じた。
14καὶ πλανᾷ ⸀τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου, λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ, ⸂ὃς ἔχει⸃ τὴν πληγὴν ⸂τῆς μαχαίρης καὶ ἔζησεν⸃.
15第二の獣には、獣の像に息を与え、その像が語り、獣の像を礼拝しない者をみな殺すことが許された。
15καὶ ἐδόθη ⸀αὐτῷ ⸂δοῦναι πνεῦμα⸃ τῇ εἰκόνι τοῦ θηρίου, ἵνα καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου καὶ ποιήσῃ ⸀ἵνα ὅσοι ἐὰν μὴ προσκυνήσωσιν τῇ εἰκόνι τοῦ θηρίου ἀποκτανθῶσιν.
16また、小さい者にも大きい者にも、富む者にも貧しい者にも、自由人にも奴隷にも、その右手か額に印を付けさせた。
16καὶ ποιεῖ πάντας, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα ⸀δῶσιν αὐτοῖς ⸀χάραγμα ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς ἢ ἐπὶ τὸ μέτωπον αὐτῶν,
17その印、すなわち、獣の名またはその名を表す数字を持つ者でなければ、だれも売り買いできないようにしたのである。
17καὶ ἵνα μή τις ⸀δύνηται ἀγοράσαι ἢ πωλῆσαι εἰ μὴ ὁ ἔχων τὸ χάραγμα, τὸ ὄνομα τοῦ θηρίου ἢ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ.
18ここに知恵がある。理解力のある者は、獣の数字を計算しなさい。それは人の数字である。その数字は六百六十六である。
18ὧδε ἡ σοφία ἐστίν· ὁ ἔχων νοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου, ἀριθμὸς γὰρ ἀνθρώπου ἐστίν· καὶ ὁ ἀριθμὸς ⸀αὐτοῦ ⸂ἑξακόσιοι ἑξήκοντα ἕξ⸃.

Tip: use the ← and → keys to turn chapters.